Migne Reading Room

PG 28 · cols. 97–108 · Read from the page

Against the Sabellians

Against the Sabellians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:97Read from the page
πτίους, καὶ ἄλλοι πολλοὶ ἀσεβεῖς ἀσεβέσιν ἠναντιώθησαν. Οὐ τοίνυν ἐξαρκεῖ τὸ πρὸς ἀσέβειαν ἀνθίστασθαι, εἰ μὴ δι' εὐσέβειαν ἡ πρὸς τὴν ἀσέβειαν ἀντίστασις γίγνηται. Πολλὰ καὶ μεγάλα κατὰ τῶν εἰδωλολατρούντων ἔχουσι λέγειν οἱ Ἰουδαῖοι, καὶ δίκαια λέγουσι κατηγοροῦντες αὐτῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα. Ἀλλ' οὐχ ὅτι δυσσέβειαν ἐλέγχουσι, διὰ τοῦτο εὐσεβεῖν ὁμολογηθήσονται, τὸν Υἱὸν τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα γέγονεν, ἀρνούμενοι, καὶ τοῖς δι' αὐτοῦ τὸν Πατέρα σεβομένοις ἐγκαλοῦντες πολυθεότητα. Διόπερ ἐξεληλύθαμεν ἐξ Ἑλλήνων, καὶ ἀφωρίσμεθα, πρὸς τὸ μὴ ταῖς ἀκαθάρτοις εἰδωλολατρείαις ἀναμίγνυσθαι· ἐξεληλύθαμεν δὲ καὶ ἐκ τῆς τῶν Ἰουδαίων βλασφημίας, τὸν Υἱὸν ὁμολογήσαντες τοῦ Θεοῦ, καὶ φυγόντες τὴν ὀλέθριον ἄρνησιν τοῦ Κυρίου ἡμῶν, τοῦ λέγοντος· « Ὃς δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. » Ὁμολογοῦμεν δὲ τὸν Υἱὸν ἐκ Πατρὸς, καὶ ἀεὶ μετὰ τοῦ Πατρὸς, πιστεύοντες αὐτῷ λέγοντι καὶ ἐπαγγελλομένῳ· « Πᾶς ὅστις ὁμολογήσειεν ἐμὲ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. »
ians, and many other impious men opposed the impious. It does not suffice, therefore, to resist impiety, unless the resistance against impiety takes place for the sake of piety. The Jews have many great things to say against those who worship idols, and they speak justly when they accuse them of worshipping the creation rather than the Creator. Yet not because they refute impiety will they on this account be acknowledged to be pious, when they deny the Son of God, through Whom all things came into being, and charge with polytheism those who through Him worship the Father. Wherefore we have come out from the Greeks, and have separated ourselves, so as not to mingle with impure idolatries; and we have come out also from the blasphemy of the Jews, having confessed the Son of God, and having fled the destructive denial of our Lord, Who says: « But whoever shall deny Me before men, him will I also deny before My Father Who is in the heavens. » And we confess that the Son is from the Father, and is always with the Father, believing Him when He says and promises: « Everyone who shall confess Me before men, him will I also confess before My Father Who is in the heavens. »
2. Τοῦτο ὁρῶντες τὸ παράδειγμα, καὶ νῦν ἀπηλλοτριώθημεν τῶν Ἑλληνιζόντων ἐπ' ὀνόματι Χριστιανισμοῦ, τῶν ἔργον Θεοῦ τολμώντων θεολογεῖν τε καὶ προσκυνεῖν. Χωριζόμεθα δὲ καὶ τῶν Ἰουδαϊζόντων καὶ τὸν Χριστιανισμὸν ἐν Ἰουδαϊσμῷ παραφθειρόντων· οἳ, τὸν ἐκ τοῦ Θεοῦ Θεὸν ἀρνούμενοι, Θεὸν ἕνα παραπλησίως Ἰουδαίοις λέγουσιν· οὐχ ὅτι μόνος ἀγέννητος, καὶ μόνος πηγὴ θεότητος, διὰ τοῦτο φάσκοντες αὐτὸν εἶναι μόνον Θεόν· ἀλλ' ὡς ἄγονον Υἱοῦ καὶ ἄκαρπον ζῶντος Λόγου καὶ σοφίας ἀληθινῆς. Λόγον γὰρ οἷον τὸν ἐκ καρδίας ἀνθρώπου νομίζουσι τὸν τοῦ Θεοῦ, καὶ σοφίαν ὁποίαν τὴν ἐν ψυχῇ· καὶ διὰ τοῦτο πρόσωπον ἓν τὸν Θεὸν ἅμα τῷ Λόγῳ φασίν· ὥσπερ καὶ τὸν ἄνθρωπον ἅμα τῷ ἑαυτοῦ Λόγῳ ἄνθρωπον ἕνα, οὐδὲν πλέον Ἰουδαίων δοξάζοντες, τῶν οὐκ ἀποδεξαμένων τὸν εὐαγγελιστὴν τὸν εὐθὺς ἐξ ἀρχῆς βοῶντα· « Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. » Εἰ γὰρ ἐν καρδίᾳ Λόγον ὁ Θεὸς ἔχει μὴ γεγεννημένον ἐξ αὐτοῦ κατὰ ἀλήθειαν, ὡς Θεὸν ἐκ Θεοῦ, πῶς ἂν εἴη πρὸς τὸν Θεὸν ὁ Λόγος; καὶ πῶς ἂν εἴη Θεός; Οὐ γὰρ ὁ λόγος τοῦ ἀνθρώπου ἄνθρωπός ἐστι πρὸς ἄνθρωπον, ἐπεὶ μήτε ζῶν ἐστι, μήτε ὑφεστὼς, ἀλλὰ ζώσης καρδίας καὶ ὑφεστώσης κίνημα μόνον· καὶ λέγεται παραχρῆμα, καὶ οὐκ ἔστι, καὶ πολλάκις λαλούμενος οὐδέποτε δια-
