Migne Reading Room

PG 27 · cols. 452–461 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:452Read from the page
Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ. Οὐδαμῶς τὸν θεῖον παραδεχόμενοι νόμον, ἀλλὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου προνέμοντες ἑαυτούς. Καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ποία ἦν ἡ βουλὴ τοῦ Ὑψίστου, ἢ τὸ θέλειν αὐτὸν πάντας ἀνθρώπους σώζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν;
Because they provoked the oracles of God. By no means receiving the divine law, but giving themselves over to the wise of this world. And they exasperated the counsel of the Most High. And what was the counsel of the Most High, other than His willing all men to be saved, and to come to the knowledge of the truth?
Ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Οὐ γὰρ ἴσχυέ τις τῆς ἁμαρτίας ποιήσασθαι τὴν ἀναίρεσιν.
They grew weak, and there was none to help. For no one was strong enough to accomplish the abolition of sin.
Καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Τίς γὰρ μείζων ἀνάγκη τοῦ δεδουλῶσθαι πνεύμασι πονηροῖς ἐν ἀγνοίᾳ Θεοῦ, καὶ πτωχείᾳ ψυχῆς, καὶ πενίᾳ κακίας;
And He saved them out of their distresses. For what greater distress is there than to have been enslaved to evil spirits in ignorance of God, and poverty of soul, and penury of wickedness?
Καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. Τὸ, διέῤῥηξε, τὴν ἀθρόαν τῆς ἁμαρτίας καθαίρεσιν καταδείκνυσιν.
And He burst their bonds asunder. The word, burst asunder, points out the sudden destruction of sin.
Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ. Τὰ αὐτὰ δεύτερον εἶπεν ἐπὶ ταῖς εὐεργεσίαις αὐτοῦ. Ὅτι συνέτριψε πύλας χαλκᾶς. Τὴν μέχρις ᾅδου τοῦ Σωτῆρος κάθοδον σημαίνει, ἣν ποιησάμενος, ἀνεπέτασε τοῦ ᾅδου τὰς πύλας, πάλαι δεσμοῖς ἀῤῥήκτοις κεκλεισμένας πᾶσιν. Οὐ γὰρ ἦν παλινδρομῆσαι βουλομένοις· ἀλλ' αὐτὸς εἴρηκε τοῖς ἐν δεσμοῖς· Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.
Let them acknowledge to the Lord His mercies. He said the same things a second time over His benefits. Because He has shattered gates of brass. He signifies the descent of the Saviour even unto Hades, having made which, He threw open the gates of Hades, of old shut fast to all with unbreakable bonds. For it was not possible for those who wished to turn back; but He Himself said to those in bonds: Come forth, and to those in darkness: Be unveiled.
Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν. Οὐ γὰρ ἦν ὁ διατρέφειν αὐτοὺς δυνάμενος λόγος. Πύλαι δὲ θανάτου αἱ φέρουσαι πρὸς θάνατον ἁμαρτίαι.
Their soul abhorred all manner of food. For the word that could nourish them was not present. And the gates of death are the sins that lead unto death.
Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως. Ἐπὶ τοὺς ἁγίους ἀποστόλους μεταφέρει τὸν λόγον· αὐτοὶ γάρ εἰσιν οἱ τὰ μυστήρια τῆς Καινῆς Διαθήκης παραδόντες ἡμῖν.
And let them sacrifice to Him a sacrifice of praise. He transfers the discourse to the holy apostles; for they are the ones who handed down to us the mysteries of the New Covenant.
Ἔθετο ποταμοὺς εἰς ἔρημον. Τὸ τῶν Ἰουδαίων εὔρυτον ἀδόκιμον γένος φησί. Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους καὶ τῆς πνευματικῆς τροφῆς ἐνδεεῖς ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς.
He has turned rivers into a desert. He means the once well-flowing, now reprobate race of the Jews. For those who of old were wasting away with famine and in need of spiritual food, He settled by those rivers.
Γῆν καρποφόρον εἰς ἅλμην. Τὴν τῶν Ἰουδαίων φησὶ συναγωγήν. Ἦσαν γὰρ οἱ δαίμονες οἰκήτορες τῆς γηΐνης πολιτείας· ἐκαρποφόρει δὲ αὐτὴν ἡ ἀσέβεια. Ἐξήραναν δὲ αὐτὴν οἱ ἀπόστολοι τῷ ἅλατι τῆς διδασκαλίας, περὶ ὧν φησιν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.
A fruitful land into saltness. He means the synagogue of the Jews. For the demons were inhabitants of the earthly commonwealth, and ungodliness made it bear fruit. But the apostles dried it up with the salt of teaching, concerning whom He says: Ye are the salt of the earth.
Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων. Τὸν ἐξ ἐθνῶν διασημαίνει λαόν· σύμμικτος γὰρ ἡ προφητεία, τῶν δύο λαῶν εἰσφέρουσα τὸ πρόσωπον· τοῦ μὲν τὴν ἀποβολὴν, τοῦ δὲ τὴν εἰσβολήν.
He has turned a desert into pools of water. He signifies the people from the nations; for the prophecy is mixed, introducing the person of the two peoples: the rejection of the one, and the introduction of the other.
Καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Ἀγαθὴν δηλονότι καὶ οὐράνιον πολιτείαν
And they established cities of habitation. Namely, a good and heavenly commonwealth.
Καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας. Νοήσεις τοὺς ἀγροὺς ἀπὸ τοῦ εἰρηκότος· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· τοὺς δὲ ἀμπελῶνας τὰς Ἐκκλησίας, καθὸ εἴρηται· Αἱ ἄμπελοι ἐκύπρισαν, ἔδωκαν ὀσμήν.
And they sowed fields and planted vineyards. You will understand the fields from Him Who said: The sower went forth to sow his seed; and the vineyards as the Churches, according as it is said: The vines have blossomed, they have given forth fragrance.
Καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Κτήνη τοὺς ἀλογωτέρους τῆς Ἐκκλησίας φησὶ, κατὰ τὸ εἰρημένον· Κτηνώδης ἐγενήθην παρὰ σοί· καὶ, Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.
And He did not suffer their cattle to decrease. By cattle he means the more irrational members of the Church, according to what is said: I became like a beast before Thee; and, Men and cattle Thou wilt save, O Lord.
PG 27:453Read from the page
Καὶ ὠλιγώθησαν. Οἱ ἐν τῷ προτέρῳ δηλονότι λαῷ.
And they were made few. Namely, those in the former people.
Ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐτῶν. Τοὺς Γραμματεῖς καὶ Φαρισαίους φησί. Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, οὐχ ὁδῷ. Πλανῶνται γὰρ, φησὶν, ἀγνοήσαντες τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός.
Contempt was poured out upon their rulers. He means the Scribes and Pharisees. And He caused them to wander in a trackless waste, and not in a way. For they wander, he says, being ignorant of Him Who said: I am the way.
Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας. Καὶ τίς ὁ πένης, ἢ ἐκεῖνος περὶ οὗ εἴρηται· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι; Καὶ ἔθετο ὡς πρόβατα πατριάς. Ἰδίας, φησὶν, ἐλογίσατο τὰς ἐκ τῶν πατριῶν ἁπάντων συναγομένας ἀγέλας.
And He helped the needy out of poverty. And who is the needy, other than he concerning whom it is said: Blessed are the poor in spirit? And He made families like a flock. He reckoned as His own, he says, the flocks gathered together out of all the families.
Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται. Καὶ τίνες οἱ εὐθεῖς, ἢ περὶ ὧν εἴρηται· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων,
The upright shall see and rejoice. And who are the upright, other than those concerning whom it is said: But blessed are your eyes, for they see? And all iniquity shall stop her mouth. It is God Who justifies; who is he that condemns?
Ὠδὴ ΨΑΛΜΟΥ τῷ Δαυΐδ. ΡΖʹ.
Song of a PSALM of David. 107.
Ὑπόθεσις.
Argument.
Καὶ ἐν τούτῳ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενομένη κηρύττεται. Ἤδη δὲ πάντων τῶν στίχων τῶν ἐν τῷ παρόντι ψαλμῷ ἐν τοῖς ὀπίσω ψαλμοῖς ἑρμηνευομένων, περιττὸν ἂν εἴη πάλιν τοῖς αὐτοῖς χρήσασθαι εἰς ἑρμηνείαν τῶν προκειμένων.
In this psalm also the coming of the Lord to the nations is proclaimed. And since all the verses in the present psalm have already been interpreted in the preceding psalms, it would be superfluous to use the same words again for the interpretation of the verses before us.
Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Καὶ ἐν τούτῳ τῷ ψαλμῷ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενομένη κηρύττεται. Ἤδη δὲ τῶν στίχων τούτων τὴν ἑρμηνείαν ἐν τῷ νθʹ ψαλμῷ τεθείκαμεν.
My heart is ready, O God. In this psalm also the coming of the Lord to the nations is proclaimed. And we have already set down the interpretation of these verses in the fifty-ninth psalm.
Ἐξεγέρθητι, ἡ δόξα μου. Δόξα δὲ αὐτοῦ ἡ θεωρητικὴ καὶ πρακτικὴ ἕξις, καθ' ἣν διάκειται πρὸς τὴν ἠθικὴν καὶ διακονητικὴν ἀρετήν.
