Migne Reading Room

PG 27 · cols. 476–485 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:476Read from the page
καὶ ποιήσω, φησὶν, ἐπειδὰν ἐν ταῖς θείαις αὐλαῖς γενοίμην· τὴν Ἐκκλησίαν Χριστοῦ, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ.
I will also do, he says, when I come to be in the divine courts; meaning the Church of Christ, or the heavenly Jerusalem.
Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙϚʹ.
Alleluia. Psalm 116.
Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς, ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς. Οὐκ ἂν, φησὶ, τῆς τοιαύτης μεταβολῆς ἐτύγχανε τὰ ἔθνη, εἰ μὴ ἐπικρατέστερον τῶν ἡμετέρων ἁμαρτιῶν τὸ ἔλεος ἐγένετο τοῦ Θεοῦ. Καὶ ἡ ἀλήθεια Κυρίου μένει εἰς τὸν αἰῶνα· ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος, τῶν πρὸς Ῥωμαίους γραμμάτων ἀρξάμενος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις· καὶ πάλιν δέ· Λέγω Χριστὸν Ἰησοῦν διάκονον γενέσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπειδὴ τοίνυν πεπλήρωκε τὰς ὑποσχέσεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο δέδωκε σωτηρίαν, καὶ ἀνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ὑμεῖς οἱ ἐξ Ἰουδαίων προσεληλυθότες, καὶ ὑμεῖς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμφωνον ὑμνῳδίαν κεράσαντες, τὸν εὐεργέτην ἀμείψασθε.
Praise the Lord, all ye nations, and so forth, for His mercy is confirmed upon us. The nations, he says, would never have obtained such a change, unless the mercy of God had proved stronger than our sins. And the truth of the Lord endureth for ever; for He has given the salvation which He promised through the holy prophets. This also the blessed Paul declares, beginning his Epistle to the Romans: Paul, a servant of Jesus Christ, a called apostle, separated unto the Gospel of God, which He promised afore through His prophets in the holy Scriptures (Rom. 1:1-2); and again: I say that Christ Jesus hath been made a minister of the circumcision for the truth of God, that He might confirm the promises given unto the fathers, and that the nations might glorify God for His mercy (Rom. 15:8-9). Since, therefore, the God of all has fulfilled the promises, and has given the salvation which He promised, and has opened to all the fountains of mercy, both you who have drawn near from among the Jews, and you who have believed from among the nations, blending a harmonious hymnody, requite your Benefactor.
Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙΖʹ.
Alleluia. Psalm 117.
Ὑπόθεσις.
Argument.
Διδάσκεται ὁ νέος λαὸς ὁ συνεστηκὼς ἔκ τε Ἰουδαίων καὶ τῶν ἐθνῶν, ὡς ἕνα μόνον δεῖ ἐπικαλεῖσθαι βοηθὸν, αὐτὸν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, καὶ ἐξ αὐτοῦ ἐν καιρῷ διωγμοῦ τὴν ἐπικουρίαν ζητεῖν πᾶσαν, τὴν ἐξ οὐρανοῦ παραπεμπομένην βοήθειαν· αὐτῷ τε ἀναφέρειν τῆς νίκης τὰ χαριστήρια· αἰτεῖν τε τὰς διὰ τῶν ἀρετῶν ὁδοὺς, καὶ πρὸς τούτοις ἅπασιν ἐξομολογεῖσθαι τῷ Κυρίῳ τῷ ὀνομαζομένῳ λίθῳ· ἀπηγορευμένῳ μὲν παρὰ τῶν οἰκοδόμων, γενομένῳ δὲ εἰς κεφαλὴν γωνίας.
The new people, composed both of Jews and of the nations, is taught that it must call upon one Helper alone, the very Word of God Who became man, and seek from Him in time of persecution all succour, even the help sent from heaven; and offer up to Him thank-offerings for victory; and ask for the paths that lead through the virtues, and in addition to all these things give thanks unto the Lord Who is called a stone—rejected indeed by the builders, but made the head of the corner.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ. Πρώτους αὐτοὺς τῆς ἐξομολογήσεως ἄρχεσθαι παρακελεύεται, ἅτε πρώτους κεκλημένους διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος.
Give thanks unto the Lord, for He is good, for His mercy endureth for ever. Let the house of Israel now say. He exhorts them to be the first to begin the thanksgiving, inasmuch as they were the first called through the evangelical preaching.
Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Δύο διδάσκει ὁ παρὼν στίχος, ὡς καὶ θλίψεως ἔχειν δεῖ τοὺς προσερχομένους τῇ πίστει, κατὰ τὸ, Προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Καὶ θλιβόμενον μὴ ἕτερον ἐπικαλεῖσθαι βοηθὸν ἢ αὐτὸν τὸν Κύριον, ὃς καὶ τὴν θλίψιν ἡμῶν εἰς εὐρυχωρίαν ἄγει πολλήν. Τῶν μικρῶν γὰρ πόνων μεγάλας ἀποληψόμεθα τὰς ἀμοιβάς.
