ἐχρίσθη Ἀαρὼν, οὕτως εἰσὶ καὶ οἱ ἀποταξάμενοι τῷ κόσμῳ καταθανόντες, καὶ οἱ ὄντες ὁμόψυχοι. Ἐκεῖνο γὰρ τὸ μύρον κατεσκεύαστο ἀπὸ σμύρνης, καὶ κινναμώμου, καὶ καλάμου εὐώδους, καὶ ἴρεως· ἐμίγνυτο γὰρ ταῦτα ἐν ἐλαίῳ, καὶ ἐγίνετο μύρον μυρεψικόν· καὶ τούτῳ ἐχρίσατο ὁ ἱερεὺς, ὅταν προεχειρίζετο ἱερατεύειν τῷ Θεῷ· οὕτω γὰρ ἦν προστάξας ὁ Θεὸς τῷ Μωϋσεῖ ἐν τῇ βίβλῳ τῆς Ἐξόδου. Ἑρμηνεύεται οὖν σμύρνα μελῳδία αὐτῶν· κιννάμωμον δὲ ἑρμηνεύεται κτίσις ἄμωμος· κάλαμος δὲ εὐώδης ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὁ γὰρ Κύριός φησιν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, τουτέστι τὸ Πνεῦμα· ἱερέως [ἶρις] δὲ ἑρμηνεύεται γρηγόρησις. Οὕτως οὖν καὶ οὗτοι ὑπάρχουσι συγκείμενοι, λέγω δὴ οἱ ἀποταξάμενοι κατὰ Θεὸν διὰ μελῳδίας αὐτῶν, ὅπερ ἑρμηνεύεται σμύρνα· καὶ διὰ τῆς κτήσεως τῶν ἔργων αὐτῶν τῶν ἀμώμων, ὅπερ ἑρμηνεύεται τὸ κιννάμωμον· καὶ διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος, ὅπερ ἐστὶν ὁ κάλαμος ὁ εὐώδης· καὶ διὰ τῆς ἐγρηγόρσεως τῆς ψυχῆς, ὅπερ ἡρμηνεύθη τὸ τοῦ ἱερέως ὄνομα. Ταῦτα οὖν ἔχοντες οἱ ἀποταξάμενοι, τὴν μελῳδίαν αὐτῶν, καὶ τὴν κτῆσιν τῶν ἔργων τῶν ἀμώμων, καὶ τὴν εὐωδίαν τῆς χάριτος, καὶ τὴν ἐγρήγορσιν, μίσγουσιν αὐτὰ ἐλεημοσύνῃ, καὶ ἔστι μύρον τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Διὰ τοῦτο οὖν ἀπηκλ. [ἀπεικάζει] αὐτοὺς τῷ μύρῳ τῷ βληθέντι ἐπὶ τὴν κεφαλὴν τοῦ ἱερέως. Καὶ ἄλλην δὲ ἑρμηνείαν ἔχουσιν οἱ αὐτοὶ στίχοι. Ἡνίκα γὰρ ἐπέχεε τὸ μύρον τὸ προλεχθὲν ἐπὶ τὴν κεφαλὴν τοῦ ἱερέως, ἀναγκαίως κατῄει ἐπὶ τὸν πώγωνα αὐτοῦ τὸ μύρον, καθὼς εἴρηκεν ὁ ψαλμὸς, καὶ ἐπὶ τὸ περιστόμιον τὸ κυκλοῦν τὸν τράχηλον, καὶ ἐπληροῦντο ἀναγκαίως τοῦ μύρου τὰ ἀμφότερα, ὅ τε πώγων καὶ ἡ ᾤα τοῦ ἐνδύματος αὐτοῦ. Οὕτως οὖν, λέγει, εἰσὶ καὶ οἱ ὁμοψύχως κατὰ Θεὸν ἀποταξάμενοι· ἐπιχέεται γὰρ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Θεοῦ, ὅπερ ἐστὶ τὸ μύρον, καὶ κατελθὸν ἐπὶ τὴν κεφαλὴν, τουτέστι εἰς διάνοιαν, πληροῖ τῆς χάριτος αὐτοῦ, καὶ τὰ λεπτὰ νοήματα τῆς καρδίας, ὡσανεὶ τὸν πώγωνα. Πληροῖ καὶ κύκλῳ γλυκύτητος τὴν διδασκαλίαν τῆς ψυχῆς [τῆς διδασκαλίας τὴν ψυχήν], ὅπερ ἐστὶν ἡ ᾤα τοῦ ἐνδύματος, ἵνα λέγει· Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις. Καὶ πάλιν ἔστι συνιδεῖν, ὅτι διὰ τοῦτο τὸ μύρον ἐκεῖνο τὸ μύρον [ἐκείνῳ τῷ μύρῳ] ἀπείκασεν αὐτοὺς, ἐπειδὴ ἐκ τῶν τεσσάρων ἐκείνων, ὧν εἰρήκαμεν, κατεσκεύαστο εἰς ἔλαιον ἐκεῖνο τὸ μύρον· οὕτως οὖν καὶ οὗτοι ἐκ τῶν τεσσάρων Εὐαγγελίων κατεσκευάσθησαν εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, ἥτις ὑπάρχει μεστὴ ἐλαίου καὶ καρπῶν εἰρηνικῶν. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἄλλως ἔστιν ἐπιστῆσαι τὸν νοῦν· διὰ ποίαν αἰτίαν τῷ μύρῳ ἐκείνῳ τῷ πνευματικῷ ἀφωμοίωσε τοὺς τοιούτους· ἐπειδὴ ὄντως οἱ τοιοῦτοι Χριστοῦ μέλη τυγχάνουσι, περὶ οὗ ὁ προφήτης λέγει· Μύρον ἐκκενωθὲν ὄνομά σοι· ἀναγκαίως οὖν ὡς τοῦ θείου μύρου, ὡσανεὶ Χριστοῦ, κατὰ χάριν μέλη ὄντες, εἰκότως καὶ αὐτοὶ μύρῳ ἀπεικάσθησαν.