2. Seeing this example, now too we have alienated ourselves from those who Hellenize under the name of Christianity, who dare both to call God and to worship a work of God. And we separate ourselves also from those who Judaize and corrupt Christianity in Judaism; who, denying the God Who is from God, speak of one God in much the same way as the Jews: not because He alone is unbegotten, and alone is the fountain of Godhead, on this account asserting that He alone is God; but as being barren of a Son and fruitless of a living Word and true wisdom. For they suppose the Word of God to be such as that which is from the heart of a man, and His wisdom such as that which is in a soul; and on this account they say that God together with the Word is one person, just as a man together with his own word is one man, holding nothing more than the Jews, who did not accept the evangelist when right from the beginning he cried aloud: « In the beginning was the Word, and the Word was with God, and the Word was God. » For if God has a Word in His heart not begotten from Him in truth, as God from God, how could the Word be with God? and how could He be God? For the word of a man is not a man with a man, since it is neither living nor subsistent, but is only a movement of a living and subsistent heart; and it is spoken on the instant, and is no more, and though often uttered it never re-
PG 28:100Read from the page
μένει. Τὸν δὲ τοῦ Θεοῦ Λόγον ἄνωθεν ὁ ψαλμῳδὸς ἐκεκράγει λέγων· « Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ· » καὶ σύμφωνος αὐτῷ ὁ Θεὸν εἶναι τὸν Λόγον ὁμολογῶν εὐαγγελιστὴς, φανερωθέντα τε αὐτὸν εὐαγγελίζεται, καὶ παραγενόμενον μηνύει, καὶ σαρκωθέντα κηρύττει, οὐ συμπεριλαμβάνων τῇ τοῦ Λόγου σαρκώσει τὸν Πατέρα· « Ὁ Λόγος, γάρ φησι, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ως Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. » Μονογενῆ τὸν Λόγον ὄντα ὁρᾷς ἐν κόσμῳ φανερούμενον, ἐν ἀνθρώποις σκηνοῦντα, δόξαν αὐτῷ κηρυσσομένην, ὡς Μονογενοῦς παρὰ Πατρός· οὐχ ὡς Πατρὸς αὐτοῦ ὄντος, οὐδ' ὡς τοῦ Πατρὸς ἅμα τῷ Λόγῳ πεφηνότος, ὥσπερ ὁ ἄνθρωπος ἅμα τῷ ἑαυτοῦ φαίνεται λόγῳ, καὶ οὐκ ἔστι φανῆναι τὸν λόγον, εἰ μὴ καὶ ὁ λαλῶν αὐτὸν παρείη καὶ φθέγγοιτο. Τίσιν οὖν πιστεύομεν; Πότερον τοῖς εὐαγγελιζομένοις ἡμῖν Υἱὸν παρὰ Πατρὸς ἐπιδεδημηκότα, ἢ τοῖς ἓν πρόσωπον ἅμα τῷ Λόγῳ τὸν Πατέρα φάσκουσιν εἶναι; Εἰ γὰρ ἓν πρόσωπον, πῶς τὸ μὲν ἀποστέλλει, τὸ δὲ ἀποστέλλεται, καὶ θεωρεῖται διὰ σαρκός; « Θεὸν » γὰρ « οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο, » καὶ παραγεγονὼς αὐτὸς φθέγγεται τῇ ἁγίᾳ φωνῇ, παρέχων τὴν ἑαυτοῦ θεωρίαν, καὶ διὰ ταύτης τὴν τοῦ Πατρὸς ἐπίγνωσιν ὑποτιθέμενος· « Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, » οὐχ ἑαυτὸν εἶναι τὸν Πατέρα φάσκων, πῶς γὰρ, τὸν ἀόρατον; ἀλλὰ τοιοῦτον οἷον τὸν Πατέρα· προειρήκει γάρ· « Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε, » τὴν δυάδα τῶν προσώπων ἄντικρυς ἡμῖν ἐξηγούμενος, ἀπαραλλάκτῳ γνωριζομένην θεότητι. Διόπερ ὁ τῆς τοῦ Υἱοῦ καταξιούμενος θεωρίας οὐκ ἀπεστέρηται τῆς τοῦ Πατρός. Οὐ γὰρ ἀλλοῖον ὁ γεννήτωρ ἐγέννα, ἀλλὰ τοιοῦτον οἷος αὐτός. Εἰ γοῦν ἕν τι μόνον εἶναι πρᾶγμα νομίζεις, δύο δὲ ὄντα κατὰ ἀλήθειαν, ἀγνοεῖς τὸν Πατέρα καὶ τὸν Υἱόν. Τίς οὖν σοι πρὸς τὴν ἐκκλησιαστικὴν διδασκαλίαν ἐστὶ κοινωνία; Πῶς δὲ τὰς τοῦ δεσπότου δέξῃ φωνὰς, « Ἐγὼ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν; » Καὶ πάλιν περὶ τοῦ Πατρὸς διαλεγόμενος, « Παρ' αὐτοῦ εἰμι, » φησὶ, « κἀκεῖνος ἐμὲ ἀπέστειλε· » προστίθησι δὲ καὶ τὸ τρίτον· « Ἐγὼ, » φησὶ, « παρακαλέσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν. »
