Migne Reading Room

PG 28 · cols. 188–197 · Read from the page

Homily on the Passion and the Cross

Homily on the Passion and the Cross

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:188Read from the page
κάριος Παῦλος, ὅτι ἀδύνατόν ἐστι ψεύσασθαι τὸν Θεόν· καὶ ἀληθεύει μάλιστα λέγων, καὶ οὐ ψεύδεται. Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις ἴδιον ἔχει τὸ τρέπεσθαι καὶ κινεῖσθαι ποικίλαις μεταβολαῖς· ἐπειδήπερ καὶ μὴ ὄντα ποτὲ, μεταβολὴν ἔσχεν εἰς τὸ εἶναι τῇ τοῦ πεποιηκότος χάριτι καὶ φιλανθρωπίᾳ· καθὼς καὶ πάλιν ὁ Παῦλός φησιν· « Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα. » Θεὸς δὲ, ὁ πάντων διὰ τοῦ Λόγου ποιητὴς τυγχάνων, ὄντως ὢν, ἀμετάβλητον ἔχει σὺν τῷ Λόγῳ τὴν φύσιν· καὶ τοῦτο διὰ τοῦ προφήτου διδάσκει, λέγων· « Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. » Διὸ περὶ μὲν τῶν ἀνθρώπων ἐν Ψαλμοῖς ᾄδεται· « Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης· » περὶ δὲ τοῦ Θεοῦ Μωσῆς ἐν τῷ νόμῳ μαρτυρεῖ, ὅτι « ὁ Θεὸς πιστός ἐστι καὶ ἀληθινός. »
—ssed Paul, that it is impossible for God to lie; and He speaks the truth most of all, and does not lie. For the nature of created things has it as its own property to be turned and moved by various changes; since indeed, even when once they did not exist, they received a change into being by the grace and loving-kindness of Him Who made them; just as Paul also says again: "Who calls the things that do not exist as existing." But God, Who is the Maker of all things through the Word, truly existing, has with the Word an unchangeable nature; and He teaches this through the prophet, saying: "See, see, that I am, and I have not been altered." Wherefore concerning men it is sung in the Psalms: "I said in my amazement: Every man is a liar;" whereas concerning God Moses testifies in the law, that "God is faithful and true."
2. Ὁ γοῦν χριστοφόρος ἀνὴρ, ὡς ἐξ ἀμφοτέρων τούτων παιδευθεὶς, καὶ αὐτὸς τὴν τοῦ Θεοῦ πρὸς τὰ γενητὰ διαφορὰν ἐξηγούμενος, γράφει· « Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. » Ἀληθὴς δέ ἐστιν ὁ Θεὸς, οὐχ ὡς μὴ ψευδόμενος· οὐδὲν γάρ ἐστιν ἐναντίον αὐτῷ· οὐδὲ ὡς ἄνθρωπος ἑτέρῳ μαρτυρῶν τὸ ἀληθές· οὐδενὶ γὰρ ὑπεύθυνός ἐστιν· ἀλλ' ὡς αὐτὴν τὴν ἀλήθειαν γεννῶν, καὶ Πατὴρ ὑπάρχων τοῦ Κυρίου λέγοντος· « Ἐγώ εἰμι ἡ ἀλήθεια· » ἀληθείας δὲ φίλον τὸ ψεῦδος οὐκ ἄν ποτε γένοιτο. Ὅθεν ἀληθείας μὲν κατὰ τὸν ψαλμῳδὸν ἐκζητῶν ὁ Κύριος, τὸ δὲ ψεῦδος ἀφ' ἑαυτοῦ ῥίπτει, καὶ ἀλλότριον ποιεῖ, λέγων· « Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι. » Ἐψεύσαντο γὰρ οἱ Ἰουδαῖοι κατὰ τοῦ Σωτῆρος, καὶ τὸν νόμον ἐπαγγειλάμενοι φυλάττειν, οὐκ ἠλήθευσαν, ἀλλὰ παρηνόμουν κατὰ τοῦ δεδωκότος αὐτὸν, θάνατον ἀντὶ χάριτος μηχανώμενοι τῷ Κυρίῳ. Ἀπεβλήθησαν γοῦν εἰκότως, καὶ ὃν, ψευσάμενοι, κατὰ τοῦ Κυρίου θάνατον ἐπήγαγον, τοῦτον αὐτοὶ καθ' ἑαυτῶν ἀληθῶς ἐπεσπάσαντο· ὡς καὶ Ἀνανίας καὶ Σάπφειρα ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· οἵτινες, ἐπαγγελίαν τῷ Θεῷ δεδωκότες, ἀπὸ τῆς ἐπαγγελίας ἐνοσφίσαντο· καὶ τοὺς μὲν ἄλλους ἐλάνθανον· ὁ δὲ τῆς ἀληθείας διάκονος Πέτρος τούτους ἀπωθεῖται, λέγων· « Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. » Ἐν οἷς καὶ μέγιστον θαῦμα γέγονεν· ὅπερ γὰρ μόνος ἠπίστατο Πέτρος, τοῦτο τῷ θανάτῳ τῷ περὶ τὸν Ἀνανίαν πᾶσιν ἐφανέρωσεν· ὥστε τοὺς πάντας εἰς εὐλάβειαν ἐλθεῖν, καὶ τὸ παράδειγμα Σαπφείρας φοβηθῆναι.
