Migne Reading Room

PG 28 · cols. 109–120 · Read from the page

Against the Sabellians

Against the Sabellians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:109Read from the page
σίαν, οὔτε δύναμιν συνηρίθμησεν· ἀϊδίῳ γὰρ τὰ μὴ ἀΐδια συναριθμεῖσθαι ἀδύνατον, καὶ τῇ θεότητι τὰ μὴ μετέχοντα τῆς θεότητος οὐ συντάττεται. Πῶς οὖν ἐν τῷ γεγεννηκότι ὁ γεγεννημένος; καὶ πάλιν ὁ γεννήτωρ ἐν τῷ γεννήματι; πῶς οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ; Ὅτι καὶ αὐτὸς τοιοῦτός ἐστιν οἷος κἀκεῖνος, κἀκεῖνος οἷος οὗτος. Οὕτω καὶ ἓν τὰ δύο, τῷ μὴ διαλλάττειν, μηδὲ ἀπεσχοινίσθαι, μηδὲ καθ' ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱὸν, ἀλλ' εἶναι Θεὸν, ὥσπερ καὶ ὁ Πατήρ. Ἐπεὶ καὶ εἰπόντος αὐτοῦ· « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, » ἠγανάκτουν οἱ Ἰουδαῖοι λέγοντες, « Ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. » Καὶ ὁ Σωτὴρ ἀπεκρίνατο βεβαιῶν τὸ εἰρημένον ὑπ' αὐτῶν, ὡς οὐδὲν ἄλλο ἢ τοῦτο δεδηλωκὼς ἐν τῷ φάσκειν· « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, » τὸ εἶναι καὶ αὐτὸν Θεὸν Υἱὸν ὄντα Θεοῦ· « Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, Ὅτι βλασφημεῖς· ὅτι εἶπον, ὅτι Υἱὸς Θεοῦ εἰμι; εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέλητε πιστεύειν, τοῖς ἔργοις πιστεύετε· ἵν' εἰδῆτε, καὶ γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. » Οὐκοῦν ἐν τῷ Πατρὶ τὸν Υἱὸν εἶναι, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τοῦτό ἐστι καὶ οὐδὲν ἕτερον, τὸν Υἱὸν εἶναι Θεοῦ τὸν ἐκ τοῦ Θεοῦ γεγεννημένον, Θεὸν ὄντα κατὰ τὴν φύσιν, ὅπερ ὁ Πατὴρ, καὶ δεικνύντα τὸ πατρῷον εἶδος ἐν ἑαυτῷ, καὶ δεικνύμενον ἐπὶ τῆς πατρικῆς ὑποστάσεως.
thority, nor power did He number together with them; for it is impossible that things not eternal should be numbered together with the eternal, and things that do not partake of the Godhead are not ranged with the Godhead. How then is He Who is begotten in Him Who begot Him, and again the Begetter in the Offspring? how is the One in the Other, and the Other in the One? Because He Himself is such as the Other is, and the Other is such as He is. Thus also the two are one, by not differing, nor being severed, nor the Son being conceived according to another form and a foreign character, but being God, just as the Father also is. Since when He also said: "I and the Father are one" (John 10:30), the Jews were indignant, saying: "Because you, being a man, make yourself God" (John 10:33). And the Saviour answered confirming what was said by them, as having declared nothing else than this in saying: "I and the Father are one," namely that He Himself also is God, being the Son of God: "If He called them gods, to whom the Word of God came, and the Scripture cannot be broken, do you say of Him Whom the Father sanctified and sent into the world, You blaspheme, because I said that I am the Son of God? If I do not the works of My Father, do not believe Me; but if I do them, even though you are not willing to believe Me, believe the works; that you may know and understand that I am in the Father, and the Father in Me" (John 10:35-38). Therefore, that the Son is in the Father, and the Father in the Son, is this and nothing else: that the Son of God is He Who is begotten from God, being God according to nature, even as the Father is, and showing the paternal form in Himself, and being shown in the paternal hypostasis.