mains. But concerning the Word of God the psalmist had cried aloud from of old, saying: « For ever, O Lord, Thy Word abides in heaven; » and in harmony with him the evangelist who confesses that the Word is God both proclaims the good news that He was manifested, and declares that He arrived, and preaches that He became incarnate, not including the Father in the incarnation of the Word: « For the Word, he says, became flesh, and dwelt among us, and we beheld His glory, glory as of the Only-begotten from the Father, full of grace and truth. » You see the Word, Who is Only-begotten, manifested in the world, dwelling among men, glory proclaimed as His, as of the Only-begotten from the Father: not as though He Himself were the Father, nor as though the Father had appeared together with the Word, just as a man appears together with his own word, and it is impossible for the word to appear unless he who speaks it is also present and utters it. Whom then do we believe? Those who proclaim to us the good news that the Son has come to sojourn from the Father, or those who assert that the Father together with the Word is one person? For if there is one person, how does the one send, and the other is sent, and is beheld through flesh? For « God no one has ever seen; the only-begotten Son, Who is in the bosom of the Father, He has declared Him, » and having arrived He Himself speaks with His holy voice, affording the vision of Himself, and through this setting before us the knowledge of the Father: « He who has seen Me, has seen the Father, » not asserting that He Himself is the Father—for how could He, when the Father is invisible?—but that He is such as the Father; for He had said beforehand: « If you had known Me, you would have known My Father also, » explaining to us outright the duality of the persons, made known by an undistinguishable Godhead. Wherefore he who is counted worthy of the vision of the Son is not deprived of that of the Father. For the Begetter did not beget one of another kind, but such as He Himself is. If therefore you suppose that there is only some one thing, whereas in truth they are two, you are ignorant of the Father and the Son. What communion then do you have with the teaching of the Church? And how will you receive the voices of the Master, « I, He says, and the Father are one? » And again when speaking concerning the Father, « I am from Him, » He says, « and He sent Me; » and He adds the third also: « I, » He says, « will beseech My Father, and He will give you another Paraclete. »
Ὅταν οὖν περὶ μὲν ἑαυτοῦ λέγῃ τὸ, « Ἐγώ, » περὶ δὲ τοῦ Πατρὸς, « Ἐκεῖνος, » περὶ δὲ τοῦ Πνεύματος,
Whenever therefore concerning Himself He says, « I, » and concerning the Father, « He, » and concerning the Spirit,
Notes, col. 100

On the reading

Printed ως, for ὡς.

PG 28:101Read from the page
« ἄλλος· » πῶς οὐκ αποστασία σαφὴς ἀρνεῖσθαι τὰ τρία, καὶ μόνον εἶναι λέγειν τὸν φάσκοντα· « Οὐκ εἰμὶ μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ' ἐμοῦ ἐστι. » Χρῆται δὲ καὶ νομικῇ φωνῇ, καὶ διὰ ταύτης δύο παρίστησιν ὄντας αὐτόν τε καὶ τὸν Πατέρα· « Ἐν τῷ νόμῳ, γάρ φησι, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· Ἐγὼ, » φησὶν, « εἰμὶ ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. » Ἰδοὺ γὰρ δύο πρόσωπα, καὶ εἰ μὴ λέγεις δύο εἶναι κατὰ ἀλήθειαν, τοῦτο λέγων οὐδὲ τὴν μαρτυρίαν ἐᾷς συνίστασθαι οὖσαν ἀληθινήν. Τοῦτο γὰρ πιστοῦται τὴν μαρτυρίαν, τὸ μὴ ὑφ' ἑνὸς γίνεσθαι μόνου, ἀλλ' ὑπὸ δύο. Καὶ γὰρ μεμαρτύρηκεν ὁ Πατὴρ ἐξ οὐρανοῦ λέγων· « Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· » καὶ Υἱὸς Θεοῦ εἶναι ὁ μονογενὴς Υἱὸς μαρτυρεῖ, καὶ τῷ Πατρὶ διείλεκται σαφῶς ἐν ἀκοαῖς ἀνθρώπων λέγων· « Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ ὁ Πατήρ· ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. » Ἀλλὰ τί πρὸς ταῦτα ἀπολογοῦνται οἱ τῆς Ἰουδαίων ἀρνήσεως ὑπηρέται, ὑπὲρ τοῦ μὴ σαφῶς ἐλέγχεσθαι τοῖς Εὐαγγελίοις ἀντιπράττοντες τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ οὕτως δύο ὑποστάσεις φαίνεσθαι, ἕνα τὸν Πατέρα Θεὸν, ἕτερον δὲ τὸν Υἱὸν ἄνθρωπον; Φεῦ τῆς ἀσεβείας! Καὶ τί τοῦτο διαφέρει τῆς Σαμοσατέως ἀπολογίας; εἰπάτωσαν