2. The Christ-bearing man, therefore, having been instructed from both of these, and himself explaining the difference of God in relation to created things, writes: "Let God be true, and every man a liar." Now God is true, not as not lying—for nothing is contrary to Him—nor as a man testifying the truth to another—for He is accountable to no one—but as begetting the truth itself, and being the Father of the Lord Who says: "I am the truth;" and falsehood could never become a friend of truth. Whence the Lord, seeking after truth according to the psalmist, casts falsehood away from Himself, and makes it alien, saying: "Alien sons have lied to me." For the Jews lied against the Saviour, and having promised to keep the law, they did not speak the truth, but transgressed the law against Him Who had given it, devising death instead of gratitude for the Lord. Reasonably, therefore, were they rejected, and the death which, having lied, they brought against the Lord, this they truly drew down upon themselves; just as Ananias and Sapphira also in the Acts of the Apostles, who, having given a promise to God, purloined from the promise; and they escaped the notice of the others, but Peter, the minister of the truth, thrusts them away, saying: "You have not lied to men, but to God." Wherein also the greatest marvel took place; for that which Peter alone knew, this he manifested to all by the death that befell Ananias; so that all came into godly fear, and feared the example of Sapphira.
3. Δεῖ γὰρ εἰδέναι καὶ μὴ ἀγνοειν, ὅτι ἃ ἐπαγγελλόμεθα Θεῷ, οὐκ ἔτι λοιπόν ἐστιν ἡμῶν, ἀλλὰ Θεῷ διαφέρει. Καὶ ἐὰν ἀποσύρωμεν ἀπὸ τούτων, οὐχ ὡς τὰ ἡμῶν ἐσμεν λαμβάνοντες, ἀλλ' ὡς τὰ τοῦ Θεοῦ ἱεροσυλοῦντες. Ἡ δὲ ἐπαγγελία οὐ μέχρι
3. For we must know and not be ignorant that the things which we promise to God are no longer ours for the future, but belong to God. And if we draw back from these things, we are not taking them as our own, but as robbing the temple of the things of God. And the promise does not only as far as
Notes, col. 188

On the reading

Printed ἀγνοειν, for ἀγνοεῖν.

PG 28:189Read from the page
χρημάτων μόνον, ἀλλὰ καὶ μέχρι λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν ὑπόσχεσιν, ἀλλ' ἐπὶ προαιρέσει τελείᾳ, καὶ τῇ κατὰ Θεὸν πίστει. Πάντες γοῦν ἐπηγγειλάμεθα, καὶ πάντες ἐσμὲν ἐπαγγελίας χρεῶσται· ὥστε ἀνάγκη ἀποδιδόναι τὴν μὲν παρθένον, τὴν παρθενίαν ὁποίαν καὶ ἐπηγγείλατο· τὸν δὲ ἐγκρατῆ, τὴν ἐγκράτειαν· τοὺς δὲ ἐν γάμῳ, τὴν σωφροσύνην, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην καὶ τιμήν· καὶ τέλος πάντας τὴν εἰς Θεὸν πίστιν καὶ εὐλάβειαν καὶ δικαιοσύνην, καὶ ἀνδρίαν· ἵνα μὴ ὡς ἀγνώμονας ἡμᾶς τὸ παράδειγμα τῶν περὶ Ἀνανίαν καὶ Σάπφειραν καταλάβῃ. Τούτου γὰρ χάριν καὶ ὁ ἀποστολικὸς προασφαλίζεται λόγος· ὅτι « Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον· τῷ τὴν τιμὴν τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. » Τοῦτο πεποίηκεν αὐτὸς ὁ ταῦτα κηρύττων. Ὥσπερ οὖν παῤῥησιάζεται γράφων· « Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι· τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής. » Μὴ ψευσάμενος γὰρ
money alone, but extends even as far as word and purpose itself. For not even if someone is poor in money, is he so also in purpose. Indeed, our truly great and divine mystery does not have its promise in money, but in a perfect purpose, and in faith according to God. All of us, therefore, have promised, and all of us are debtors of a promise; so that of necessity the virgin must render virginity such as she also promised; the continent man, continence; those in marriage, chastity, and mutual love and honour; and finally all must render faith towards God and reverence and