8. Εἷς οὖν, καὶ εἷς, καὶ ἡ δυὰς οὐ μεμέρισται τῇ φύσει, ἀνενδεὴς οὖσα τῇ τελειότητι, ὅλον μὲν τὸ πλήρωμα τῆς θεότητος ὁ Πατὴρ, ὡς Πατὴρ, ὅλον δὲ τὸ πλήρωμα τῆς θεότητος ὁ Υἱὸς, ὡς Υἱός. Ἐπειδὴ δι' ἀμφοτέρων ἓν εἶδος νοεῖται, ὁλοκλήρως ἐν ἀμφοτέροις δεικνύμενον. Μηδεὶς ἀρνείσθω τὴν φανερωθεῖσαν ἐν τῷ κόσμῳ ζωήν· « Ἥτις ἦν, » φησὶ, « πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. » Καὶ πρὸ τῆς φανερώσεως τοῦτο ἔδοξεν εἶναι, ἡνίκα πεφανέρωται. Γεγέννηται γὰρ ἀϊδίως, καὶ ὑπάρχει μετὰ τοῦ ἰδίου Πατρός. Μηδεὶς ἀρνούμενος τὰ τρία τὴν μονάδα εὑρίσκειν νομιζέτω· ἀλλ' ἐν τῇ Τριάδι νοείτω τὸ ἓν, ἔχων τὸ κεφάλαιον τῆς πίστεως ἐν τῷ βαπτίσματι, καὶ ἐν ταῖς τρισὶν ἁγίαις σφραγῖσι, δι' ὧν εἰς σωτηρίαν ἀναγεγέννηται, μεμνημένος τοῦ Ἀποστόλου λέγοντος· « Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα· » μεμνημένος τοῦ λέγοντος Πατρός· « Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, » τοῦ τε Υἱοῦ μαρτυροῦντος, ὅτι ἦν πρὸ τοῦ κόσμου παρὰ τῷ Πατρὶ, τὴν δόξαν ἔχων τὴν τῆς θεότητος· « Δόξασόν με γὰρ, » φησὶ,
8. One, therefore, and one, and the dyad is not divided in nature, being unlacking in perfection, the Father being the whole fullness of the Godhead, as Father, and the Son being the whole fullness of the Godhead, as Son; inasmuch as through both one form is conceived, shown whole and complete in both. Let no one deny the life that was manifested in the world: "Which was," he says, "with the Father, and was manifested to us" (1 John 1:2). Even before the manifestation It was seen to be this, when It has been manifested. For He has been begotten eternally, and exists with His own Father. Let no one who denies the three suppose that he finds the monad; but in the Trinity let him conceive the one, having the sum of the faith in baptism, and in the three holy seals, through which he has been regenerated unto salvation, remembering the Apostle who says: "One God the Father, from Whom are all things, and one Lord Jesus Christ, through Whom are all things" (1 Cor. 8:6); remembering the Father Who says: "From the womb before the morning star I begot Thee" (Ps. 109:3), and the Son bearing witness that He was before the world with the Father, having the glory of the Godhead; "For glorify Me," He says,
PG 28:112Read from the page
« Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί· » τὴν μὲν κατὰ ἄνθρωπον δόξαν αἰτῶν, τὴν δὲ κατὰ Θεὸν ἔχων πρὸ τοῦ κόσμου μαρτυρῶν. Εἶχε δὲ τὴν δόξαν ὢν καὶ ὑπάρχων· οὐδὲ γὰρ ὁ μὴ ὢν δεδόξασται. Εἰ δὲ ἦν, καὶ γεγέννητο· οὐ γάρ ἐστιν υἱὸς μὴ γεγεννημένος· ἀλλ' εἰ γεγέννηται, φησὶν, ἐκτός ἐστι τοῦ γεννήσαντος, καὶ διῄρηται· ἀδιαίρετον δὲ χρὴ εἶναι Λόγον ὄντα ἐν Θεῷ, καὶ μὴ φαινόμενον ἔξω τοῦ Θεοῦ. Ποῦ γὰρ ἂν καὶ φανείη ἐκτὸς, πάντα τοῦ Θεοῦ πεπληρωκότος, κατὰ τὸ γεγραμμένον· « Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; »
"O Father, with Thyself with the glory which I had, before the world was, with Thee" (John 17:5); asking indeed for the glory according to man, and bearing witness that He had that according to God before the world. And He had the glory as being and existing; for he who is not has not been glorified. And if He was, He had also been begotten; for there is no son who has not been begotten; but if He has been begotten, he says, He is outside of Him Who begot Him, and is divided; whereas the Word Who is in God must be indivisible, and not appearing outside of God. For where indeed could He appear outside, since God has filled all things, according to what is written: "Do not I fill heaven and earth? saith the Lord" (Jer. 23:24)?
9. Τοιαύταις φαντασίαις ἀναιρεῖν ἐπιχειροῦσι τὴν γέννησιν τοῦ Υἱοῦ, καὶ τὴν ἀπὸ τοῦ Πατρὸς ἀΐδιον πρόοδον, καὶ τὴν μετὰ τοῦ Πατρὸς ὕπαρξιν, καὶ τὸ τελείως μὲν ὑφεστάναι Πατέρα καθ' ἑαυτὸν, τελείως καὶ τὸν Υἱὸν καθ' ἑαυτὸν ὑφεστάναι. Μαθέτωσαν οὖν, ὅτι μὴ νοοῦσι, « μήτε ἃ λέγουσι, μήτε περὶ ὧν διαβεβαιοῦνται, » τόπῳ Θεὸν περιγράφοντες, καὶ τὸν Υἱὸν αὖ πάλιν ἐν ἑτέρῳ φανταζόμενοι τόπῳ, καὶ μεμερίσθαι, τὸν μὲν ἐκεῖ, τὸν δὲ ἐνθάδε νομίζοντες, ἐὰν γεγεννημένος καὶ πεφηνὼς καθ' ἑαυτὸν ἀπὸ τοῦ Πατρὸς ὁ Υἱὸς ὁμολογῆται. « Τίς τόπος τῆς καταπαύσεώς μου; » φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου. « Ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, » Σολομὼν λέγει πρὸς τὸν Θεόν· τεκμηρίῳ μεγίστῳ πείθων τοὺς ἀνθρώπους ὁ Θεὸς, ὅτι μηδεὶς αὐτοῦ τόπος δεκτικός. « Ἡ γὰρ χείρ μου, » φησὶν, « ἐποίησε ταῦτα πάντα. » Οὐ τοίνυν περιέχει τὰ ποιήματα τὸν πεποιηκότα, ὃς καὶ πρὸ τούτων ἦν, καὶ τούτοις παρέχει τὸ εἶναι, καὶ αὐτῇ τῇ δυνάμει τοῦ πεποιηκότος ἐπιστηρίζεται. Διό φησι Παῦλος· « Ἐξ οὗ τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα· » καὶ πάλιν· « Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. »
9. By such imaginations they attempt to abolish the generation of the Son, and the eternal procession from the Father, and the existence with the Father, and the fact that the Father subsists perfectly in Himself, and the Son also subsists perfectly in Himself. Let them learn, therefore, that they understand not "either what they say, or concerning what they confidently affirm" (1 Tim. 1:7), circumscribing God in a place, and imagining the Son again in another place, and supposing them to be divided, the one there, and the other here, if the Son is confessed as begotten and manifested in Himself from the Father. "What is the place of My rest?" says God through the prophet (Isa. 66:1). "Heaven and the heaven of heaven will not suffice Thee," says Solomon to God (3 Kings 8:27); God persuading men by the greatest proof that no place is capable of receiving Him. "For My hand," He says, "made all these things" (Isa. 66:2). Therefore the creatures do not contain Him Who made them, Who both was before them, and grants to them to be, and by the very power of Him Who made them they are established. Wherefore Paul says: "From Whom are all things, and through Whom are all things, and unto Whom are all things" (Rom. 11:36); and again: "For in Him we live, and move, and are" (Acts 17:28).