δὲ πῶς ἄνθρωπος περὶ ἑαυτοῦ ταῦτα φθέγγεσθαι τολμᾷ. « Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα; » Πῶς δὲ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ ταῦτα φθεγγομένου μαρτυρεῖ, ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ; Οὐκ ἄνθρωπος ἴσος τῷ Θεῷ, ἀλλ' ὁ ἐκ τοῦ Θεοῦ Θεὸς ἴσα ἕξει τῷ γεγεννηκότι κατὰ τὴν φύσιν, ὡς καὶ Παῦλος μαρτυρεῖ, οὐ περὶ τῆς ἐνανθρωπήσεως, ἀλλὰ τὰ πρὸ τῆς ἐνανθρωπήσεως ἐξηγούμενος· « Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ. » Ἴσμεν καὶ ἀνθρωπίνως πολλάκις τὸν Σωτῆρα φθεγγόμενον· ἀλλ' οὐχ ὅτε φησίν· « Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. » Οὐ γὰρ ἄνθρωπος ὁ πεμφθεὶς εἰς τὸν κόσμον, ὁ λέγων· « Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω· » ὁ λέγων· « Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον· » ὁ λέγων· « Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. » Ἀλλ' εἰ θέλεις αὐτῷ
"another;" how is it not a manifest apostasy to deny the three, and to say that He is alone Who declares: "I am not alone, because the Father Who sent Me is with Me" (John 8:16)? And He also uses the voice of the law, and through it He presents them as being two, both Himself and the Father: "For in your law," He says, "it is written that the testimony of two men is true; I," He says, "am He Who bears witness concerning Myself, and the Father Who sent Me bears witness concerning Me" (John 8:17-18). For behold two Persons, and if you do not say that they are two in truth, in saying this you do not even allow the testimony, which is true, to stand firm. For this confirms the testimony, that it comes not from one alone, but from two. For indeed the Father has borne witness from heaven, saying: "This is My beloved Son" (Matt. 3:17; 17:5); and the only-begotten Son bears witness that He is the Son of God, and He has conversed clearly with the Father in the hearing of men, saying: "I thank Thee, O Father, Lord of heaven and earth, because Thou hast hidden these things from the wise and prudent, and hast revealed them to babes. Yea, Father, for so it was well-pleasing before Thee. All things have been delivered to Me by My Father" (Matt. 11:25-27). But what defence do the ministers of the denial of the Jews make to these things, in order that they may not be clearly convicted of opposing the Gospels of our Lord Jesus Christ; and so that two hypostases may appear, the one the Father, God, and the other the Son, a man? Alas for the impiety! And how does this differ from the defence of the Samosatene? Let them say how a man dares to utter these things concerning himself: "He who has seen Me has seen the Father" (John 14:9)? And how does the Evangelist bear witness concerning Him when He utters these things, that He called God His own Father, making Himself equal to God (John 5:18)? A man is not equal to God, but God from God will have equality with Him Who begot Him according to nature, as Paul also bears witness, expounding not concerning the incarnation, but the things before the incarnation: "Who, being in the form of God, counted it not a prize to be equal to God" (Phil. 2:6). We know that the Saviour also often speaks humanly; yet not when He says: "I am He Who bears witness concerning Myself, and the Father Who sent Me bears witness concerning Me" (John 8:18). For He Who was sent into the world is not a man, Who says: "I came forth from the Father and am come" (John 16:28); Who says: "For God so loved the world, that He gave His only-begotten Son, that everyone who believes in Him should not perish, but have eternal life" (John 3:16); Who says: "I have come down from heaven, not to do My own will, but the will of Him Who sent Me" (John 6:38). But if you wish to
Notes, col. 101

On the reading

Printed αποστασία, for ἀποστασία.

PG 28:104Read from the page
ἀνθρωπίνως ἀκοῦσαι, ἁρμοζόντως τῇ ὁρωμένῃ κατὰ σάρκα μορφῇ, καὶ τῇ νομιζομένῃ ψιλῇ παρὰ τοῖς ἀκούσασιν ἀνθρωπότητι, ἄκουε λέγοντος αὐτοῦ· « Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθὴς οὐκ ἔστι· » κατὰ τὸ μὴ ἀξιόπιστον εἶναι, μηδὲ νομίζεσθαι ἄνθρωπον ἑαυτῷ μαρτυροῦντα· ὅτε δέ φησι· « Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω. » Ὅτε, ἀριθμῶν τὸν Πατέρα καὶ αὑτὸν, δύο φησὶν εἶναι τοὺς περὶ τῆς δόξης αὐτοῦ μάρτυρας, οὐκ ἀνθρώπινα φθέγγεται, ἀλλ' ὑπὲρ πᾶσαν ἀνθρωπίνην ἀξίαν· καὶ τί λέγω ἀνθρωπίνην; ὑπὲρ ἀγγελικὴν, ὑπὲρ ἀρχὰς, ὑπὲρ δυνάμεις, ὑπὲρ κυριότητας. Ποία γὰρ ἀνθρώπου καὶ Θεοῦ συναρίθμησις; τίς ἐγγύτης, ἢ τίς κοινωνία; ἀλλὰ λέγων· « Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, « ἄνθρωπος εἶναί σοι δοκεῖ, καλῶς· καὶ γὰρ ἔχει τὸ ἀνθρώπινον ἀναμεμιγμένον ἡ παραγενομένη θεότης εἰς τὸν κόσμον.
hear Him speaking humanly, suitably to the form seen according to the flesh, and to the humanity supposed by the hearers to be bare, hear Him saying: "If I bear witness concerning Myself, My testimony is not true" (John 5:31); according as a man bearing witness to himself is not trustworthy, nor considered so; whereas when He says: "Even if I bear witness concerning Myself, My testimony is true, because I know whence I come, and whither I go" (John 8:14). When, numbering the Father and Himself, He says that the witnesses concerning His glory are two, He utters things not human, but above all human dignity; and why do I say human? above angelic, above principalities, above powers, above dominions. For what numbering together is there of man and God? what nearness, or what fellowship? Yet when He says: "I thank Thee, O Father, Lord of heaven and earth" (Matt. 11:25), He seems to you to be a man, and rightly; for indeed the Godhead that has come into the world has the human element mingled with It.
4. Ἀλλὰ μὴ διὰ τὸ κάλυμμα τῆς σαρκὸς ἀγνόει τὸν Θεὸν, τὸν εὐθὺς ἐπάγοντα περὶ ἑαυτοῦ, καὶ φάσκοντα· « Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. » Ἀπέκλεισέ σοι τὴν συκοφαντίαν ὁ Κύριος· Θεὸν παραστήσας ἑαυτὸν καὶ ἐπὶ τῆς ἀνθρωπίνης μορφῆς ὑπὸ τοῦ Πατρὸς γινωσκόμενον μόνον, καὶ γινώσκοντα τὸν Πατέρα, καὶ τοῖς καταξιουμένοις ἀποκαλύπτοντα τὴν ἑαυτοῦ γνῶσιν καὶ τὴν τοῦ Πατρὸς, προσκαλεῖται ἡμᾶς πρὸς ἑαυτὸν, ἀνάπαυσιν ἐπαγγελλόμενος παρὰ ἑαυτῷ, καὶ ζυγὸν ἑαυτοῦ βαστάσαι παρακελευόμενος. Ταῦτα λέγων ἀπαμφιέννυσι τὴν θεότητα, ἑρμηνεύει τὸ κεκαλυμμένον διὰ τῆς μικρᾶς μορφῆς ὑπερβάλλον μέγεθος, τὴν ὑπερουράνιον ἐξουσίαν ἐπιδείκνυσι γηΐνῳ παραπεπετασμένην σώματι. Καὶ τί με δεῖ καταλέγειν μυρίας οὔσας θεϊκὰς φωνὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; δι' ὧν ἐκβάλλεται μὲν εἰκότως ἡ τοῦ Σαμοσατέως καινοτομία περὶ τοῦ Σωτῆρος, ὡς ὄντος ἀνθρώπου ψιλοῦ, συνεκβάλλεται δὲ καὶ ἡ τῶν μιμουμένων ἐκεῖνον ἀλόγιστος φλυαρία. Φέρε γὰρ, ἵν' ὀλίγων ἐπιμνησθῶμεν μαρτυριῶν, τίς ὁ τὰ τοιαῦτα λέγων· « Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; » Οὐκ ἀνθρώπου τὸ ῥῆμα, ἀλλὰ Θεοῦ
4. But do not because of the veil of the flesh be ignorant of God, Who immediately subjoins concerning Himself, and declares: "No one knows the Son except the Father, nor does anyone know the Father except the Son, and he to whom the Son wills to reveal Him. Come to Me, all you who labour and are burdened, and I will give you rest. Take My yoke upon you, and learn from Me, for I am meek and humble in heart; and you shall find rest for your souls; for My yoke is kindly, and My burden is light" (Matt. 11:27-30). The Lord has shut out your calumny: having presented Himself even in the human form as God, known by the Father alone, and knowing the Father, and revealing to those deemed worthy the knowledge of Himself and that of the Father, He calls us to Himself, promising rest with Himself, and bidding us bear His yoke. In saying these things He unveils the Godhead, He expounds the surpassing greatness covered by the small form, He displays the supercelestial authority veiled by an earthly body. And why need I recount the divine utterances of our Lord Jesus Christ, which are ten thousand? through which the innovation of the Samosatene concerning the Saviour, as being a mere man, is reasonably cast out, and together with it is cast out the irrational babbling of those who imitate him. For come, that we may call to mind a few testimonies, who is He Who says such things: "Not everyone who says to Me, Lord, Lord, shall enter into the kingdom of the heavens" (Matt. 7:21)? The word is not a man's, but God's,
Notes, col. 104

On the reading

Printed πρός μὲ, for πρός με.