righteousness, and courage; lest the example of those around Ananias and Sapphira overtake us as ungrateful. For on this account the apostolic word also forewarns us: "Render to all their dues, to whom tribute, tribute; to whom honour, honour. Owe no one anything, except to love one another." He himself who proclaims these things has done this. Just as, therefore, he speaks boldly, writing: "I have fought the good fight; I have finished the course, I have kept the faith; henceforth there is laid up for me the crown of righteousness, which the righteous Judge will render to me." For not having lied
4. Οὐκοῦν διὰ τοῦτο ἡμῖν συμβουλεύει λέγων· « Μὴ ψεύδεσθε εἰς ἀλλήλους· » καὶ πάλιν· « Πᾶν ψεῦδος ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. » Θέλει γὰρ ἡμᾶς μιμητὰς ἑαυτοῦ γενέσθαι γράφων· « Ἀλήθειαν λέγω, οὐ ψεύδομαι. » Ἐπειδὴ καὶ εὐαγγελικόν ἐστι τοῦ Κυρίου ῥητὸν εἶναι ἡμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ. Μέχρι τούτου οἱ ἐν Χριστῷ βεβαιούτωσαν ἑαυτῶν τοὺς λόγους, καὶ μὴ, περαιτέρω βαίνοντες, εἰς ὅρκους καταφεύγωμεν· ὥστε καὶ φθαρτῶν χάριν χρημάτων ὀμνύναι τὸν Θεὸν, μάλιστα Μωσέως νομοθετοῦντος· « Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ. » Εἰ γὰρ ὅλως ἄξιος τυγχάνει τις ὀνομάσαι τὸν Θεὸν, ἀξιόπιστός ἐστι καὶ χωρὶς ὅρκου πιστευθῆναι· ὁ γὰρ πρὸς τὸ μεῖζον ἱκανὸς γενόμενος πολλῷ πλέον πρὸς τὸ ἔλαττον γένοιτ' ἂν ἱκανός. Εἰ δὲ μή ἐστιν ἀξιόπιστος χωρὶς ὅρκου πιστευθῆναι, οὐκ ἔστιν ἄρα ἄξιος οὐδὲ ὀνομάσαι τὸ ὄνομα Κυρίου, οὐκ ἔστι πιστὸς ἐν λόγῳ. Πῶς γὰρ ὅλως τούτῳ μαρτυρήσει ὁ Θεὸς ὀμνύοντι, μὴ ἔχοντι πίστιν, εἰς ἣν ὁ Κύριος ἐπιβλέπει; Ἡ δὲ Σοφία τούτου μάρτυς ἐστὶν ἡ λέγουσα· « Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, καὶ οὐ κατοι-
4. Therefore on this account he counsels us, saying: "Do not lie to one another;" and again: "Let no falsehood proceed out of your mouth." For he wishes us to become imitators of himself when he writes: "I speak the truth, I do not lie." Since indeed it is an evangelical saying of the Lord that our Yea be yea, and our Nay, nay. Up to this point let those who are in Christ confirm their own words, and let us not, going further, take refuge in oaths, so as even for the sake of corruptible money to swear by God, especially when Moses legislates: "You shall not take the name of the Lord your God in vain." For if anyone is worthy at all to name God, he is trustworthy to be believed even without an oath; for he who has become sufficient for the greater thing would much more become sufficient for the lesser. But if he is not trustworthy to be believed without an oath, then he is not worthy even to name the name of the Lord, he is not faithful in word. For how at all will God bear witness to this man when he swears, when he does not have faith, upon which the Lord looks? And Wisdom is a witness of this, saying: "For the Holy Spirit of discipline will flee deceit, and will rise up and depart from foolish thoughts, and will not dw-
PG 28:192Read from the page
κήσει ἐν σώματι καταχρέῳ ἁμαρτίαις. » Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς ἐπικαλουμένους αὐτὸν πίστιν ἀπαιτεῖ πρῶτον, ὡς ἐπὶ τοῦ τυφλοῦ λέγων· « Πιστεύεις, ὅτι δύναμαί σοι τοῦτο ποιῆσαι; » καὶ ἐπὶ τοῦ σεληνιαζομένου δέ φησιν, ὅτι « Ἐὰν πιστεύῃς, γίνεται. » Ἀπαιτεῖ δὲ τοῦτο ὁ Σωτὴρ, οὐκ ἐπειδήπερ ἔχρῃζε τῆς παρ' ἑτέρων συνεργίας· αὐτὸς γὰρ καὶ τῆς πίστεως Κύριος καὶ χορηγός ἐστιν· ἀλλ' ἵνα μὴ ὡς προσώποις χαριζόμενος φανῇ, ἀλλ' ὅτι τοῖς πιστεύουσιν ἐπινεύει· καὶ ἵνα μὴ χωρὶς πίστεως δέξωνται τὰς εὐεργεσίας, καὶ τῇ ἀπιστίᾳ ταύτας ἀπολέσωσι. Θέλει γὰρ χαριζόμενος παραμένειν τὴν χάριν, καὶ θεραπεύων ἀδιάπτωτον εἶναι τὴν θεραπείαν. Ἠσφαλίζετο γοῦν τὸν παραλυτικὸν λέγων· « Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. » Καὶ ὥσπερ ἄν τις ἰατρὸς εἰσιὼν πρὸς τοὺς κάμνοντας, πυνθάνοιτο πρῶτον εἰ βούλοιντο θεραπεύεσθαι, ἵνα μὴ αὐτοῦ φροντίζοντος, κἀκείνων μὴ βουλομένων, ἀνωφελὴς ἡ θεραπεία γένηται, ἐναντιουμένων τῶν καμνόντων πρὸς τὴν τοῦ ἰατροῦ τέχνην·