Aaron was anointed, so also are those who have renounced the world, having died unto it, and who are of one mind. For that ointment was compounded of myrrh, and cinnamon, and sweet-smelling calamus, and iris; for these were mixed in oil, and became a perfumer's ointment; and with this the priest was anointed when he was appointed to minister as priest unto God; for so had God commanded Moses in the book of Exodus (Exod. 30:23-24). Now myrrh is interpreted their melody; and cinnamon is interpreted a blameless possession; and sweet-smelling calamus is the Holy Spirit, for the Lord saith: My tongue is the pen of a ready writer (Ps. 44:2), that is, the Spirit; and priest's [iris] is interpreted watchfulness. Thus therefore these men also are compounded, I mean those who have renounced the world according to God, through their melody, which myrrh is interpreted; and through the possession of their blameless works, which cinnamon is interpreted; and through the grace of the Holy Spirit, which is the sweet-smelling calamus; and through the watchfulness of the soul, which the name of priest [iris] was interpreted. Having therefore these things, those who have renounced the world—their melody, and the possession of blameless works, and the sweet fragrance of grace, and watchfulness—mingle them with almsgiving, and it becomes an ointment unto God for an odour of sweet fragrance. Wherefore then he likens them to the ointment poured upon the head of the priest. And the same verses have another interpretation as well. For when he poured the aforesaid ointment upon the head of the priest, the ointment necessarily descended upon his beard, even as the psalm hath said, and upon the collar encircling the neck, and both were necessarily filled with the ointment, both the beard and the border of his garment. So therefore, he saith, are those also who with one mind have renounced the world according to God; for the Holy Spirit from God, which is the ointment, is poured out upon them, and coming down upon the head, that is, into the mind, fills with His grace even the subtle thoughts of the heart, as it were the beard. He also fills all around with the sweetness of teaching the soul [with the teaching of the soul], which is the border of the garment, so that he may say: We are a sweet fragrance of Christ among those who are being saved (2 Cor. 2:15). And again one may perceive that on account of this ointment He likened them to that ointment, since out of those four ingredients of which we have spoken that ointment was prepared in oil; so therefore these men also out of the four Gospels have been prepared unto the love of God, which is full of oil and peaceful fruits. And not only this, but in another way also one may fix one's mind upon why He compared such men to that spiritual ointment: since truly such men are members of Christ, concerning Whom the prophet saith: Ointment poured forth is Thy name (Cant. 1:2); necessarily therefore, as being by grace members of the divine ointment, as it were of Christ, they too have reasonably been likened to ointment.