10. Ἄνελε δή μοι τὸν ἐν τόπῳ ἐστηριγμένον, ὅτε διανοῇ περὶ Θεοῦ, καὶ τοῦ Λόγου, καὶ τοῦ Πνεύματος· ἄνελε τοπικοὺς χωρισμοὺς, καὶ μὴ ἀλλαχοῦ τὸν Πατέρα ὄντα, ἀλλαχοῦ δὲ τὸν Υἱὸν ἐκπέμπειν ἐκ τοῦ γεννᾷν ὑποπτεύσῃς. Οὗτοι γὰρ οἱ ψευδεῖς, μᾶλλον δὲ καὶ ἄθεοι λογισμοὶ, περὶ τὴν ὕπαρξιν τοῦ Υἱοῦ σε σκανδαλίζουσι. Συνεξήρνηται δέ σοι μετὰ τοῦ Υἱοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦ ὑφ' ἑνὸς προκατέχεσθαι πάντα τοῦ Πατρός. Μὴ ζητεῖτε μέγεθος τόπου τοσοῦτον, ὃς δυνήσεται χωρῆσαι μέγεθος Θεοῦ· οὐ γάρ ἐστι τὸ ἀμέτρητον ἐπὶ τῷ μεμετρημένῳ, ἀλλὰ σπιθαμῇ μὲν αὐτοῦ μετρεῖ τὸν οὐρανὸν, ὡς ὁ προφήτης παραβολικῶς ἑρμηνεύει· μεμέτρηκε δὲ καὶ
10. Take away for me, then, that which is fixed in a place, when you think concerning God, and the Word, and the Spirit; take away local separations, and do not suspect that the Father, being in one place, sends forth the Son into another place out of His begetting. For these false, or rather godless reasonings, cause you to stumble concerning the existence of the Son. And together with the Son the Holy Spirit also has been denied by you, through all things being preoccupied by the Father alone. Do not seek a greatness of place so great as shall be able to contain the greatness of God; for the immeasurable is not in that which is measured, but He measures the heaven with His span, as the prophet parabolically expounds, and He has measured also
PG 28:113Read from the page
τὸ ὕδωρ τῇ χειρὶ, καὶ τὴν γῆν πᾶσαν δραχί. Ὧ δ' οὕτως ἐλάχιστα πάντα, ὡς ἡ προφητικὴ παραβολὴ μετρίως ὑποδείκνυσι, πῶς ἂν τῇ μικρᾷ καὶ ἐλαχίστῃ κτίσει συμπαρεκτείνεσθαι δόξειεν; Οὐ συμπαρεκτεινόμενος τοῖς πᾶσι πεπλήρωκε τὰ πάντα ὁ Θεός· σωματικὸν γὰρ τοῦτο, ὥσπερ εἰ τὸν ἀέρα φαίη πεπληρωκέναι τις τὸν μεταξὺ γῆς καὶ οὐρανοῦ· ἀλλ' ὡς δύναμις συνέχει τὰ πάντα· δύναμις γὰρ ἀσώματος, ἀόρατος, οὐ κυκλοῦσα, οὐ κυκλουμένη. Τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ Υἱοῦ, καὶ περὶ τοῦ ἁγίου Πνεύματος· διὰ γὰρ Υἱοῦ καὶ ἐν Πνεύματι τὰ πάντα ὁ Θεὸς καὶ συνεστήσατο, καὶ συνέχων διαφυλάττει. Ἀσεβὲς τοίνυν καὶ ζητεῖν καὶ ἐννοεῖν τὸ ποῦ ποτέ ἐστιν ὁ Θεὸς, ἢ ὁ Λόγος τίνα τόπον εἴληχεν, ἢ τὸ Πνεῦμα τίνα οἴκησιν ἐκληρώσατο. Εἰ δὲ διὰ τοῦτο τὸν Υἱὸν οὐκ εἶναί τις οὐδὲ γεγεννῆσθαι λέγοι, ὅτι τόπος αὐτοῦ τῆς οὐσίας ἀνεπινόητος καὶ ἀνεύρητος, ὁ τοιοῦτος οὐδὲ τὸν Πατέρα φαίη εἶναι καθάπαξ, οὐδ' ὑπάρχειν Θεόν· ἐπεὶ μηδὲ τόπος τις εὑρίσκεται Θεοῦ. « Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. » Ἄφρονες ὡς ἀληθῶς οἱ τοιοῦτοι, κεναῖς φαντασίαις ἑαυτοὺς παραλογιζόμενοι· νηπίων καὶ παντάπασιν ἀνοήτων τὰ ῥήματα, ὀφθαλμῷ λαμβάνεσθαι τὸ ἀσώματον καὶ τόπῳ περιλαμβάνεσθαι βουλομένων.