PG 28:105Read from the page
δεικνύντος τὴν γνησίαν ἀπὸ Πατρὸς γέννησιν, καὶ διὰ τοῦτο τὴν κυριολογίαν οὐκ ἀρνουμένου τὴν περὶ ἑαυτοῦ. Κύριος γὰρ ὁ ἐκ τοῦ μόνου γεγεννημένος Κυρίου, ὡς καὶ παρὰ Μωϋσῇ λέλεκται τό· « Ἔβρεξε Κύριος θεῖον, καὶ πῦρ παρὰ Κυρίου. » Καὶ ἄλλοτε πρὸς τοὺς ἀποστόλους φησὶν ὁ Σωτήρ· « Φωνεῖτέ με ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ· » καὶ πάλιν, Δεσπότην τῆς πατρῴας οἰκίας ἑαυτὸν ἀποφαίνων, ὡς ἂν μονογενὴς Υἱός· « Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. » Οὐκοῦν ὅτι μὲν Θεὸς ὁ Κύριος τῶν ὅλων Ἰησοῦς Χριστὸς, ὡς ὢν ἐκ τοῦ Θεοῦ γεγεννημένος, δῆλον ἅπαντι· εἰπὼν δὲ, « Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, » ἐπιφέρει καὶ τὸν Πατέρα σαφῶς Πατρός μου, τοῦ ἐν οὐρανοῖς. »
showing His genuine generation from the Father, and therefore not refusing the title of Lord concerning Himself. For He Who is begotten from the only Lord is Lord, as was also said in Moses: "The Lord rained brimstone and fire from the Lord" (Gen. 19:24). And at another time the Saviour says to the apostles: "You call Me the Teacher and the Lord, and you say well; for so I am" (John 13:13); and again, declaring Himself Master of the paternal house, as being the only-begotten Son: "If they have called the master of the house Beelzebul, how much more those of his household" (Matt. 10:25). Therefore that Jesus Christ the Lord of all is God, as being begotten from God, is clear to everyone; and having said, "Not everyone who says to Me, Lord, Lord, shall enter into the kingdom of the heavens," He brings in also the Father clearly, "of My Father, Who is in the heavens" (Matt. 7:21).
5. Ἔχεις οὖν Υἱὸν, ἔχεις Πατέρα· μὴ φοβοῦ τὴν δυάδα· τῇ φύσει γὰρ οὐ διώρισται, οὐδ' ὁ τὰ δύο λέγων ἀπηλλοτρίωσε τοῦ γεννήσαντος τὸ γέννημα· οὐδὲ διὰ τὴν ἑτέραν μανίαν τῶν ἀρνησαμένων μίαν εἶναι τὴν τῶν δύο θεότητα, διὰ τοῦτο καὶ δύο λέγειν φευκτέον. Εἷς Θεὸς, ὅτι καὶ Πατὴρ εἷς· Θεὸς δὲ καὶ Υἱὸς, ταὐτότητα ἔχων, ὡς Υἱὸς πρὸς Πατέρα· οὐκ αὐτὸς ὢν ὁ Πατὴρ, ἀλλ' ἡνωμένος πρὸς τὸν Πατέρα τῇ φύσει· δύο μὲν ἀριθμῷ, μία δὲ οὖσα οὐσία τελεία· δύο, οὐκ ἐκ δύο μερῶν. Τέλειος ὁ Υἱὸς ἥκει παρὰ τελείου Πατρὸς, ὢν ἐξ ὄντος, χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως, οὐ ῥῆμα ἀνυπόστατον, ἀλλὰ ζῶσα δύναμις, καὶ τοῦ ζῇν αἰτία τοῖς πᾶσιν, οὐχ οἵα ἀνθρώπου δύναμις, δι' ἣν ἄνθρωπός ἐστι δυνατός· οὐ γὰρ γέννημα ἀνθρώπου ἢ υἱὸς, ἡ δύναμις αὐτοῦ· Θεοῦ δὲ Υἱὸς ἡ δύναμις, ὥστε δυνατὸς μὲν ὁ Πατὴρ τελείως, ὅτι Πατὴρ δυνάμεως, δύναμις δὲ ὁ Υἱὸς τελεία, ὅτι γέννημα αὐτοῦ. Καὶ σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἡ τοῦ ἀνθρώπου, δι' ἧς ὁ ἄνθρωπος σοφὸς, ἀλλ' ἀπὸ σοφοῦ σοφία· περὶ οὗ λέγεται· « Μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. » Ἀλλ' οὐκ ἐγέννησεν ὁ Πατήρ. Πῶς οὖν Πατὴρ, καὶ τίνος; Εἰ δὲ ἐγέννησεν, ὁ ὤν ἐστιν ὁ γεγεννημένος. Κἀγὼ, φησὶν, ὁμολογῶ γέννησιν· γεννᾶται γὰρ ὁ λόγος, ὅτε καὶ λαλεῖται καὶ γινώσκεται. Καὶ ποσάκις ὁ αὐτὸς, εἰπέ μοι, γεννηθήσεται; ἢ πολλοὺς ἐρεῖς τοῦ Θεοῦ Λόγους ἑκάστοτε γεννωμένους; καὶ ποτὲ μὲν σιωπῶντα φαντασθήσῃ τὸν Θεὸν, ποτὲ δὲ λαλοῦντα, καὶ μεταβαλλόμενον ἀπὸ σιωπήσεως εἰς λαλιὰν, καὶ χείλεσιν ἀνοιγομένοις, ἢ καρδίᾳ κινουμένῃ; Οὐκ ἄνθρωπος ὁ Θεός· ὑπέλαβες, ἄνομε, ὅτι ἔσται σοι ὅμοιος ὁ Θεός; Ὦ ἄνθρωπε, κἂν ὀφθαλμοὺς ἀκούσῃς Θεοῦ, κἂν τὰ ἄλλα μέλη τὰ