ell in a body indebted to sins." On this account our Lord Jesus Christ also first demands faith of those who call upon Him, as in the case of the blind man, saying: "Do you believe that I am able to do this for you?" and in the case of the epileptic also He says: "If you believe, it comes to pass." And the Saviour demands this, not because He had need of co-operation from others—for He Himself is both Lord and supplier of faith—but so that He may not appear as showing favour to persons, but because He assents to those who believe; and so that they may not receive the benefits without faith, and lose them through unbelief. For when He bestows grace He wishes the grace to remain, and when He heals He wishes the healing to be unfailing. Accordingly He secured the paralytic, saying: "Behold, you have become whole; sin no more, lest something worse happen to you." And just as a physician entering in to those who are sick might inquire first whether they wished to be healed, lest while he took care, and they were unwilling, the healing should become unprofitable, since those who are sick opposed the physician's art;
5. Τί τοίνυν τὸν Θεὸν καλοῦσι μάρτυρα οἱ μὴ πίστιν κατὰ ἀλήθειαν ἔχοντες; Τὸ Πνεῦμα μαρτυρεῖ ἐν Ψαλμοῖς· « Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, » δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μάρτυς, καὶ οὐ τῶν χρημάτων σημαντικός. Ὀμνύουσι γὰρ οἱ ἄνθρωποι, οὐχ ἵνα τὰ πράγματα σημάνωσιν, ἀλλ' ἵνα τὴν ἀλήθειαν πιστώσωνται, καὶ ὅτι λέγοντες οὐ ψεύδονται. Εἰ μὲν οὖν ἐστι τῷ ὀμνύοντι πίστις καὶ ἀλήθεια, τίς ἡ χρεία τοῦ ὅρκου; Εἰ δὲ μή ἐστιν ἐν αὐτῷ πίστις, διὰ τί τοσοῦτον ἀσεβοῦμεν, ὥστε δι' ἀνθρώπινα καὶ θνητὰ τὸν ὑπὲρ ἄνθρωπον Θεὸν καλεῖν μάρτυρα; Εἰ γὰρ τὸν βασιλέα τὸν ἐπὶ γῆς εἰς τὰ ἔξω δικαστήρια καλεῖν μάρτυρα οὐ θέμις, ὡς κρείττονα καὶ τῶν ἐγκαλούντων καὶ τῶν δικαζόντων, τί τὸν ἀγένητον εἰς τὰ γενητὰ καλοῦμεν, καὶ τὸν Θεὸν ὑπὸ ἀνθρώπων ποιοῦμεν καταφρονεῖσθαι; Ἄπαγε! Τοῦτο πᾶσαν ὑπερβάλλει παρανομίαν καὶ τόλμαν. Τί οὖν δεῖ ποιεῖν; Οὐδὲν πλέον ἢ εἶναι ἡμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· καὶ καθόλου μὴ ψεύδεσθαι. Οὕτως γὰρ ἡμεῖς ἀληθεύοντες, δόξαιμεν καὶ ἐν τούτῳ μιμεῖσθαι τὸν ἀληθῆ Θεόν.
5. Why then do those who do not truly have faith call God as witness? The Spirit testifies in the Psalms: "The Lord is near to all who call upon Him in truth," through which alone God can be called upon. Why then do those who do not have faith even in small things swear by God? Especially since an oath is a witness of truth, and not an indicator of money. For men swear, not in order that they may indicate the affairs, but in order that they may confirm the truth, and that in speaking they do not lie. If, therefore, the one who swears has faith and truth, what is the need of the oath? But if there is no faith in him, why do we commit such impiety as, on account of human and mortal things, to call God, Who is above man, as witness? For if it is not lawful to call the king upon earth as witness into the outer law-courts, since he is superior both to the accusers and to the judges, why do we call the Unbegotten into created things, and cause God to be despised by men? Away with it! This surpasses all lawlessness and audacity. What then must we do? Nothing more than that our Yea be yea, and our Nay, nay; and altogether not to lie. For thus speaking the truth, we ourselves might seem in this also to imitate the true God.