the water with His hand, and all the earth with His grasp (Isa. 40:12). Now to Whom all things are thus most small, as the prophetic parable moderately indicates, how could He seem to be coextended with the small and least creation? It is not by being coextended with all things that God has filled all things; for that belongs to a body, just as if someone should say that the air has filled the space between earth and heaven; but as a power He holds all things together; for a power is incorporeal, invisible, neither encompassing nor encompassed. And the same holds also concerning the Son, and concerning the Holy Spirit; for through the Son and in the Spirit God both constituted all things, and holding them together preserves them. It is impious, therefore, both to seek and to conceive where God ever is, or what place the Word has obtained, or what dwelling the Spirit has been allotted. And if on this account someone should say that the Son neither is nor has been begotten, because a place of His essence is inconceivable and undiscoverable, such a man would say that neither is the Father at all, nor does God exist; since neither is any place of God found. "The fool said in his heart: There is no God" (Ps. 13:1). Fools in truth are such men, deceiving themselves with vain imaginations; the words are those of infants and altogether senseless men, who wish the incorporeal to be apprehended by the eye and encompassed by a place.
11. Δῶμεν δὲ αὐτοῖς βραχείας τινὰς εἰκόνας ἐκ τῶν ἐνδεχομένων ἀσωμάτων, τινῶν ἐπιμνησθέντες πραγμάτων, ἃ δὴ καθ' ἡμᾶς ὄντα, καὶ ἐπὶ τῆς κτίσεως φαίνεται, εἴ πως δυνηθεῖεν διὰ τούτων ἀναβαίνοντες ἐννοῆσαί πως τὸ ἀσώματον τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ μηκέτι φαντάζεσθαι τόπους αὐτῶν, μηδὲ τοπικὰς διαιρέσεις τῆς Τριάδος ἐπινοεῖν. Ἀσώματος καὶ πνευματικὸς ὢν ὁ νόμος, ἔστιν ἐν τῇ τοῦ νομομαθοῦς διανοίᾳ· ἐν τῇ αὐτῇ δὲ καὶ οἱ προφῆται, Εὐαγγέλια καὶ ἀπόστολοι· καὶ εἴρηται περὶ τῶν νομικῶν καὶ προφητικῶν λόγων « Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· » καὶ ὁ Σωτὴρ τὸν ἔχοντα παλαιὰ καὶ καινὰ ῥήματα ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἐοικέναι φησὶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ἐδέχετο δὲ ὁ Μωϋσέως νοῦς σοφίαν τε πᾶσαν Αἰγυπτιακὴν, καὶ τὴν ἐκ τοῦ Θεοῦ δοθεῖσαν αὐτῷ. Καὶ Δανιὴλ, σύνεσιν πᾶσαν τὴν Χαλδαίων ὑποδεξάμενος, ἐχώρει καὶ τὰ ποικίλα τῆς θείας σοφίας νοήματα, ὅπερ σημαίνει δι' Ἰεζεχιὴλ ὁ Θεός· « Μὴ σὺ σοφώτερος εἶ τοῦ Δανιήλ; πᾶν κρύφιον οὐχ ὑπεδείχθη σοι. » Ἀναρίθμητος δὲ ἡ τοῦ Σολομῶνος φρόνησις, καὶ τὸ χύμα τῆς καρδίας αὐτοῦ,
11. Let us give them some brief images from the incorporeal things that are possible, making mention of certain things which, being among us, also appear in the creation, if haply they might be able, ascending through these, to conceive in some way the incorporeal nature of the Father, and of the Son, and of the Holy Spirit; and no longer imagine places of Them, nor devise local divisions of the Trinity. The law, being incorporeal and spiritual, is in the mind of him who is learned in the law; and in the same mind are also the prophets, the Gospels, and the apostles; and it has been said concerning the legal and prophetic words, "They have Moses and the prophets" (Luke 16:29); and the Saviour says that he who has old and new words in his own mind is like a man who is a householder, who brings forth out of his treasure things new and old (Matt. 13:52). And the mind of Moses received both all the wisdom of the Egyptians, and that which was given to him from God (Acts 7:22). And Daniel, having received all the understanding of the Chaldeans, contained also the manifold thoughts of the divine wisdom, which God signifies through Ezekiel: "Art thou wiser than Daniel? Every secret was not shown to thee" (Ezek. 28:3). And innumerable was the prudence of Solomon, and the largeness of his heart,
Notes, col. 113

On the reading

Printed Ὧ, for Ὥ.