Awake, my glory. And his glory is the contemplative and active habit, according to which he is disposed towards moral and ministerial virtue.
Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. Τοσοῦτόν σου τὸ ἔλεος, ὡς ὑπερβαίνειν ὕψος οὐράνιον, καὶ πανταχοῦ διάττουσιν αἱ τῆς σῆς ἀληθείας ἀκτῖνες, προφητῶν καὶ ἀποστόλων καὶ διδασκάλων ταῖς ἐκείνης ῥανίσιν ἀρδευόντων τὴν γῆν.
For Thy mercy is great above the heavens. So great is Thy mercy as to surpass the height of heaven, and everywhere the rays of Thy truth shoot forth, while prophets and apostles and teachers water the earth with its drops.
Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεός. Ἀπ' ἀρχῆς μέχρι τῆς παρούσης λέξεως ὁ αὐτός ἐστι τῷ πεντηκοστῷ ἕκτῳ ψαλμῷ, καὶ ἀπὸ ταύτης μέχρι τέλους τῷ πεντηκοστῷ ἐννάτῳ. Καὶ εἴρηται τὰ εἰκότα.
Be Thou exalted above the heavens, O God. From the beginning up to the present phrase it is the same as the fifty-sixth psalm, and from this phrase to the end the same as the fifty-ninth. And what is fitting has been said.
Ὑψωθήσομαι καὶ διαμεριῶ Σίχιμα. Τὰ τῶν Ἰουδαίων ἔγκριτα καὶ ἐξαίρετα διαμερίζειν τοῖς ἔθνεσι καὶ εἰς κληρονομίαν καταμετρεῖν μετὰ χαρᾶς ὑπέσχετο. Ὡς γὰρ ἀγαθὸς πατὴρ χαίρει πολλοὺς υἱοὺς προσλαμβάνων καὶ κτώμενος. Συμβολικῶς δὲ ταῦτα καὶ δι' αἰνίγματος αἰνιττόμενος φθέγγεται. Ἐπὶ γὰρ τῇ κοιλάδι τῶν ἐθνῶν χωρίον τοῦτο τῆς Σιχὲμ καὶ Σίχιμα λεγομένης ἐτύγχανεν. Ὁ Ἰακὼβ, ἐκ Μεσοποταμίας ἀναβὰς μετὰ τῶν τέκνων, ᾤκησεν ἔνθα τὴν Δεῖνα θυγατέρα τοῦ Ἰακὼβ Ἐμὼρ ὁ υἱὸς τοῦ Σιχὲμ ἐρασθεὶς ἥρπασε καὶ ἔφθειρεν. Οἱ γὰρ τοῦ Ἰακὼβ παῖδες αὐτὸν μετὰ παντὸς λαοῦ κατέσφαξαν ἀπαντήσαντες. Οὕτω τὰ Σίχιμα, τῶν σκηνῶν κοιλὰς, κτίσματα τοῦ πατριάρχου γέγονε. Τοῦτο τοίνυν τὸ χωρίον μερίζων Ἰακὼβ τοῖς παισὶ, τὸν κλῆρον ἐξαίρετον Ἰωσὴφ ἀπένειμεν· ἐπειδὴ τοῖς ἀδελφοῖς νέος ὢν οὐκ ἐκοινώνει τοῦ δράματος. Καὶ τούτου χάριν καταμε-
I will be exalted and will divide Shechem. He promised with joy to divide the choice and special possessions of the Jews among the nations and to measure them out for an inheritance. For as a good father He rejoices in receiving and acquiring many sons. And He utters these things symbolically and hinting through an enigma. For this place, called Shechem and Sichima, was situated by the valley of the nations. Jacob, having gone up from Mesopotamia with his children, dwelt there where Hamor the son of Shechem, having fallen in love with Dinah the daughter of Jacob, seized and defiled her. For the sons of Jacob met him and slew him together with all his people. Thus Shechem, the valley of the tents, became the possession of the patriarch. When Jacob therefore was dividing this place to his children, he assigned it as a special portion to Joseph, since being young he had not shared with his brothers in the deed. And for this reason He promises to measure-
Notes, col. 453

On the reading

Printed Ὠδὴ, for Ὠδὴ (no iota subscript printed).

PG 27:456Read from the page
τρεῖν καὶ μερίζειν ἐπαγγέλλεται· ἵνα τὴν ἐξαίρετον τοῦ νέου Ἰωσὴφ τοῦ Χριστοῦ κληρονομίαν μερίζεσθαι συμβολικῶς νοήσῃς τοῖς ἔθνεσιν.
out and divide it; so that you may understand that the special inheritance of the new Joseph, Christ, is symbolically divided among the nations.