6. Ἴσως δέ τις ἐπὶ τούτοις εὐλόγως ἀντιθήσει λέγων· Εἰ ὁ ὅρκος ἀπὸ ἀνθρώπων κεκώλυται, καὶ ἐν τῷ μὴ ὀμνύναι τις μιμεῖται τὸ Θεῖον, πῶς αὐτὸς ὁ Θεὸς ὀμνύναι λέγεται ἐν ταῖς θείαις Γραφαῖς; Καὶ γὰρ καὶ τῷ Ἀβραὰμ ὤμοσεν, ὥσπερ καὶ Μωσῆς μαρτυ-
6. Yet perhaps someone will reasonably object to these things, saying: If the oath has been forbidden to men, and in not swearing one imitates the Divine, how is God Himself said to swear in the divine Scriptures? For indeed He swore even to Abraham, just as Moses also testi-
PG 28:193Read from the page
ρεῖ, καὶ ἐν Ὕμνοις δὲ γέγραπται· « Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. » Δόξει γὰρ ἢ ταῦτα μάχεσθαι τοῖς προλεχθεῖσιν, ἢ ἐκ τούτων ἐπιτρίβεσθαι τοὺς ἀνθρώπους εἰς ὅρκους. Ἀλλ' οὐκ ἔστιν οὕτω· μὴ ταῦτά τις νομιζέτω. Θεὸς γὰρ κατ' οὐδενὸς ὀμνύει. Πῶς γὰρ, αὐτὸς Κύριος καὶ ποιητὴς τῶν ἁπάντων ὑπάρχων; Ἀλλ' εἰ χρὴ τἀληθῆ λέγειν, ὁ λόγος ὅρκος αὐτοῦ ἐστι, πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπηγγείλατο καὶ λαλεῖ, πάντως καὶ γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεὸς, ἀλλ' ἡμῖν ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται. Ἀνθρώποις δὲ λαλῶν ὀμνύναι λέγεται, καὶ τοῦτο ἀνθρωπικώτερον λαλούντων τῶν ἁγίων· ἵνα ἀφ' ὧν αὐτοὶ λέγοντες ἀξιοῦσιν, ἀπὸ τούτων αὐτοὶ πιστεύσωσι τῷ λαλοῦντι Θεῷ. Ὡς γὰρ ἀνθρώπων τὸν λόγον ὅρκος βεβαιοῖ, οὕτως ἃ λαλεῖ ὁ Θεὸς ἀνθ' ὅρκου λογίζεσθω διὰ τὸ βέβαιον καὶ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ. Μαρτυρεῖ δὲ τῷ λεγομένῳ καὶ αὐτὸς ὁ γεγραμμένος ὅρκος· « Ὤμοσε » γὰρ « Κύριος, καὶ οὐ μεταμεληθήσεται, » ὡς τοῦ ἀμεταμελήτου καὶ πάντως ἐσομένου κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Θεὸς ἐν τῇ Γενέσει σημαίνει λέγων· « Κατ' ἐμαυτοῦ ὤμοσα. » Τοῦτο δὲ οὐχ ὅρκος ἐστίν. Οὐδὲ γὰρ κατά τινος ὤμοσεν, ὅπερ ἴδιόν ἐστιν ὅρκου· ἀλλὰ καθ' ἑαυτοῦ, ὅπερ τὴν τοῦ ὅρκου ὑπόνοιαν ἐκφεύγει, καὶ ἐν ᾧ σημαίνει τὸ βέβαιον τῆς ἐπαγγελίας, καὶ τὸ χρῆναι πάντως πιστεῦσαι τὸν ἀκούοντα. Ἔστω δὲ καὶ ὁ ὑμνῳδὸς μάρτυς τῶν λεγομένων, ἀναμιμνήσκων τὸν Θεὸν, ψάλλων καὶ λέγων· « Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου; » Οὐ γὰρ κατὰ τῆς ἀληθείας ὀμνύει Θεός· ἀλλ' ἅπερ ἀληθεύων λαλεῖ ὡς ὅρκος ἐστὶ τοῖς ἀνθρώποις πρὸς πίστιν. Οὔτε οὖν Θεὸς κατὰ τοὺς ἀνθρώπους ὀμνύει, οὔτε ἡμᾶς ἐκ τούτων εἰς ὅρκους ἐπιτρίβεσθαι χρή· ἀλλὰ τοιαῦτα λέγωμεν καὶ πράττωμεν, ὡς μὴ ὅρκου δεῖσθαι τοὺς ἀκούοντας, ἀλλ' ἀφ' ἑαυτῶν ἔχειν τὰ λεγόμενα τῆς ἀληθείας τὴν μαρτυρίαν. Ἐν τούτῳ γὰρ ὄντως μιμησόμεθα τὸ Θεῖον.
fies, and in the Hymns also it is written: "The Lord has sworn, and will not repent: You are a priest for ever according to the order of Melchizedek." For either these things will seem to fight against what was said before, or from these things men will seem to be urged on unto oaths. But it is not so; let no one suppose these things. For God swears by no one. For how could He, being Himself Lord and Maker of all things? But if one must speak the truth, His word is an oath, assuring those who hear, and furnishing faith to each one, that what He promised and speaks will by all means also come to pass. For God does not swear as a man, but to us His word becomes instead of an oath for truth. And when speaking to men He is said to swear, even this is spoken after a more human manner by the saints; so that from the things which they themselves think fit when speaking, from these they themselves may believe God Who speaks. For as an oath confirms the word of men, so let the things which God speaks be reckoned instead of an oath because of the sureness and immutability of His counsel. And the written oath itself also testifies to what is said; for "The Lord has sworn, and will not repent," since that which is unrepented and will by all means come to pass according to the promise is an oath. And this God Himself also signifies in Genesis, saying: "By Myself I have sworn." Yet this is not an oath. For He did not swear by anyone, which is proper to an oath; but by Himself, which escapes the suspicion of an oath, and wherein He signifies the sureness of the promise, and that he who hears must by all means believe. And let the hymnist also be a witness of the things said, reminding God, singing and saying: "Where are Thy ancient mercies, O Lord, which Thou did swear to David in Thy truth?" For God does not swear by the truth; but the things which He speaks in truth are as an oath to men for faith. Neither, therefore, does God swear after the manner of men, nor must we from these things be urged on unto oaths; but let us speak and do such things that those who hear have no need of an oath, but that the things spoken have the testimony of the truth from themselves. For in this we shall truly imitate the Divine.