Out of affliction I called upon the Lord, and He heard me unto enlargement. The present verse teaches two things: that those who draw near to the faith must experience affliction, according to the saying, If thou comest to serve the Lord, prepare thy soul for temptation (Sir. 2:1); and that when afflicted one must call upon no other helper than the Lord Himself, Who also brings our affliction into great enlargement. For in return for small labours we shall receive great rewards.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τὰ ἑξῆς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὁ μὲν γὰρ τοῦ Θεοῦ λαὸς μόνον ἐκάλει τὸν Θεὸν, καὶ τὸ ὄνομα λέγων αὐτοῦ ἠμύνετο τοὺς φαινομένους καὶ ἀφανεῖς πολεμίους· οἱ δὲ τού-
All the nations compassed me about, and so forth. They compassed me about like bees around a honeycomb, and in the name of the Lord I warded them off. For the people of God called upon God alone, and by speaking His name warded off the visible and invisible enemies; whereas the men
PG 27:477Read from the page
τοις ἐπιβουλεύοντες ἄνθρωποι μόναις θαῤῥοῦσιν ἀρχαῖς τε καὶ δυναστείαις ἀνθρώπων. Τὸ δὲ, πάντα τὰ ἔθνη, ὑπερβολικόν· τὴν γὰρ Ἰουδαίαν πᾶσαν ἐκύκλουν πάντα τὰ ἔθνη. Ἢ παρέοικε τῷ· Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· δηλαδὴ τοὺς ἐμπαθεῖς λογισμοὺς ὑπὸ δαιμόνων ἐπαγομένους, καὶ λόγους ἐπαφεῖεν σοφιστικούς. Ταῦτα γὰρ ἀνατρέψει τὰ ἔθνη. Ἔσθ' ὅτε καὶ ἀναιρεῖται τούτους ἐπικλήσει Θεοῦ, τὰς παθητικὰς ἐκκόπτων ὁρμὰς, καὶ λόγους ἀνατρέπων σοφιστικούς. Οἱ δὲ κηφῆνες, ταῖς μελίτταις παρεοικότες, ὡς καὶ λανθάνειν τοὺς ἀγνοοῦντας, οὐ κέντρον ἔχουσιν, οὐκ ἐργάζονται μέλι· σῶμα δὲ μεῖζον ἔχοντες, τῶν μελιττῶν τὸ ἔργον ἐσθίουσιν· οὓς καὶ διαφθείρουσι μετ' ἀλλήλων αἱ μέλιτται συνιστάμεναι. Ἔστιν οὖν ἡ Ἐκκλησία μέλισσα· μελιττουργὸς δὲ ἡ τὴν τοῦ Θεοῦ προτιμῶσα σοφίαν· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, καίπερ ἀσθενοῦς οὔσης· κατὰ τὸ, Μὴ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης ἔχειν τὸ κήρυγμα. Ὅμως ἔχει τὸ κέντρον ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως Θεοῦ, τὸν τῆς πίστεως ἔχουσα λόγον· ὡς καὶ ἀναιρεῖν τὰς αἱρέσεις, καθάπερ κηφῆνας, ἐλέγχῳ ταύτας διχοτομοῦσα τῆς ἀληθείας. Μία μὲν ἡ τιμήσασα τὴν σοφίαν τοῦ Θεοῦ μέλισσα· πολλαὶ δὲ τῆς τοῦ Θεοῦ σοφίας ἀπέστησαν· οὐ μέλισσαι, ἀλλ' ὡς μέλισσαι κηφῆνες ὑπάρχουσαι· βουλόμενοι τῆς μιᾶς ἀναλῶσαι τὸ μέλι, καὶ ὡσεὶ πῦρ ἐν ἀκάνθαις ἐκκαίονται· τὸ γὰρ αἰσχρὸν ἐπιθυμιῶν οἱ ἀπὸ τῶν αἱρέσεων ἐκκαίουσι πῦρ· καθὼς φησιν ὁ Παῦλος· Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. Ἀκάνθας δὲ τὰς ἡδονὰς ἡρμήνευσε τὸ Εὐαγγέλιον· ὧν τοὺς λόγους ὁ τὸν Θεὸν καλῶν ἀνατρέπει. Τὰ γὰρ ὅπλα αὐτοῦ οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ καθαιροῦντα πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.