5. You have, then, the Son, you have the Father; do not fear the dyad; for it is not divided in nature, nor has he who speaks of the two alienated the offspring from Him Who begot Him; nor because of the other madness of those who denied that the Godhead of the two is one, must one on that account shun speaking of two. One God, because also one Father; and the Son also is God, having identity, as Son towards Father; not being Himself the Father, but united to the Father in nature; two indeed in number, yet being one perfect essence; two, not from two parts. Perfect the Son comes from a perfect Father, He Who is from Him Who is, the express image of the paternal hypostasis, not an unsubsistent word, but a living power, and the cause of living to all things, not such as the power of a man, through which a man is powerful; for the power of a man is not his offspring or son; whereas the power of God is His Son, so that the Father is perfectly powerful, because He is Father of power, and the Son is perfect power, because He is His offspring. And the Son is the wisdom of the Father, yet not as that of a man, through which a man is wise, but wisdom from the Wise; concerning Whom it is said: "To the only wise God through Jesus Christ, to Whom be the glory unto the ages, amen" (Rom. 16:27). But, they say, the Father did not beget. How then is He Father, and of whom? And if He begot, He Who is, is He Who has been begotten. And I too, he says, confess a generation; for a word is begotten when it is both spoken and known. And how many times, tell me, will the same be begotten? or will you speak of many Words of God begotten each time? and will you imagine God at one time keeping silence, and at another time speaking, and changing from silence into speech, and with opened lips, or a moved heart? God is not a man; did you suppose, O lawless one, that God will be like you (Ps. 49:21)? O man, even if you hear of eyes of God, even if the other members
PG 28:108Read from the page
σωματικὰ, μὴ σαρκικῶς νόει· ἀλλὰ δι' ὁμοιότητος τῶν σωματικῶν ἐννόει τὸ ἀσώματον. Καὶ γὰρ εἴρηταί σοι· Πνεῦμα ὁ Θεός· οὕτω καὶ ὁ Λόγος οὐκ ἀνθρώπινος, οὐδὲ οἷος ὁ σός· Θεὸς γάρ ἐστι, κἂν μή σοι δοκῇ, καὶ οὐκ εἰσὶ δύο Θεοὶ, ὅτι μηδὲ δύο Πατέρες, μηδὲ ἑτερούσιος τοῦ γεννήσαντος ὁ γεγεννημένος.
of the body, do not understand it carnally; but through the likeness of bodily things conceive that which is incorporeal. For indeed it has been said to you: God is Spirit (John 4:24); so also the Word is not human, nor such as yours; for He is God, even though it seem not so to you, and there are not two Gods, because neither are there two Fathers, nor is He Who is begotten of a different essence from Him Who begot Him.