PG 28:116Read from the page
ὡς ἄμμος, ἡ παρὰ τὴν θαλασσαν. Τὸ δὲ τοσοῦτον πλῆθος τῶν σοφιῶν περὶ μίαν ὁρῶντες διάνοιαν, ἐνθυμείσθωσαν αὐτὰς οὐκ οὔσας ἐν τόπῳ. Πόσος γὰρ ἂν τῷ μεγέθει γενόμενος ἄνθρωπος, ἐξήρκεσεν εἰς τὴν τοσούτων ὑποδοχὴν, εἰ τόποις μεμερισμένοις τῶν θεωρημάτων ἕκαστα εἶχεν; Ὅταν οὖν τὰ ἐνταῦθα πνευματικὰ μὴ δέηται πλειόνων τόπων πλείονα ὄντα, ἀλλὰ περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν στρέφηται νοῦν, ἐννοήσωμεν καὶ τὰ ὑπὲρ ἡμᾶς, καὶ καθ' ἑαυτὰ ὄντα ἀσώματα, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα μὴ τόπων δεόμενα, μηδὲ τόποις διαιρούμενα· καὶ μὴ διὰ τοῦτο ἀνύπαρκτον ἢ τὸν Πατέρα τις, ἢ τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον ὑποτίθεσθαι τολμάτω· ὅτι μηδὲ ἔστι τόπον ἀφορίζειν καὶ κατανέμειν ἑκάστῳ. Ἀλλ' ἔστι μὲν ὁ Πατὴρ τέλειον ἔχων τὸ εἶναι καὶ ἀνελλιπὲς, ῥίζα καὶ πηγὴ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· ἔστι δὲ ὁ Υἱὸς ἐν πλήρει τῇ θεότητι, ζῶν Λόγος, καὶ γέννημα τοῦ Πατρὸς ἀνενδεές· πλῆρες δὲ καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ, οὐ μέρος ἑτέρου, ἀλλ' ὁλόκληρον ἐφ' ἑαυτοῦ. Καὶ οὕτως ἡ Τριὰς, ἀληθινῶς οὖσα, συνῆπται μὲν ἀδιαστάτως. Τὸ γὰρ διορίζον οὐδὲν, σύνεστι δὲ ἀϊδίως· αἰὼν γὰρ οὐδεὶς μεταξὺ παρεμπίπτει. Μορφὴν δὲ προφαίνει μίαν καὶ τὴν αὐτὴν, Πατρὸς μὲν ἐν Υἱῷ θεωρουμένου, Υἱοῦ δὲ ἐν Πνεύματι καὶ νοουμένου καὶ μετεχομένου ὑπὸ ἀνθρώπου. « Ἡμεῖς γὰρ, » φησὶ, « πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος. »
as the sand that is by the sea (3 Kings 4:29). Beholding, then, so great a multitude of wisdoms about one mind, let them consider that they are not in a place. For how great in size would a man have had to become to suffice for the reception of so many things, if he held each of the contemplations in divided places? When, therefore, the spiritual things here below, though they are many, do not need many places, but revolve about the one and the same mind, let us conceive also the things above us, which in themselves are incorporeal, the Father and the Son and the Spirit, as neither needing places, nor divided by places; and let no one on this account dare to suppose either the Father, or the Son, or the Holy Spirit to be non-existent, because it is not possible to mark off and assign a place to each. But the Father indeed is, having His being perfect and unlacking, the root and fountain of the Son and of the Spirit; and the Son is in full Godhead, the living Word, and the unlacking Offspring of the Father; and the Spirit also is full of the Son, not a part of another, but complete in Himself. And thus the Trinity, truly existing, is conjoined without interval. For there is nothing that separates It, and It coexists eternally; for no age intervenes between. And It manifests one and the same form, the Father being beheld in the Son, and the Son being both conceived and partaken of by man in the Spirit. "For we all," he says, "with unveiled face mirroring the glory of the Lord, are transformed into the same image from glory to glory, even as from the Lord the Spirit" (2 Cor. 3:18).