who plotted against them trusted solely in the rulers and potentates of men. And the phrase, all the nations, is hyperbolical; for all the nations surrounded all Judaea. Or it resembles the saying: In the mornings I slew all the sinners of the earth (Ps. 100:8); namely, the passionate thoughts brought in by demons, and the sophistical arguments which they might launch. For the nations will overturn these. And sometimes also one destroys these by calling upon God, cutting off passionate impulses and overturning sophistical arguments. Now drones, resembling bees so as even to escape the notice of the ignorant, have no sting and do not make honey; but having a larger body, they devour the work of the bees; and the bees, banding together with one another, destroy them. The Church, therefore, is a bee; and the honey-maker is she who honours the wisdom of God above all; whose labours kings and private persons alike apply to themselves for health, even though she is weak—according to the saying, that the preaching is not in persuasive words of human wisdom (1 Cor. 2:4). Nevertheless she has her sting in demonstration of the Spirit and of the power of God, possessing the word of faith; so as even to destroy heresies, like drones, cutting them in two by the refutation of the truth. One indeed is the bee that has honoured the wisdom of God; whereas many have departed from the wisdom of God—not bees, but drones that look like bees—wishing to consume the honey of the one bee, and they burn out like fire among thorns; for those of the heresies kindle the shameful fire of lusts, even as Paul says: For the things that are done by them in secret it is shameful even to speak of (Eph. 5:12). And the Gospel interpreted thorns as pleasures (Luke 8:14); whose arguments he who calls upon God overturns. For his weapons are not carnal, but mighty before God to cast down every high thing that is lifted up against the knowledge of God (2 Cor. 10:4-5).
Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὡς ἤδη ἀνῃρημένων τῶν νοητῶν ἐχθρῶν τῶν κατὰ καιροὺς διωξάντων τὸν τοῦ Θεοῦ λαὸν, εἰκότως λοιπὸν τῆς ἀγαλλιάσεως αἱ φωναὶ ἀκούονται, καὶ οὐχ ἑτέρωθί που ἢ ἐν ταῖς τῶν δικαίων σκηναῖς.
The voice of exultation and salvation is in the tabernacles of the righteous. Inasmuch as the spiritual enemies who from time to time persecuted the people of God have already been destroyed, fittingly henceforth the voices of exultation are heard, and nowhere else than in the tabernacles of the righteous.
Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Αὕτη ἡ τῆς ἀγαλλιάσεως φωνὴ ἡ γενομένη παρὰ τὴν Ἐκκλησίαν, τὸ ὁμολογεῖν, ὅτι αὐτὴ μόνη ἡ τοῦ Κυρίου δύναμις τοὺς ἀγωνιζομένους διέσωσε καὶ ὑψηλοτέρους ἀπέδειξεν.
The right hand of the Lord hath wrought power. This is the voice of exultation that arises in the Church: to confess that the power of the Lord alone preserved those who contended and showed them superior.
Ἀνοίξατέ μοι πύλας δικαιοσύνης. Πύλας δικαιοσύνης τὰς κατ' ἀρετὴν νοήσεις προκοπὰς, ἃς καὶ ὁδεύουσιν οἱ τοὺς καιροὺς τῶν θλίψεων ὑπομείναντες. Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Οἱ διὰ τῶν ἀρετῶν περιπατοῦντες εἰς ἐκείνην ἀπαντήσουσι τὴν πύλην, τὴν εἰς αὐτὴν ἄγουσαν τὴν τοῦ Κυρίου θεωρίαν. Καὶ ποία αὕτη, ἢ τῆς καρδίας καθαρότης; Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι τὸν Θεὸν ὄψονται.
Open to me the gates of righteousness. By gates of righteousness you will understand the advances in virtue, along which also those travel who have endured the seasons of afflictions. This is the gate of the Lord, the righteous shall enter into it. Those who walk through the virtues will arrive at that gate which leads to the very contemplation of the Lord. And what is this gate, other than purity of heart? Blessed are the pure in heart, for they shall see God (Matt. 5:8).
Notes, col. 477

On the reading

Printed κρυφῆ, for κρυφῇ.

PG 27:480Read from the page
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Σοὶ αὐτῷ τῷ γεγονότι δι' ἡμᾶς λίθῳ ἀπηγορευμένῳ ἀπεδοκίμασαν μὲν οἱ οἰκοδομοῦντες· μετὰ δὲ τὴν τῶν ἐθνῶν μεταβολὴν ἑτέρας γωνίας κεφαλὴ γέγονας· καὶ ποία αὕτη; Συνῆψε τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον.
The stone which the builders rejected, the same is become the head of the corner. Thee Thyself, Who for our sakes wast made a rejected stone, the builders indeed rejected; yet after the conversion of the nations Thou art become the head of another corner; and what is this? He joined the two peoples into one new man.
Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Καὶ τίς ἂν εἴη, ἢ ἡ ἀναστάσιμος τοῦ Κυρίου ἡμέρα; Ποία δὲ αὕτη ἡμέρα ἀλλ' ἢ ἡ σωτήριος τῶν ἐθνῶν ἁπάντων, καθ' ἣν ὁ ἀποβληθεὶς λίθος γέγονεν εἰς κεφαλὴν γωνίας; Σημαίνει δὲ ὁ λόγος τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμῶν, τήν γε ἐπώνυμον αὐτοῦ γενομένην, δηλαδὴ Κυριακήν.
This is the day which the Lord hath made. And what day could this be, other than the day of the Lord's resurrection? And what day is this, other than the day of salvation for all the nations, on which the stone that was cast away became the head of the corner? Now the word signifies the resurrection day of our Saviour, which indeed came to be named after Him, namely the Lord's day.
Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τοῦτο καὶ ἡ ἐν Ἱεροσολύμοις δοξολογία ἐπὶ τίνα φέρεσθαι ἐδίδαξεν. Τὸ δὲ, Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, ταῦτα οἱ προφῆταί φασι πρὸς τοὺς πιστεύοντας τῷ Χριστῷ. Μακαρίους, φασὶν, ἀποκαλέσομεν ὑμᾶς, ὅτι δὴ οἶκος γεγόνατε πνευματικός· ἐνοικεῖ γὰρ ἐν ὑμῖν ὁ Κύριος. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι. Συστήσασθε ἑορτήν. Συνιέναι κελεύει τοὺς προσελθόντας τῇ πίστει, καὶ πληροῦν τὴν θείαν σκηνὴν, ὡς καὶ μέχρι τῶν κεράτων φθάνειν τοῦ θυσιαστηρίου διὰ τὸ πλῆθος. Πυκάζοντα δὲ τὰ χερουβίμ φησι, τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ, πυκάζουσι. Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερουβὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον.
O Lord, save now; O Lord, send prosperity now. Blessed is He that cometh in the name of the Lord. Whom this refers to, the doxology in Jerusalem also taught. And as for the words, We have blessed you out of the house of the Lord, the prophets speak these things to those who believe in Christ. We shall call you blessed, they say, because you have indeed become a spiritual house; for the Lord dwells in you. Establish a feast among those that cover thickly. Establish a feast. He commands those who have come to the faith to assemble together and fill the divine tabernacle, so as to reach even unto the horns of the altar by reason of the multitude. And by those that cover thickly he means the cherubim, which overshadow the mercy-seat; for this is the meaning of among those that cover thickly. For to cover thickly is to shelter. And the cherubim sheltered the mercy-seat with their wings.
Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι. Ταύτην ἀναφέρειν τῷ Σωτῆρι Χριστῷ διδάσκονται τὴν φωνήν.
Thou art my God, and I will give thanks unto Thee. They are taught to offer up this voice to Christ the Saviour.
Ἀλληλούϊα. ΡΙΗʹ.
Alleluia. 118.
Ὑπόθεσις.
Argument.
Ἐν τούτῳ τῶν ἁγίων διαγράφει τὴν πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, τὰ σκάμματα, τὰς τῶν δαιμόνων ἐπαναστάσεις, τοὺς μυρίους ὑποβαλλομένους λογισμοὺς, τὰς παγίδας, τὰ θήρατρα· οὐ μὴν ἀλλὰ καὶ τὰ δι' ὧν περιγένωνται, τὸν νόμον, τὰ λόγια, τὴν ὑπομονὴν, τὴν ἄνωθεν συμμαχίαν· ἔπειτα μετὰ τοὺς πόνους, βραβεῖα, τοὺς στεφάνους, τὰς ἀμοιβάς.
In this psalm he delineates the way of life of the saints, their struggles, their afflictions, their wrestling-pits, the uprisings of the demons, the ten thousand thoughts suggested to them, the snares, the traps; and not only so, but also the means whereby they prevail: the law, the oracles, endurance, the alliance from above; and thereafter, after their labours, prizes, crowns, rewards.
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Ὁ μηδαμῆ μηδαμῶς ἁμαρτάνων, οὗτος ἂν εἴη ἄμωμος καὶ μὴν καὶ μακάριος.
Blessed are the blameless in the way. He who in no way and by no means sins, such a one would be blameless and indeed blessed.
Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ δεῖ ποτὲ μὲν κατορθοῦν τὸν νόμον, ποτὲ δὲ παραβάτην γενέσθαι. Τί γὰρ κέρδος τοῦ ἐξερευνῆσαι τὰ μαρτύρια αὐτοῦ ἁπλῶς, καὶ ἐξ ὅλης δὲ καρδίας τὸν Θεὸν μὴ ἐκζητεῖν;
Blessed are they that search out His testimonies; with the whole heart shall they seek Him out. For one must not at one time uphold the law, and at another time become a transgressor. For what profit is there in simply searching out His testimonies, and yet not seeking out God with the whole heart?
Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Οὐκοῦν τὸν θεῖον νόμον οὐκ οἶδεν ὁ ἁμαρτάνων· τὸ γὰρ γινώσκειν ἐστὶ τὸ ἐργάζεσθαι αὐτόν.
For they that work iniquity have not walked in His ways. Therefore he who sins does not know the divine law; for to know it is to practise it.
PG 27:481Read from the page
Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Γνοὺς, ὡς τῆς ἄνωθεν ἐπικουρίας χωρὶς οὐ δυνατόν τινα φύλακα γενέσθαι τοῦ νόμου, εὐχῇ τοῦτο ἑαυτῷ κατορθοῖ· τὸ, ὄφελον, ἀντὶ τοῦ, γένοιτο, κεῖται.
Thou hast commanded Thy commandments to be kept exceedingly. O that my ways were directed to keep Thy statutes! Knowing that without help from above it is impossible for anyone to become a keeper of the law, he secures this for himself by prayer; the word O that stands instead of may it be.
Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας. Μετὰ τὴν εὐχὴν καὶ τὸ ἀπὸ προαιρέσεως τίθησιν. Ἀρχὴ δὲ τῆς σωτηρίας ἡ ἐξομολόγησις.
I will give thanks unto Thee with uprightness of heart. After the prayer he also sets down that which comes from free choice. And the beginning of salvation is confession.
Μή με ἐγκαταλείπῃς ἕως σφόδρα. Πάλιν τὴν ἄνωθεν συμμαχίαν ἐπικαλεῖται.
Forsake me not utterly. Again he invokes the alliance from above.
Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Πολλῶν, φησὶν, ἐστὶν ἡ νεότης σκανδάλων μεστή. Πῶς οὖν τις ταῦτα ὑπερέβη, ἢ διὰ τοῦ ἔχειν τὴν μνήμην τοὺς τοῦ Θεοῦ λόγους διαπαντός; ἡ γὰρ ἔννοια τοῦ θείου νόμου καὶ καθαρτικὴ καὶ φυλακτικὴ πάντως ἐστίν.
Wherewithal shall a young man direct his way? Youth, he says, is full of many stumbling-blocks. How then did anyone surmount these, except by keeping the words of God in remembrance continually? For the thought of the divine law is altogether both purifying and protective.
Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε. Εἰ ἡ μνήμη τοῦ Θεοῦ, φησὶ, τοὺς Σατανικοὺς ἐκδῦναι παρασκευάζει βρόχους, ἐγὼ δὲ ἐμαυτοῦ ὅλην τὴν διάνοιαν ἀνέθηκά σοι τῷ Θεῷ· ἄξιός εἰμι τῶν σῶν ἔξω μὴ μένειν ἐντολῶν. Ἅ φησι, μὴ ἀπογνόημά τις ᾖ πρὸς ὅπερ ἐροῦμεν, ἐπιθυμίᾳ τῇ περὶ τὸν νόμον χρώμενοι, δέδωκε τὴν ἀσυνεσίαν· ἢ πολλοῖς τὴν σπουδὴν εἰς τοὐναντίον περιίστησι, καὶ ἐν οἷς δοκοῦσι κατορθοῦν ἐσφάλησαν, κατὰ τὸ λεγόμενον παρὰ Σολομῶνι· Ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι· τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. Οὐκοῦν ὅστις ἐξ ἡμισείας καρδίας τὸν Θεὸν ἐπιζητεῖ, νῦν μὲν αὐτῷ, νῦν δὲ τῷ κόσμῳ σχολάζειν βουλόμενος, τοῦτον ἀποβάλλει τῶν οἰκείων ἐντολῶν, ὡς στρατιώτην ἀδόκιμον.
With my whole heart have I sought Thee out. If the remembrance of God, he says, prepares one to strip off the Satanic snares, and I have dedicated my whole mind to Thee, O God, I am worthy not to remain outside Thy commandments. Which things he says, lest there be any despair regarding what we shall say, as we employ desire for the law, He has given folly; or for many He turns their zeal into the opposite, and in the things wherein they think they succeed they have erred, according to what is said in Solomon: There is a way which seemeth right among men, but the ends thereof come to the depth of Hades. Therefore whoever seeks after God with half a heart, wishing at one time to devote himself to Him and at another time to the world, him He casts out from His own commandments, as an unapproved soldier.
Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου. Εἰ μὴ γὰρ καθάπερ ἐν θησαυροῖς τις τῇ καρδίᾳ ἐναποκλείσῃ τὰς τοῦ Θεοῦ ἐντολὰς, ἔρχεται ὁ κακοῦργος καὶ ἁρπάζει αὐτάς. Ἁμαρτάνει τῷ Θεῷ ὁ ἀξιωθεὶς λογίων ἀποῤῥητοτέρων, καὶ κρύπτεσθαι ἀπὸ τῶν πολλῶν ἀξίων, καὶ μὴ κρύπτων αὐτὰ ἀφ' ὧν δεῖ. Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τὰ ἀληθῆ, ἐπὰν ὅλως ἃ μὴ δεῖ ἀπαγγείλῃ τις· Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπροσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν.
In my heart have I hid Thy oracles. For unless a man shuts up the commandments of God in his heart as in storehouses, the evildoer comes and snatches them away. He sins against God who has been counted worthy of more ineffable oracles, worthy also to be hidden from the multitude, and does not hide them from those from whom he ought. For there is danger not only in speaking falsehoods, but also in speaking the truth, whenever one reports at all things that ought not to be reported: For one must not cast pearls before swine, nor give that which is holy unto the dogs.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Αἰσθόμενος τῆς ἑαυτοῦ προκοπῆς τῆς ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι τὸν Θεὸν, εὐλογεῖ αὐτὸν, εὐχαριστῶν ἤδη ἐφ' οἷς ἠξιώθη· καὶ παρ' αὐτοῦ ζητεῖ μαθεῖν τίνα νοῦν ἔχει τὰ δικαιώματα αὐτοῦ.