6. Ὁ μὲν γὰρ ἀρχὰς εἰσάγων δύο, δύο κηρύττει Θεούς. Αὕτη Μαρκίωνος ἡ δυσσέβεια, Θεὸν λέγοντος δίκαιον ἰδίου Χριστοῦ Πατέρα, καὶ Θεὸν ἕτερον ἀγαθὸν ἰδίου Χριστοῦ Πατέρα. Πάλιν ὁ Θεὸν ἀγένητον εἶναι λέγων, ἄλλον δὲ Θεὸν γενητὸν, δύο καὶ αὐτὸς λέγει Θεοὺς, διὰ τὴν τῆς οὐσίας διαφορὰν, ἣν βλασφήμως εἰσάγει. Ὅπου δὲ μία μὲν ἡ ἀρχὴ, ἓν δὲ τὸ ἐξ αὐτῆς γέννημα, εἰκὼν ἀκριβεστάτη καὶ φυσική· διότι καὶ γεννητὴ ἐξ αὐτοῦ· εἷς Θεὸς, τελείας μὲν ἐν Πατρὶ τῆς θεότητος νοουμένης, τελείας δὲ καὶ ἐν Υἱῷ τῆς πατρικῆς θεότητος ὑπαρχούσης. Ἐπεὶ καὶ διὰ τοῦ μικροῦ τούτου παραδείγματος, ὅπερ ἡ θεία Γραφὴ δεδήλωκεν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνομάσασα, δύνασαι καταλαβεῖν τὸ λεγόμενον· φύγωμεν πάλιν καὶ ἐνταῦθα τὸ ἀνόμοιον τὸ ἐν τῷ παραδείγματι, τὸ τεχνίτην καὶ ἑτερούσιον εἶναι τὴν τοῦ Θεοῦ εἰκόνα, γεννητὴν δὲ καὶ ὁμοούσιον ὁμολογῶμεν. Ὅμως δὴ οὖν ὁ τὴν εἰκόνα τοῦ βασιλέως ὁρῶν τὸν βασιλέα ὁρᾷ, καί φησιν· Ἰδοὺ, οὗτος ὁ βασιλεὺς, καὶ οὐ δύο πεποίηκε βασιλεῖς, οὐδὲ μέρος τοῦ βασιλέως τὴν εἰκόνα, ἢ τῆς εἰκόνος τὸν βασιλέα. Οὕτω τοίνυν εἷς Θεὸς ὁ Πατὴρ, καὶ μία θεότης Πατρὸς καὶ Υἱοῦ. Ὡς δὲ σὺ λέγεις, εἷς ἔσται σύνθετος ἐκ δύο μερῶν ἀτελῶν. Πρὸς δὲ ταύτην τὴν ἀσέβειαν ἀποκλεῖσαι καλὸν τὰς ἀκοὰς, καὶ ἀπονίψασθαι τὴν ψυχήν· οὔτε γὰρ Υἱὸν οὔτε Πατέρα ὁ τοῦτο φανταζόμενος ὁμολογεῖ· ἐπεὶ μήτε Πατέρα, μήτε Υἱὸν ἀτελῆ νοεῖν ἐγχωρεῖ.
6. For he who introduces two principles proclaims two Gods. This is the impiety of Marcion, who says that a just God is Father of his own Christ, and another good God is Father of his own Christ. Again, he who says that God is unoriginate, and another God originate, himself also speaks of two Gods, because of the difference of essence which he blasphemously introduces. But where the principle is one, and the offspring from it is one, a most exact and natural image, because also begotten from Him, there is one God, the Godhead being conceived as perfect in the Father, and the paternal Godhead existing as perfect also in the Son. Since even through this small example, which the divine Scripture has set forth in naming Christ the image of the invisible God (Col. 1:15), you are able to comprehend what is said: let us again flee here also the dissimilarity that is in the example, namely that the image of God is wrought by art and of a different essence, and let us confess that it is begotten and consubstantial. Nevertheless, he who sees the image of the king sees the king, and says: Behold, this is the king; and he has not made two kings, nor the image a part of the king, or the king a part of the image. So therefore the Father is one God, and there is one Godhead of Father and Son. But as you say, one will be compounded out of two imperfect parts. Against this impiety it is good to shut one's ears, and to wash one's soul clean; for he who imagines this confesses neither Son nor Father; since it is impossible to conceive either an imperfect Father or an imperfect Son.
7. Ἀλλ' εἴρηται, φησίν· « Ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· » οὐκ ἔστι δὲ Λόγος ἐν καρδίᾳ τοῦ Υἱοῦ ὁ Πατήρ· οὐ τοίνυν οὐδὲ ὁ Υἱὸς Λόγος ἐν καρδίᾳ τοῦ Πατρὸς, ἀλλὰ Λόγος ζῶν ἀπὸ ζῶντος Πατρὸς Θεοῦ, ἀϊδίῳ γεννήσει πεφηνὼς, ἀνάρχως τῷ Πατρὶ συνών· ὡς μηδέποτε μόνον ἐπινοεῖσθαι τὸν Πατέρα. Ἀεὶ γὰρ Τριὰς ἡ Τριὰς, καὶ προσθήκην θεότητος οὐ λαμβάνει. Οὐδ' ὁ μὴ πρότερον ὢν σὺν τῷ Πατρὶ προστίθεται ὕστερον ὁ Υἱὸς, οὐδὲ τῷ Υἱῷ τὸ Πνεῦμα ἐπιγίνεται. Τὰ γὰρ ἀπό τινος ἀρχῆς γεγενημένα καὶ ποιήματά ἐστι καὶ δοῦλα, καὶ τῇ Τριάδι συναριθμεῖται οὐδαμῶς· « Πορευθέντες γὰρ, » φησὶ, « μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. » Ἀρχὴν δὲ οὔτε μίαν, οὔτε ἐξου-
7. But it has been said, he says: "That I am in the Father, and the Father in Me" (John 14:10); now the Father is not a word in the heart of the Son; therefore neither is the Son a word in the heart of the Father, but a living Word from the living God the Father, manifested by eternal generation, coexisting with the Father without beginning; so that the Father is never conceived as alone. For the Trinity is always a Trinity, and receives no addition of Godhead. Nor is the Son, not having previously been with the Father, added afterwards, nor does the Spirit accrue to the Son. For the things that have come into being from some beginning are both creatures and slaves, and are in no wise numbered together with the Trinity; "For going," He says, "make disciples of all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit" (Matt. 28:19). And neither one principality, nor au-