7. Ἀλλ' ἴσως καὶ τὸ κατὰ τοὺς Νινευΐτας ἄν τις ἐπερωτήσειεν οὕτως· Εἰ ὁ λόγος ὅρκος ἐστὶ τοῦ Θεοῦ, ὅτι λέγων ἀληθεύει καὶ οὐ ψεύδεται, πῶς εἰρηκώς· « Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευΐ καταστραφήσεται, » οὐ πεπλήρωκε τὸν λόγον; δόξει γὰρ καὶ τοῦτο μάχεσθαι πρὸς τὰ πρῶτα. Ἀλλ' οὐ ψεύδεται ὁ Θεός· μὴ γένοιτο! οὐδὲ ὁ λόγος ἀπλήρωτος ἔμεινεν αὐτοῦ. Τῇ γὰρ φιλανθρωπίᾳ τὴν ὀργὴν ἤμβλυνε, καὶ τῇ
7. But perhaps someone might also ask about the matter concerning the Ninevites in this way: If the word of God is an oath, because in speaking He speaks the truth and does not lie, how, after having said: "Yet three days, and Nineveh shall be overthrown," has He not fulfilled the word? For this also will seem to fight against the former things. But God does not lie; far be it! Nor did His word remain unfulfilled. For by His loving-kindness He blunted His wrath, and by His
Notes, col. 193

On the reading

Printed λογίζεσθω, for λογιζέσθω.

PG 28:196Read from the page
μετανοίᾳ τῶν Νινευϊτῶν μᾶλλον ἐπέβλεψεν ἢ τῇ πρὸ ταύτης ἁμαρτίᾳ. Καὶ ὁ λόγος δὲ τοῦ Θεοῦ οὐχ οὕτως ἦν, ὥστε μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ · ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι · ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετανοῆσαι, ἢ τὴν μετὰ ταῦτα ὀργὴν ἐκλέξασθαι. Τί γάρ φησιν ὁ προφήτης ; « Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευΐ καταστραφήσεται. » Οὐκ εἶπε · Μετὰ τρεῖς ἡμέρας καταστραφήσεται · εἰ γὰρ ἂν, ἐγεγόνει πάντως · ἀλλ' « Ἔτι τρεῖς ἡμέραι, καὶ καταστραφήσεται · » ἵν' ἐν μὲν τῷ, « ἔτι, » λέγεσθαι, τὴν ἀνοχὴν ἐννοῶμεν τοῦ Θεοῦ, ἐν δὲ τῇ κατασκαφῇ τὴν μετὰ τὴν ἀνοχὴν, εἰ μὴ μετανοήσαιεν, γενησομένην ὀργήν. Ἐπεὶ εἰ μὴ τοῦτον εἶχε τὸν τρόπον, καὶ μετανοίας χάριν τῶν ἀνθρώπων ὑπερέθετο τὰς τρεῖς ἡμέρας, τί τὸν Θεὸν ἐκώλυε καὶ παραυτὰ τὴν Νινευΐ ἀπολέσαι ; Ἀσθένεια ; Ἄπαγε ! μηδὲ εἰς νοῦν ποτε τοῦτο τὸν ἡμέτερον ἔλθοι. Κύριος γὰρ τῶν δυνάμεων καὶ ἰσχυρὸς καὶ δυνατός ἐστιν ὁ Θεός. Ἀλλ' ἄγνοια τῶν πράξεων ἐκείνων ; μηδὲ τοῦτο λεγέσθω · οἶδε γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Τί οὖν ὑπολείπεται νοεῖν ἢ μακροθυμίαν καὶ φιλανθρωπίαν τοῦ Δεσπότου ; ἣν καὶ ὁ προφήτης ἐπιστάμενος, ἔφευγε μὲν ἀποστελλόμενος τὸ πρῶτον, τὸ δεύτερον δὲ ἀπολογούμενός φησιν · « Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου ; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ἔγνων, ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. » Ἔφυγε δὲ Ἰωνᾶς, οὐχ ὡς ἀντιλέγων τῷ Θεῷ · καὶ ἐλυπεῖτο, οὐχ ὡς ἐπὶ τῇ ἀπωλείᾳ τῶν Νινευϊτῶν χαίρων · ἀλλὰ τοῦτο ἐποίει διὰ τὴν Νινευϊτῶν κηδεμονίαν. Ἐφοβεῖτο γὰρ μὴ ἀβέβαιος παρ' αὐτοῖς νομισθῇ, καὶ λοιπὸν ἄρξωνται μηκέτι προφήταις πιστεύειν, ἀλλὰ ἄπιστος παρ' αὐτοῖς ὁ προφητικὸς λόγος γένηται. Διὰ τοῦτο γοῦν καὶ ἠθύμησεν, ἵνα ἐλεγχθῇ παρὰ τοῦ Δεσπότου, καὶ φανερὸν τοῖς Νινευΐταις ἐκεῖ πᾶσι γένηται, ὅτι οὐ διὰ τὸ ψεύσασθαι τὸν προφήτην, ἀλλὰ διὰ φιλανθρωπίαν τοῦ Θεοῦ συγκεχώρηται τοῖς Νινευΐταις. Ἤδει γὰρ ἐν τῇ « ἔτι » λέξει σημαινομένην μακροθυμίαν. Καὶ τοῦτο τῆς θείας Γραφῆς ἐστι τὸ ἔθος. Ὅταν γὰρ τὴν ἑαυτοῦ μακροθυμίαν σημαίνειν ἐθέλῃ ὁ Θεὸς, διὰ τῆς λέξεως τῆς, « ἔτι, » ταύτην ἀπαγγέλλει · ὡς ἐὰν λέγῃ διὰ μὲν τοῦ Ἠσαΐου · « Τί ἔτι ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα ; » διὰ δὲ τοῦ Ἰερεμίου · « Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος. » Ἐν δὲ τῷ λέγειν, « ἔτι, » δείκνυσι τὴν ἑαυ-
