θρώπων ἀποθνήσκει θάνατον ὁ Κύριος. Τούτων δὲ οὕτως γενομένων, ἔρχεται σπεύδων ἐπὶ τὸν τόπον, ἔνθα καὶ ἀναβαίνειν αὐτὸν ἐπὶ τὸν σταυρὸν ἔδει, ἵνα τὸ καθ' ἡμῶν χειρόγραφον, ὅπερ ἀπὸ τῶν ἐχθρῶν ἦρε, προσηλώσῃ τῷ σταυρῷ, καὶ ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐν παῤῥησίᾳ δειγματίσῃ τούτους ἐν τῷ ξύλῳ θριαμβεύων κατ' αὐτῶν, καὶ δεικνύων τὸν ἐκσπασθέντα ἐκ τοῦ λέοντος ἄνθρωπον, καὶ λοιπὸν τῷ ἰδίῳ αἵματι ῥαίνων καὶ καθαρίζων τὴν γῆν ἀρέσκηται. Μέλλων δὲ τοῦτο ποιεῖν, ἐξεδύσατο τὰ ἱμάτια. Ἔδει γὰρ αὐτὸν, εἰσάγοντα τὸν ἄνθρωπον εἰς τὸν παράδεισον, ἀπεκδύσασθαι τοὺς χιτῶνας, οὓς ἔλαβεν ὁ Ἀδὰμ ἐκβαλλόμενος ἐκ τοῦ παραδείσου. Ὅτε γὰρ ἥμαρτε, καὶ λοιπὸν ἔμελλεν ἀποθνήσκειν, ἔλαβε δερματίνους ⟨…⟩βολον ὄντας τῆς διὰ τὴν ἁμαρτίαν νεκρώσεως αὐτῷ προσγενο⟨…⟩
men. And when these things had thus taken place, He comes hastening to the place where He had also to ascend upon the cross, so that He might nail to the cross the handwriting against us, which He had taken away from the enemies, and having stripped off the principalities and the powers, might make a show of them openly, triumphing over them on the wood (Col. 2:14-15), and showing man snatched out of the lion, and might thereafter be well-pleased in sprinkling and cleansing the earth with His own blood. And being about to do this, He stripped off His garments. For it behooved Him, in bringing man into paradise, to strip off the tunics which Adam received when cast out of paradise. For when he sinned, and was thereafter about to die, he received [tunics] of skin, being a symbol of the deadness that had accrued to him through sin.
21. Ἀλλ' ὁ Κύριος, ὁ πάντα τὰ ἡμῶν δι' ἡμᾶς ἀναδεξάμενος, ἐνεδύσατο ταῦτα, ἵνα καὶ ἀπεκδύσηται, καὶ ἀντὶ τούτων ἡμᾶς ἐνδύσῃ τὴν ζωὴν καὶ τὴν ἀφθαρσίαν· ἐνεδύσατο δὲ μετὰ τούτων καὶ χιτῶνα ἄῤῥαφον ἐκ τῶν ἄνωθεν ὑφαντὸν δι' ὅλου γενόμενον· ἵνα κἂν ἐκ τούτων πιστεῦσαι δυνηθῶσιν οἱ Ἰουδαῖοι, τίς ἐστι καὶ πόθεν ὁ ἐνδυσάμενος ταῦτα· ὅτι οὐκ ἀπὸ γῆς, ἀλλ' ἄνωθεν ἐρχόμενος ἦν ὁ Λόγος, καὶ ὅτι οὐ μεριστὸς, ἀλλ' ἀμέριστός ἐστιν ὁ Λόγος ὁ τοῦ Πατρὸς, καὶ, ὅτι, γενόμενος ἄνθρωπος, οὐκ ἐῤῥαμμένον εἶχε τὸ σῶμα ἐξ ἀνδρὸς καὶ γυναικὸς, ἀλλ' ἐκ Παρθένου μόνης, ὑφασμένον τῇ τοῦ Πνεύματος τέχνῃ. Ὅθεν οἱ δήμιοι τὰ μὲν ἄλλα διαμερίζονται ἱμάτια, μεριστὰ γὰρ ἦν, καὶ εἰς τέσσαρα διαμερίζονται· καὶ γὰρ ὑπὲρ τῆς ἁμαρτίας τῆς τετραμεροῦς οἰκουμένης κατὰ ἀνατολὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· « Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. » Τὸν χιτῶνα μόνον οὐκ ἠδυνήθησαν σχίσαι φόβῳ τοῦ δι' αὐτοῦ γνωριζομένου σημείου. Καὶ τοῦτο γὰρ οὐκ αὐτῶν, ἀλλὰ τοῦ κρεμαμένου Σωτῆρος τὸ ἔργον. Καὶ γὰρ κρεμάμενος, ὡς ἄνθρωπος, τὰς μὲν ἀρχὰς ἐδίωκε, τὸν δὲ διάβολον κατελάμβανε, τοὺς δὲ δημίους ἐφόβει, μὴ σχίζειν τὸν χιτῶνα· ἵνα, τούτου μένοντος, μένῃ καὶ ὁ κατὰ Ἰουδαίων ἔλεγχος, ὁ μετ' οὐ πολὺ γενόμενος, ὅτι τὸ μὲν καταπέτασμα ἐσχίσθη, ὁ δὲ χιτὼν τοῦ Σωτῆρος οὐδὲ ὑπὸ δημίων διῃρέθη, ἀλλ' ἔμεινεν ὁλόκληρος. Μένει γὰρ τὸ Εὐαγγέλιον διὰ παντὸς ὁλόκληρον, τῶν σκιῶν διαιρουμένων. Πλὴν ὅτι ἀποδυσάμενος τὰ ἱμάτια ἔσπευδε πρὸς τὸν θάνατον, τότε πάλιν ὁ διάβολος, ἰδὼν τὴν προθυμίαν τοῦ Σωτῆρος, καὶ ἑαυτὸν ἐξ οὐρανοῦ πεσόντα, καὶ τῆς γῆς ἐκβληθέντα, οὐκ εἶχεν ὅ τι πράξει· πάντα γὰρ ἦν αὐτῷ θορύβου καὶ ἀπορίας μεστά. Καὶ μένειν μὲν οὐκ ἠδύνατο, φεύγειν δὲ πάλιν ἐφοβεῖτο. Πλὴν ὅτι ἐνθυμηθεὶς, ὅτι τοὺς ἀποθνήσκοντας, ἐπὶ τῆς γῆς ἀποθνήσκειν δεῖ κατὰ τὸ γεγραμμένον· « Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· » φοβηθεὶς ἐπὶ γῆς μεῖναι, μὴ ἐκεῖ καταληφθῇ, λοιπὸν εἰς
21. Yet the Lord, Who took upon Himself all our things for our sake, put these on, so that He might also strip them off, and instead of these might clothe us with life and incorruption; and together with these He put on also an unseamed tunic, woven from the top throughout (John 19:23), so that at least from these things the Jews might be able to believe Who He is and whence He is Who put these on: that the Word was coming not from earth, but from above, and that the Word of the Father is not divisible, but indivisible, and that, having become man, He had His body not sewn together from man and woman, but from a Virgin alone, woven by the art of the Spirit. Wherefore the executioners divide the other garments among themselves—for they were divisible—and divide them into four parts; for indeed He wore these on behalf of the sin of the four-quartered world, according to east, and west, and north, and south; beholding Him clothed in which, John said: "Behold the Lamb of God, Who taketh away the sin of the world" (John 1:29). The tunic alone they were unable to rend, through fear of the sign made known through it. For this too was the work not of them, but of the hanging Saviour. For indeed while hanging as a man, He pursued the principalities, and overtook the devil, and terrified the executioners not to rend the tunic; so that, while this remained, the refutation against the Jews might also remain, which came to pass not long after, that the veil indeed was rent, whereas the tunic of the Saviour was not divided even by executioners, but remained whole. For the Gospel remains whole forever, while the shadows are divided. Nevertheless, when having stripped off His garments He hastened towards death, then again the devil, seeing the eagerness of the Saviour, and himself fallen from heaven and cast out of the earth, knew not what he should do; for all things were full of confusion and perplexity for him. And remain indeed he could not, while to flee again he was afraid. Only, calling to mind that those who die must die upon the earth according as it is written: "Earth thou art, and unto earth shalt thou depart" (Gen. 3:19), being afraid to remain upon earth lest he be overtaken there, thereafter into