12. Μὴ τοίνυν ὡς ἐνσώματα ἀδιαίρετα μέρη φανταζώμεθα τρία. Δυσσεβὴς γὰρ ὁ λογισμὸς, ἀλλότριος ἀσωμάτων τελείων. Ἀδιαίρετον δεχώμεθα συνουσίαν συνόντων ἀλλήλοις ἀδιαστάτως, καὶ τριῶν γε κατὰ ἀλήθειαν ὑφεστώτων, ἓν τὸ εἶδος ἐννοῶμεν, ἀρχόμενον μὲν ἐκ Πατρὸς, λάμψαν δὲ ἐν Υἱῷ, καὶ φανερούμενον διὰ Πνεύματος. Διὰ τοῦτο καὶ οἱ τὸ Πνεῦμα φοροῦντες φοροῦσι Χριστόν· « Εἰ γάρ τις, » φησὶ, « Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, » καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἰωάννης· « Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος, οὗ ἔδωκεν ἡμῖν. » Καὶ ναὸν μὲν ἁγίου Πνεύματος τὰ σώματα ἡμῶν ὁ Παῦλος ὀνομάζει, Χριστὸν δὲ ἐν ἡμῖν εἶναι λέγει. Χριστοῦ δὲ οἰκοῦντος εἰς τὸν ἔσω ἡμῶν ἄνθρωπον, κατὰ τὸ γεγραμμένον, Θεός ἐστιν ἐν ἡμῖν κατοικῶν· « Οὐκ οἴδατε, γὰρ, φησὶν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. » Οὕτως μοι τὸ τῆς θεότητος ἀδιαίρετον εὐσεβῶς ἐκ τῶν θείων λόγων καταμάνθανε, ἐν τρισὶν ἓν εἶδος κατανοῶν, οὐχ ἓν ἐκ τριῶν πρᾶγμα
12. Let us not, therefore, imagine three indivisible parts as in bodies. For the reasoning is impious, foreign to perfect incorporeal beings. Let us receive an indivisible coexistence of Those Who coexist with one another without interval, and while Three in truth subsist, let us conceive the form as one, beginning indeed from the Father, shining forth in the Son, and manifested through the Spirit. On this account those also who bear the Spirit bear Christ; "For if anyone," he says, "has not the Spirit of Christ, this man is not His. If Christ is in you, the body indeed is dead because of sin" (Rom. 8:9-10), and what follows. And John: "Hereby we know that He is in us, from the Spirit Which He gave us" (1 John 4:13). And Paul names our bodies a temple of the Holy Spirit (1 Cor. 6:19), and says that Christ is in us (Rom. 8:10). And when Christ dwells in our inner man, according to what is written (Eph. 3:16-17), it is God Who dwells in us; "For do you not know," he says, "that you are a temple of God, and the Spirit of God dwells in you" (1 Cor. 3:16)? Thus learn devoutly for me from the divine words the indivisibility of the Godhead, perceiving one form in Three, not compounding one thing out of three
Notes, col. 116

On the reading

Printed θαλασσαν, for θάλασσαν.

PG 28:117Read from the page
συντιθείς. Ἀχώριστα δὲ καὶ εἰς τὰ τῆς ἐνεργείας θεωρούμενα, ἀκούοντες τοῦ Ἀποστόλου μυσταγωγοῦντος καὶ φάσκοντος· « Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὴ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσὶ, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. » Καὶ καταλέξας τὰ χαρίσματα ἐπιφέρει· « Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. » Ὅταν δὲ τὰ πάντα ἐνεργῆται ὑπὸ τοῦ Θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ἀχώριστον ὁρῶ ἐνέργειαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.
things. And They are beheld as inseparable also as regards the things of operation, when we hear the Apostle initiating us into the mysteries and saying: "Now there are distributions of gifts, yet the very same Spirit; and there are distributions of ministries, and the same Lord; and there are distributions of operations, and the same God Who works all things in all" (1 Cor. 12:4-6). And having recounted the gifts, he adds: "But all these things the one and the same Spirit works, distributing to each individually, even as He wills" (1 Cor. 12:11). Now when all things are wrought by God through Christ in the Holy Spirit, I behold an inseparable operation of the Father, and of the Son, and of the Holy Spirit.
13. Ἀλλ' οὐ διὰ τοῦτο συμπλέξας τὸ ἐξ οὗ, καὶ δι' οὗ, καὶ ἐν ᾧ, βιάζομαι τὴν Τριάδα μονάδα ποιεῖν· οὐδὲ ἄνθρωπον ἐκ τριῶν ὑπονοῶν σύνθετον, πνεύματος, ψυχῆς, σώματος, οὕτω καὶ Θεὸν, καθάπερ κἀκεῖνοι τολμῶσιν, οὐδὲ ἐπὶ τῆς τοιαύτης ἀσεβοῦς ὑπονοίας προΐεμαι τὸ ἀχώριστον. Οὐδὲ εἰ λέγοι τις ὡς τὸν ἐνδιάθετον λόγον, ἢ τὸν ἐν φωνῇ τοῦ νοοῦντος καὶ λαλοῦντος ἀχώριστον, οὕτω τοῦ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα. Τὰ γὰρ τοῦ συνθέτου μέρη, καὶ τὰ τοῦ κινουμένου κινήματα, πρὸς τὴν ἀσύνθετον καὶ ἀναλλοίωτον φύσιν οὐδεμίαν ἔχει κοινωνίαν. Ἐπεὶ καὶ πῶς ἀποστέλλει τὸ μέρος ἢ τὸ κίνημα αὑτοῦ ὁ Πατὴρ, ἀποστέλλων τὸν Υἱόν; ἢ τὸ Πνεῦμα τὸ ἅγιον ὁ Υἱὸς ἐκπέμπων εἰς τὸν κόσμον; Ἢ οὐκ ἀπεστάλη μὲν ὑπὸ τοῦ Πατρὸς ὁ Υἱός; Διαμαρτύρεται πανταχοῦ, καὶ ἀποστέλλειν τὸ Πνεῦμα τὸ παράκλητον ἐπαγγέλλεται, καὶ δὴ καὶ ἀποστέλλει κατὰ τὴν ὑπόσχεσιν. Ἀλλ' οἱ τὴν Τριάδα μονάδα ποιοῦντες νοθεύειν καὶ τὴν ἀποστολὴν, ὥσπερ τὴν γέννησιν, ἐπιχειροῦσιν. Εἴσω γὰρ ὄντα φασὶ τοῦ Πατρὸς τὸν Υἱὸν ἁγιασμὸν ἀνθρώπου ἐργάζεσθαι, τουτέστιν, αὐτὸν τὸν ἕνα καὶ μόνον Θεὸν, οὕτως ἀπεστάλθαι τὸν ἄνθρωπον, οὐ Θεὸν παρὰ Θεοῦ. Πῶς γὰρ καὶ ἀπέσταλται, φασὶν, ὁ Λόγος, μὴ διαιρούμενος, μηδὲ χωριζόμενος, οὗ Λόγος ἐστίν; Ὅτι μὲν οὖν σάρκωσις τοῦ Λόγου κεκήρυκται, τίς ἀντείποι; τοῦ εὐαγγελιστοῦ βοῶντος· « Ὁ Λόγος σὰρξ ἐγένετο, » καὶ ὅτι καταβέβηκεν ἐξ οὐρανοῦ κεκραγότος αὐτοῦ τοῦ Σωτῆρος, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις; Καὶ μὴν ὅτι οὐκ ἄνθρωπος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ ἀπόστολος Παῦλος πρὸς Γαλάτας διισχυρίζεται. Ἀλλ' εἰ καὶ ἄνθρωπος ὁμώνυμος ἡμῖν, δεύτερος ἄνθρωπος, καὶ οὐχ οἷος ὁ πρότερος γηγενὴς, καὶ ὁ μὲν ψυχὴ ζῶσα, ὁ δὲ Πνεῦμα ζωοποιοῦν.