looked rather upon the repentance of the Ninevites than upon their prior sin. And the word of God was not such that after a three days' space Nineveh must be dug down; but rather, For three days I shall bear with you; so that in the forbearance of the three days they might have power to repent, or else to choose the wrath that would follow thereafter. For what says the prophet? "Yet three days, and Nineveh shall be overthrown." He did not say: After three days it shall be overthrown; for if so, it would altogether have come to pass; but, "Yet three days, and it shall be overthrown:" so that in the saying "yet" we might understand the forbearance of God, and in the digging down, the wrath that would come to pass after the forbearance if they did not repent. Since if it were not in this way, and if He did not defer for the three days for the sake of men's repentance, what hindered God from destroying Nineveh even immediately? Weakness? Away with the thought! May this never even come into our mind. For the Lord of hosts and strong and mighty is God. Was it ignorance of those deeds? Let not this be said either; for He knows all things before their coming into being. What then remains to understand save the long-suffering and loving-kindness towards man of the Master? Which the prophet also knowing, fled indeed when sent the first time, and the second time making his defence says: "O Lord, were not these my words, while I was yet in my land? Therefore I made haste to flee unto Tharsis, because I knew that Thou art merciful and compassionate, long-suffering and plenteous in mercy, and repenting over evils." And Jonah fled, not as contradicting God; and he grieved, not as rejoicing over the destruction of the Ninevites; but he did this through care for the Ninevites. For he feared lest he should be deemed unreliable among them, and henceforth they should begin no longer to believe prophets, but the prophetic word should become discredited among them. Wherefore indeed he was also disheartened, so that he might be reproved by the Master, and it might become manifest to all the Ninevites there that it was not because the prophet lied, but because of the loving-kindness of God towards man that pardon had been granted to the Ninevites. For he knew that in the word "yet" long-suffering was signified. And this is the custom of the divine Scripture. For whenever God wills to signify His own long-suffering, He declares this through the word "yet"; as when He says through Isaiah on the one hand: "What yet shall I do to My vineyard, and have not done?" and through Jeremiah on the other: "Wherefore yet I will plead with you in judgement, says the Lord." And in saying "yet", He shows His own
PG 28:197Read from the page
τοῦ ἀγαθότητα καὶ ἀνοχήν. Λέγει γάρ · « Διέλθετε νήσους Χετιεὶμ, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ ἴδετε. » Εἰ τοίνυν μὴ μακροθυμεῖν ἤθελεν, οὐδὲ παραινέσεις αὐτοῖς ἐδίδου · ὥστε διελθεῖν, καὶ διελθόντας μαθεῖν ἐκ τῶν ἐναντίων τὴν πρὸς τὸ καλὸν σύγκρισιν. Ἀμέλει ὅταν μηκέτι μακροθυμίαν, ἀλλ' ὀργὴν ἡ πρᾶξις ἑκάστου προσκαλεῖται, λοιπὸν ἀποφαίνεται λέγων · « Οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν. » Διὰ δὲ τοῦ ὧδε, « οὐκέτι, » ῥήματος σημαινομένου, δείκνυσι φανερῶς τὴν περὶ τῶν Νινευϊτῶν δηλουμένην διὰ τοῦ, « ἔτι, » μακροθυμίαν, καὶ τοῦ λόγου τὴν ἀλήθειαν. Ἀδύνατον γὰρ ἦν μὴ ἀληθεῦσαι τὸν Θεὸν λέγοντα, καὶ μόνον βουλόμενον. Διὰ τοῦτο τῷ Ἀβραὰμ ἐπαγγειλάμενος, οὐκ ἐψεύσατο, ἀλλὰ καὶ τὸν υἱὸν ἐχαρίζετο · καὶ τὸν λαὸν ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου διὰ τοῦ ἱεροφάντου Μωσέως. Καὶ τὸν μὲν Ἰσαὰκ ἐπληροφόρει τῇ ὑποσχέσει, καὶ πατέρα τοῦτον ἐποίει τῶν δύο λαῶν · τῷ δὲ Ἰακὼβ ἐπαγγειλάμενος ἐδείκνυε τὸν Ἰωσήφ. Καὶ τῷ μὲν πιστοτάτῳ Μωσεῖ ἐδίδου τῶν λεγομένων τὴν πίστιν διὰ τῶν συμβαινόντων τῷ Φαραώ · τῷ δὲ Δαβὶδ ἐπαγγειλάμενος, ἀπεδίδου τὴν ὑπόσχεσιν διὰ Σολομῶντος · λέγω δὴ τὴν τοῦ ναοῦ οἰκοδομήν.