Blessed art Thou, O Lord; teach me Thy statutes. Perceiving his own progress resulting from seeking out God with his whole heart, he blesses Him, giving thanks already for the things whereof he has been counted worthy; and he seeks to learn from Him what meaning His statutes have.
Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Ἃ μὲν ἐχρῆν κρύπτειν ἔκρυπτον, φησὶν, ἃ δὲ ἐξαγγέλλειν ἐξήγγελλον· ὅτι τῷ σῷ κριτηρίῳ τοὺς πάντας παραστῆναι δεῖ· ἵνα κομισώμεθα πρὸς ἃ ἐπράξαμεν.
With my lips have I declared all the judgements of Thy mouth. The things that ought to be hidden I hid, he says, and the things that ought to be declared I declared; because all must stand before Thy judgement-seat, so that we may receive according to the things we have done.
Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Τίς ὁ κατὰ Θεὸν πλοῦτος παιδεύεται· διό φησιν· Οὐδέν με εἷλεν ἐν τῷ παρόντι
In the way of Thy testimonies have I delighted, as in all riches. He is instructed what the wealth according to God is; wherefore he says: Nothing has captivated me in the present
PG 27:484Read from the page
βίῳ, οὐ χρυσὸς, οὐκ ἀξίωμα, οὐ δυναστεία· ἀντὶ δὲ πάντων ἐμοὶ τὰ μαρτύριά σου, εὐφροσύνη καὶ πλοῦτος.
life, neither gold, nor rank, nor power; but instead of all things Thy testimonies are to me joy and riches.
Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου. Οὐ μέχρι λέξεως ἡ μελέτη· ἀλλὰ τὸν νενοηκότα ποιεῖ αὐτά. Οὐ γὰρ ἀκροαταὶ δικαιωμάτων Θεοῦ δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ αὐτῶν. Οὕτω γὰρ οὐδέποτέ τις αὐτῶν ἐπιλήσεται.
I will meditate in Thy statutes; I will not forget Thy words. The meditation does not stop at the mere word, but makes him who has understood them practise them. For not the hearers of the statutes of God are righteous before God, but the doers of them. For thus no one will ever forget them.
Ἀνταπόδος τῷ δούλῳ σου, ζῆσόν με. Καὶ τί βούλεται ἀντιδοθῆναι αὐτῷ ἀνθ' ὧν εἰσενέγκατο, εἰς τὸ φωτισθῆναι αὐτοῦ τὴν διάνοιαν, εἰς τὸ γνῶναι τὰ θαυμαστὰ ἔργα τοῦ Θεοῦ; Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Οὐκ οἰκείαν, φησὶ, τὴν ἐν τῷ βίῳ πεποίημαι ματαιότητα· διὸ αἰτῶ γνῶσιν τῶν θείων δέξασθαι ἐντολῶν· αἱ μὲν γὰρ γνωσταί εἰσιν· αἱ δὲ ἄγνωστοι· γνωσταὶ μὲν ὡς τὸ, Οὐ φονεύσεις, καὶ τὰ ἕτερα· ἄγνωστοι δὲ τὸ, τίνος χάριν ἐν τῇ ὀγδόῃ ἡμέρᾳ τὰ βρέφη περιτέμνεται· ἢ, τίνος χάριν ὑπὲρ ἀρτιγεννήτων ἀναφέρονται θυσίαι.
Render unto Thy servant; quicken me. And what does he wish to be rendered unto him in return for the things which he has brought in, toward the enlightening of his mind, toward knowing the wondrous works of God? Unveil my eyes, and I shall perceive wondrous things out of Thy law. I have not made the vanity that is in life my own, he says; wherefore I ask to receive knowledge of the divine commandments; for some of them are known, and others unknown: known indeed, such as Thou shalt not kill, and the rest; and unknown, such as for what reason infants are circumcised on the eighth day, or for what reason sacrifices are offered for newborn babes.
Ἐπετίμησας ὑπερηφάνοις. Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται, Κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ.
Thou hast rebuked the proud. He who resists the proud, the same also rebukes the proud. Now the Lord resists the proud; therefore the Lord also rebukes the proud.
Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν. Οἱ ἀσεβεῖς ἐν καιρῷ διωγμοῦ ὀνειδίζοντες ἐξουδενήσουσί με. Αἰτοῦμαι οὖν ἵνα μάταια γένωνται κατ' ἐμοῦ ὀνείδη. Καὶ εἴ ποτε, φησὶ, πεφρόνηκα κατὰ τῆς σαρκὸς, ἀλλ' ἐπιστρέψας αἰτῶ τοῖς θείοις ζωοποιηθῆναι λόγοις· εἰ οὕτως εἰς ἐσχάτην ἧκον ἀπορίαν, φησὶν, ἐλαυνόμενος, ἐκ τῶν παρανομούντων ἀξιῶ σωθῆναι κατὰ τὴν ἐπαγγελίαν σου.
Remove from me reproach and contempt. The ungodly, reproaching me in a time of persecution, will set me at nought. I ask therefore that the reproaches against me may become vain. And if ever, he says, I have been minded according to the flesh, yet having turned back I ask to be quickened by the divine words; if I have thus come to extreme perplexity, he says, being driven about, I pray to be saved from the transgressors according to Thy promise.
Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν. Διὰ τοῦτο, φησὶν, ᾔτησα περιαιρεῖσθαι τὸ ὄνειδος, ἐπεὶ ἔργον εἶχον τὸ λαλεῖν κατ' ἐμοῦ. Πλὴν καὶ τῶν ἀρχόντων τῆς ἀδικίας ταῦτα ποιούντων, ὁ τοῦ Θεοῦ δοῦλος οὐκ ἀφίσταται τῶν δικαιωμάτων αὐτοῦ· τοὺς τοῦ Θεοῦ λόγους, ἅπερ ἔφη δικαιώματα, συμβούλους ἔχων πρὸς τοῦτο. Οὐδ' ἕνα δὲ πονηρὸν ὁ τοιοῦτος ἐπιδέχεται σύμβουλον. Ἀλλὰ καὶ οἱ ἄρχοντες τούτου τοῦ αἰῶνος, καθάπερ ἐπὶ Χριστοῦ συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ὧν ἐστιν ἡ σοφία τοῦ αἰῶνος τούτου.
For princes also sat and spoke against me. On this account, he says, I asked that the reproach be taken away, since they made it their business to speak against me. Nevertheless, even when the princes of iniquity do these things, the servant of God does not depart from His statutes, having the words of God, which he called statutes, as counsellors for this purpose. And such a man admits not even one evil counsellor. Moreover, the princes of this age also, just as in the case of Christ, were gathered together against the Lord and against His Christ. Whose is the wisdom of this age.
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Εἰς ἐσχάτην ἧκον ἀπορίαν, φησὶν, ἐλαυνόμενος ὑπὸ τῶν παρανομούντων, καὶ ἀξιῶ σωθῆναι κατὰ τὴν ἐπαγγελίαν σου τὴν λέγουσαν· Καὶ χείμαῤῥοι οὐ συγκλείσουσί σε.
My soul hath cleaved unto the pavement. I have come to extreme perplexity, he says, being driven about by the transgressors, and I pray to be saved according to Thy promise which says: And the torrents shall not shut thee in.
Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με. Σύνεσιν γὰρ τῶν ἐν αὐτοῖς μυστηρίων λαβὼν, ὡς καὶ ταύτην ὁδεῦσαι, δυνήσομαι περὶ τῶν ἐν αὐτοῖς θαυμασίων ὁμιλεῖν τε καὶ λόγον ποιεῖσθαι.
I have declared my ways, and Thou hast heard me. Make me to understand the way of Thy statutes. For having received understanding of the mysteries therein, so as also to walk in this way, I shall be able both to converse and to discourse concerning the wondrous things therein.
Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας. Διδάσκει, ὡς τὸ πνεῦμα τῆς ἀκηδίας οὐκ ἔστιν ἄλλως ἐκβάλλειν ἢ ἐκ τῆς μελέτης τῶν θείων λογίων. Νή-
My soul hath slumbered from weariness. He teaches that it is impossible to cast out the spirit of weariness otherwise than by meditation on the divine oracles. To be sober,
PG 27:485Read from the page
φειν οὖν καὶ γρηγορεῖν χρὴ διὰ τὸν εἰπόντα· Γρηγορεῖτε καὶ προσεύχεσθε.
therefore, and to watch is necessary because of Him Who said: Watch and pray.
Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισάμην. Τὸ μὲν αἰτεῖ παρὰ Θεοῦ, τὸ δὲ ἑαυτῷ εἰσφέρειν ὁμολογεῖ.
Remove from me the way of iniquity, and with Thy law have mercy upon me. I have chosen the way of truth. The one thing he asks from God, while the other he confesses that he contributes for himself.
Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα. Ματαιότης ἐστὶν ἡ περὶ τὰς θέας μανία, ἡ περὶ τῶν μὴ δεόντων θεωρία, καὶ ἡ κατὰ διάνοιαν δὲ ἄτοπος φαντασία, ἣν καὶ σαφηνίζει ὁ Παῦλος λέγων· Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ. Ὅρα ματαιότητα νοὸς λεγομένην, ὅτ' ἂν σχῇ τις νοῦν, καὶ τούτου μὴ χρήσηται πρὸς τὴν τῶν ἀληθῶν θεωρίαν, ἀλλὰ παρέχει αὐτὸν τῷ δεσμεύοντι Σατανᾷ. Τοῦτο τοίνυν εὐχόμενός φησιν· Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητας. Καὶ τοῦτο γὰρ χάρις Θεοῦ. Τοῦ αὐτοῦ. Τὰ ἐν σώματι ὡραῖα καὶ σαρκὸς ὀφθαλμοῖς φαινόμενα καλὰ, ματαιότητα ἀποκαλεῖ.