13. Yet I do not on this account, weaving together the "from Whom," and "through Whom," and "in Whom," force the Trinity to make It a monad; nor supposing a man to be compounded out of three things, spirit, soul, body, do I thus also suppose God, even as those men dare to do, nor upon such an impious supposition do I cast away their inseparability; nor if someone should say that as the internal word, or that which is in the voice, is inseparable from him who thinks and speaks, so are the Son and the Spirit from the Father. For the parts of that which is compounded, and the motions of that which is moved, have no fellowship with the uncompounded and unchangeable nature. Since how indeed does the Father send His own part or motion, when He sends the Son? or the Son, when He sends forth the Holy Spirit into the world? Or was not the Son sent by the Father? He testifies everywhere, and promises to send the Spirit the Paraclete, and indeed He sends Him according to the promise. But those who make the Trinity a monad attempt to adulterate the mission also, just like the generation. For they say that the Son, being within the Father, works the sanctification of a man, that is, the one and only God Himself, and that thus the man was sent, not God from God. For how indeed, say they, has the Word been sent, without being divided or separated from Him Whose Word He is? Now that the incarnation of the Word has been proclaimed, who would gainsay, when the Evangelist cries aloud: "The Word became flesh" (John 1:14), and when the Saviour Himself has cried out that He has come down from heaven, not once, but even many times? And truly that our Lord Jesus Christ is not a mere man, the Apostle Paul strongly affirms to the Galatians (Gal. 1:1, 11-12). Yet even if He is a man of the same name with us, He is the second man, and not such as the first, earth-born; and the one is a living soul, the other a life-giving Spirit (1 Cor. 15:45-47).
PG 28:120Read from the page
14. Ταῦτα γὰρ θεῖά τε καὶ ἀποστολικὰ ῥήματά τε καὶ δόγματα, καὶ τὰ ἔργα τῇ θεότητι μαρτυρεῖ μετ' ἐξουσίας οὐρανίου πραττόμενα, ὅτε κελεύει μὲν στοιχείοις, ἐπιτιμᾷ δὲ πνεύμασι, δυνάμει δὲ πηρώσεις ἀποκαθίστησι, καὶ θελήματι νόσους ἰᾶται, καὶ λέγει τὴν ἐξουσίαν, καὶ οὐκ ἀποκρύπτεται, καὶ καταργεῖται δι' αὐτοῦ θάνατος, φωτίζεται δὲ ζωὴ καὶ ἀφθαρσία, καὶ δημιουργεῖται δεύτερον ἡ φθαρεῖσα τῶν ἀνθρώπων φύσις, καὶ κόσμος ἀνακαινοῦται διὰ τῆς παρουσίας αὐτοῦ, καὶ κτίσις ἀναφαίνεται καινὴ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, μεταμορφουμένου μὲν τοῦ σώματος τῆς ταπεινώσεως ἡμῶν εἰς συμμορφίαν τοῦ σώματος τῆς δόξης αὐτοῦ· τῆς δὲ κτίσεως ὅλης ἐλευθερουμένης ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅτι δὲ ὁ σαρκωθεὶς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Πατὴρ οὐκ ἔστιν, οὐδ', ὡς ἐκεῖνοι φαῖεν, ὁ μόνος Θεὸς, ἅπασαι μαρτυροῦσιν αἱ θεῖαι Γραφαὶ, Υἱὸν τοῦ Θεοῦ τὸν παραγεγονότα κηρύττουσαι, καὶ περὶ Πατρὸς ἀεὶ διαλεγόμενον ἐπιδεικνύουσαι, παρὰ Πατρὸς ἐληλυθέναι φάσκοντα, καὶ πρὸς Πατέρα ἀπιέναι. Καὶ οὐδὲν δεῖ μηκύνειν παρατιθέμενον μαρτυρίας· πάντα γὰρ, ὡς εἰπεῖν, τὰ Εὐαγγέλια, καὶ αἱ τῶν ἀποστόλων γραφαὶ εἰς τοῦτο συντείνουσιν.