goodness and forbearance. For He says: "Pass over to the islands of Chetiim, and send unto Kedar, and see." If therefore He had not willed to be long-suffering, He would not have given them exhortations either, so as to pass over, and having passed over to learn from the opposites the comparison towards the good. Assuredly, whenever the deed of each one calls forth no longer long-suffering, but wrath, He henceforth pronounces, saying: "I shall no longer bear your sins." And through the word "no longer" signified here, He manifestly shows the long-suffering concerning the Ninevites declared through the word "yet", and the truth of the word. For it was impossible that God should not be true when speaking, and even solely when willing. Wherefore, having promised to Abraham, He did not lie, but both freely gave the son, and brought the people out of Egypt through the hierophant Moses. And Isaac indeed He assured by the promise, and made him father of the two peoples; and having promised to Jacob, He showed Joseph. And to the most faithful Moses He gave assurance of the things spoken through the things happening to Pharaoh; and having promised to David, He fulfilled the promise through Solomon: I mean the building of the temple.
8. Καὶ τί μοι χρεία πολλῶν ; Οὐδέν ἐστιν, ὃ λέγει ὁ Θεὸς, καὶ ἀπλήρωτον τοῦτο μένει. Κἂν παραυτίκα τις ὀλιγωρῇ ζητῶν τὸν λόγον, ἀλλὰ τῷ χρόνῳ τὴν ἀπόδοσιν ἡ ὑπόσχεσις ἔχει, καὶ τῷ χρόνῳ πάντως ἡ ἐπαγγελία πληροῦται. Ἰδοὺ γὰρ καὶ τὰ πρὸ πολλοῦ λεχθέντα ὑπὸ τοῦ Κυρίου καὶ τὰ πρὸ πολλῶν εἰρημένα χρόνων νῦν ἐν τοῖς Εὐαγγελίοις ὁρῶμεν πληρούμενα. Ἠσαΐας μὲν γὰρ προεφήτευσεν ἐξ ἀπειρογάμου γυναικὸς τεχθήσεσθαι τὸν Ἐμμανουήλ · αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμενος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπον, ἐν ᾧ μέλλει ὁ Χριστὸς γεννᾶσθαι · αὐτὸς δὲ Κύριος, ἐν Βηθλεὲμ ἐπὶ φάτνης ἀνακείμενος, ἐδείκνυε τὸν προφήτην ἀληθῆ. Καὶ ὁ μὲν Ζαχαρίας εὐηγγελίζετο τῇ Ἱερουσαλὴμ τὴν εἴσοδον τοῦ Σωτῆρος · αὐτὸς δὲ ὁ Κύριος, ἀποστέλλων ἐπὶ τὸν ὄνον καὶ εἰσερχόμενος, ἐφ' ἑαυτοῦ τὴν προφητείαν ἀνεπλήρου. Καὶ ὅλως, ἵνα μὴ τὸ καθέκαστον ὀνομάζω τῶν γεγραμμένων, αὐτὸς πλήρωμα τοῦ νόμου καὶ τῶν προφητῶν γέγονεν. Ἃ γὰρ δι' αὐτῶν προαπήγγελλε, ταῦτα παρὼν αὐτὸς ἐτελείου πληρῶν καὶ λέγων · « Αὐτὸς ὁ λαλῶν πάρειμι. » Ἰδοὺ οὖν καὶ νῦν τὰ πάλαι ἀναφωνούμενα περὶ τοῦ Σωτῆρος ἐν τοῖς Ψαλμοῖς, ἄρτι πάλιν πληροῦται διὰ τῆς τῶν στρατιωτῶν τόλμης. Ἃ γὰρ προεσήμανε παθεῖν αὐτὸν, ταῦτα νῦν οἱ δῆμοι Ἰουδαίων ἐνεργοῦσι, διαμεριζόμενοι τὰ ἱμάτια τοῦ Σωτῆρος, καὶ ποτίζοντες αὐτὸν ὄξος μετὰ χολῆς. « Ταῦτα γὰρ, » φησὶν, « ἐγί-
8. And what need have I of many words? There is nothing that God says, and this remains unfulfilled. Even if someone straightway grows faint-hearted in seeking the word, yet in time the promise has its fulfilment, and in time the pledge is altogether fulfilled. For behold, both the things spoken long ago by the Lord and the things uttered many ages ago we now see being fulfilled in the Gospels. For Isaiah indeed prophesied that Emmanuel would be born of a woman unwedded; and He Himself, born of Mary the Virgin and appearing as God, fulfilled the word of the prophet. And Micah foretold even the place in which the Christ was about to be born; and the Lord Himself, lying in Bethlehem in a manger, showed the prophet to be true. And Zechariah proclaimed the good tidings to Jerusalem of the entry of the Saviour; and the Lord Himself, sending for the ass and entering in, fulfilled the prophecy in Himself. And in short, that I may not name each single one of the things written, He Himself has become the fulfilment of the law and the prophets. For the things which He foretold through them, these being present He Himself perfected, fulfilling them and saying: "I myself who speak am here." Behold therefore even now the things proclaimed of old concerning the Saviour in the Psalms are just now again being fulfilled through the audacity of the soldiers. For the things which He foretold that He would suffer, these the multitudes of the Jews now work, parting among themselves the garments of the Saviour, and giving Him to drink vinegar with gall. "For these things," he says, "came