Turn away my eyes from beholding vanity. Vanity is the madness concerning spectacles, the gazing at things that ought not to be seen, and also absurd imagination in the mind, which Paul also makes clear when he says: In the vanity of their mind, being darkened in their understanding, alienated from the life of God. Observe that vanity of mind is spoken of whenever someone has a mind and does not use it for the contemplation of true things, but yields it to Satan who binds it. Praying for this, therefore, he says: Turn away my eyes from beholding vanities. For this too is a grace of God. From the same. The things that are comely in the body and appear fair to the eyes of the flesh, he calls vanity.
Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Ἐπειδὴ παιδαγωγοῦ δίκην ἀναγκαῖος ὁ φόβος τοῦ Θεοῦ ἐν πάσαις ἐντολαῖς· τούτου χάριν ἐφιστάναι αὐτῷ αὐτὸν εὔχεται τὸν Θεόν. Τὸ δὲ, Περίελε τὸν ὀνειδισμόν μου, μετὰ τὸ ἐπιστῆσαι ὥσπερ τινὰ φύλακα τῶν θείων νόμων. Καὶ περὶ ὧν ἤδη πρότερον συνέγνω ἑαυτὸν ὀνειδῶν ἐξομολογεῖται.
Establish Thy oracle unto Thy servant unto Thy fear. Since the fear of God is necessary after the manner of a tutor in all commandments, for this reason he prays to God to set it over him. And the words, Remove my reproach, he speaks after setting up as it were a guardian of the divine laws. And he confesses concerning the reproaches of which he was already conscious in himself before.
Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου. Ἐπεὶ δοῦλός σου τυγχάνων φοβοῦμαί σε, βούλομαι δὲ λογικῶς καὶ κατὰ τὸν λόγον φόβον ἔχειν, στῆσον τὸ λόγιόν σου εἰς τὸν φόβον σου, τὸν ὄντα σὸν, οὐκ ἀφ' οὗ φοβῇ σὺ, ἀλλ' ἀφ' οὗ ἐγὼ φοβοῦμαί σε. Ἵνα μὴ δὲ ἄνευ λόγου φόβον, μηδὲ ἄνευ φόβου λόγον ἔχωμεν· ἵστησι δὲ ὁ Θεὸς τὸ λόγιον αὐτοῦ εἰς τὸν φόβον αὐτοῦ, βεβαιῶν δι' ἀποδείξεως αὐτὸ τοῖς εὐλαβέσιν. Ὥσπερ γάρ τινές εἰσιν ἔχοντες ζῆλον, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, οὕτως εἰσί τινες ἔχοντες φόβον Θεοῦ, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα. Ποιήσας ὁ προφήτης ὡς ἄνθρωπος ἁμαρτίαν, παρακαλεῖ, ἐπεὶ ὁρᾷ τὸν ὀνειδισμὸν παρακολουθοῦντα ἐν τῷ θείῳ δικαστηρίῳ μετὰ τὴν ἀνάστασιν, καὶ λέγει τὸν προκείμενον στίχον. Οὐκ ἂν δὲ λέγοις τοῦτο λέγων· Περίελε τὸν ὀνειδισμόν σου. Ὅταν γὰρ ὀνειδίζομαι διὰ τὸν Χριστὸν, ἐκεῖνος ὁ ὀνειδισμὸς οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ Χριστοῦ· ὅταν δὲ ὀνειδίζομαι διὰ τὰς ἐμὰς ἁμαρτίας, καὶ μὴ μετανοῶ, οὐκ ὀφείλω λέγειν· Περίελε τὸν ὀνειδισμόν μου ἀπ' ἐμοῦ, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά.
Establish Thy oracle unto Thy servant. Since being Thy servant I fear Thee, and I wish to have fear rationally and according to reason, establish Thy oracle unto Thy fear, which is Thine, not whereby Thou fearest, but whereby I fear Thee. And so that we may neither have fear without reason, nor reason without fear, God establishes His oracle unto His fear, confirming it by demonstration for the devout. For just as there are some who have zeal, but not according to knowledge, so there are some who have the fear of God, but not according to knowledge. Remove my reproach which I have suspected. Having committed sin as a man, the prophet entreats, since he sees the reproach following in the divine tribunal after the resurrection, and he utters the verse before us. Yet you would not say this by saying: Remove Thy reproach. For when I am reproached for Christ's sake, that reproach is not mine, but Christ's; whereas when I am reproached for my own sins, and do not repent, I ought not to say: Remove my reproach from me, which I have suspected, for Thy judgements are good.
Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατ' ἀρετὴν, οὐ μόνον φυλάξας τὰς ἐντολὰς, ἀλλὰ καὶ ἐρωτικῶς περὶ αὐτὰς διακείμενος, καὶ οὐκ ἄλλων χάριν, ἀλλ' αὐτὰς καὶ δι' αὐτὰς ἐκτελῶν. Καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι.
Behold, I have longed after Thy commandments; in Thy righteousness quicken me. He asks as a reward the righteous life and that which is according to virtue, having not only kept the commandments, but also being amorously disposed towards them, and fulfilling them not for the sake of other things, but themselves and for their own sake. And since the Son is the righteousness of the Father, he who wishes to live in the Son says this.