14. For these are both divine and apostolic words and doctrines, and the works bear witness to His deity, being done with heavenly authority, when on the one hand He commands the elements, and on the other rebukes spirits, and by power restores maimed limbs, and by will heals diseases, and declares His authority, and does not hide Himself, and through Him death is abolished, and life and incorruption are brought to light, and the corrupted nature of men is created a second time, and the world is renewed through His coming, and a new creation appears through the resurrection of Christ, the body of our humiliation being transformed into conformity with the body of His glory (Phil. 3:21), while the whole creation is set free from the bondage of corruption into the liberty of the glory of the children of God (Rom. 8:21). And that our incarnate Lord and God Jesus Christ is not the Father, nor, as those men would say, the only God, all the divine Scriptures bear witness, proclaiming Him Who has come to be the Son of God, and showing Him always conversing about the Father, affirming that He has come forth from the Father, and is going away to the Father. And there is no need to prolong the discourse by adducing testimonies; for all the Gospels, so to speak, and the writings of the apostles tend towards this.
15. Ἄλλας τε Ἑλληνικὰς ἡμῖν ἀντιλογίας κινοῦσι, καὶ τὰς ἐξ Ἰουδαίων βλασφημίας ἐπιφέρουσι, χλευάζοντες τὸ μυστήριον τῆς ἀποστολῆς τοῦ Λόγου καὶ σαρκώσεως. Εἰ γὰρ ἀποστέλλεται, καὶ καταβαίνει, φασὶν, οὐκ ἔσται μετὰ τοῦ ἀποστέλλοντος, οὐδὲ τῷ ἄνω μένοντι σύνεστι. Μαθέτωσαν δὴ τὸ ἄνω καὶ τὸ ἐν ὕψει μὴ σωματικῶς ἀκούειν μόνον, ἀλλὰ δή τι καινότερον ἐνθυμείσθωσαν. Τὸ γὰρ, « Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, » καὶ τὸ, « Ὑψώσω σε, Κύριε, » καὶ τὸ, « Αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, » οὐκ ἐν τόπῳ τινὶ καὶ μετεώρῳ τὸν Κύριον ὄντα παρίστησιν, οὐδ' ὑπὸ ἀνθρώπων μετεωριζόμενον ὑπογράφει τὸν Θεὸν, οὐδ' ὑπὸ τῶν ἄλλων τῶν ὑμνούντων αὐτὸν, ἀλλὰ τὸ μεγαλοπρεπὲς τῆς ἀοράτου θεότητος ὕψος καλεῖ. Καὶ ὁ λέγων· « Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων, » οὐ τόπον οἰκήσεως ἀποκληροῖ τῷ Κυρίῳ τὸν οὐρανὸν, ἀνθρώποις δὲ τὴν γῆν· ἀλλὰ τὴν ὑπεροχὴν τοῦ Θεοῦ καὶ μεγαλοπρέπειαν ἐπιδείκνυσιν. Ὅταν οὖν τὸ μὲν σεμνὸν καὶ μεγαλοπρεπὲς ἐπουράνιον εἶναι λέγηται, τούτῳ δὲ ἀντικειμένως τὸ ταπεινὸν γηΐνως τε καὶ ἐπὶ γῆς εἶναι λέγηται, κατάβασις εὑρίσκεται τοῦ Λόγου ἡ ἐκ τῆς ἀσωμάτου μεγαλοπρεπείας εἰς τὸ τοῦ σώματος εὐτελὲς ἐπίδοσις, ἐπιδεδωκότος ἑαυτὸν εἰς σωματικὴν μόρφωσιν διὰ φιλανθρωπίαν καὶ τὴν τοῦ παντὸς σωτήριον πρόνοιαν. Ἀπεσταλμένος τε κατὰ τοῦτο νοηθήσεται, ὅτι ἀῤῥήτῳ βουλήσει τοῦ ἀσωμάτου Πατρὸς σώματι δέδω-
15. And they stir up against us other pagan disputes, and bring forward the blasphemies from the Jews, mocking the mystery of the sending and incarnation of the Word. For if He is sent, and comes down, they say, He will not be with Him Who sends Him, nor is He together with Him Who remains above. Let them learn, then, not to hear the above and that which is on high bodily only, but let them indeed ponder something more novel. For the saying, The Lord is high above all the nations (Ps. 112:4), and the saying, I will exalt Thee, O Lord (Ps. 29:1), and the saying, Worthy of praise and exalted exceedingly unto the ages (Dan. 3:52), does not present the Lord as being in some place and elevated region, nor does it depict God as being lifted on high by men, nor by the others who hymn Him, but it calls the magnificence of the invisible deity height. And he who says, The heaven of heaven is for the Lord, but the earth He has given to the sons of men (Ps. 113:24), does not allot heaven to the Lord as a place of habitation, and the earth to men; but he shows forth the pre-eminence and magnificence of God. Whenever, therefore, that which is august and magnificent is said to be heavenly, and contrariwise to this that which is lowly is said to be earthly and upon earth, the descent of the Word is found to be the giving over of Himself from His incorporeal magnificence unto the lowly state of the body, He having given Himself over unto a bodily formation on account of His love towards mankind and His saving providence over the universe. And according to this He will be understood to have been sent, because by the ineffable counsel of the incorporeal Father He has giv-