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΗʹ.
Unto the end, A PSALM of David. 108.
Ὑπόθεσις.
Argument.
Ὁ παρὼν ψαλμὸς τὰ πάθη τοῦ Χριστοῦ κατασημαίνει, τάς τε ἐσομένας τιμωρίας κατά τε τοῦ Ἰούδα καὶ αὐτοῦ τοῦ Ἰουδαίων λαοῦ. Ὅσα δὲ εὐκτικῶς λέλεκται ἐν τῷ ψαλμῷ, ἰστέον, ὅτι προφητικῶς πάντα εἴρηται. Οἷον ὅταν λέγει· Διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ, ἀντὶ τοῦ, στήσεται, λέγει. Οὐ γὰρ εὔχεται τοῦτο γενέσθαι· ἀλλ' ὃ μέλλει συμβῆναι διὰ τὴν ἐκείνου κακίαν τοῦτο προαγορεύει· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. Ἔξοιεν, φησὶ, καὶ οὗτοι τοὺς διαβάλλοντας, καὶ μὴ ἀποσταῖεν αὐτῶν. Εἰ δὲ κρίνοιντο, πρὸς αὐτοὺς κατακριθεῖεν. Ἀλλὰ καὶ εἰ ἐπεκαλέσαντό σε, φησὶν, ἐν τῷ καιρῷ τῆς ἀνάγκης, εἰς ἁμαρτίαν αὐτοῖς λογισθείη, μνήμης γενομένης ὧν ἥμαρτον. Σύντεμε δὲ τὰς ἡμέρας αὐτῶν, ἵνα, ζώντων καὶ ὁρώντων αὐτῶν, τὴν ἀξίαν, ἣν οὐδὲ ὄντως ὠνήσαντο, ἕτερος ἁφαρπάσῃ. Ἔπειτα δὲ καὶ αὐτοὺς ἄνελε, ὡς διαβῆναι τὴν συμφορὰν εἰς τοὺς ἐξ ἐκείνων· ὥστε ὀρφανωθῆναι μὲν τοὺς υἱοὺς αὐτῶν, χηρείᾳ δὲ ἐκδοθῆναι τὴν γυναῖκα· ὥστε τοὺς υἱοὺς βιαζομένους καὶ συρομένους ὑπὲρ πατρῴων παρανομημάτων δίκας ὑφέξειν.
The present psalm signifies the sufferings of Christ, and the punishments that shall be upon both Judas and the people of the Jews themselves. And as many things as are spoken in the form of a wish in the psalm, one must know that all have been spoken prophetically. As when He says: Let the devil stand at his right hand, He says it instead of, he shall stand. For He does not pray for this to happen; rather He foretells what is about to come to pass because of that man's wickedness; and so likewise in the other cases. Let these men also have, He says, accusers, and let them not depart from them. And if they be judged, let them be condemned by them. Moreover, even if they called upon Thee, He says, in the time of distress, let it be reckoned unto them for sin, remembrance being made of the sins they committed. And cut short their days, so that while they are living and looking on, another may snatch away the office from which they derived no true profit. And thereafter destroy them also, so that the calamity may pass over to their descendants; so that their sons may be made orphans, and their wife given over to widowhood; so that their sons, driven by force and dragged away, shall suffer punishment for their fathers' transgressions.
Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ὅσον αἱ Ἐκκλησίαι Χριστοῦ συνεστῶσιν αἱ ἀνατέλλουσαι πανταχοῦ, αἰνεῖ ὁ Θεὸς ἐν αὐταῖς τὸν Υἱόν. Λέγει οὖν ὁ Χριστὸς πρὸς τὸν Πατέρα· Εἰ καὶ προδιδούς με ὁ Ἰούδας, δόξει ἐμποδίζειν τὸν αἶνόν μου· οὕτως δὲ αἴνεσόν με, μαρτυρῶν μου τῇ θεότητι, ἣν μὴ πιστεύσας ἐν ἐμοὶ Ἰούδας, προδέδωκέ με. Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἁμαρτωλοῦ τοῦ διαβόλου· αὐτὸς γὰρ ἁμαρτωλὸς πρὸς ἀλήθειαν· δολίου τοῦ Ἰούδα· ἄμφω γὰρ κατὰ τοῦ Χριστοῦ ἐλάλησαν.
O God, pass not over my praise in silence. Inasmuch as the Churches of Christ stand together rising up everywhere, God praises the Son in them. Christ therefore says to the Father: Even though Judas in betraying Me will seem to hinder My praise, yet do Thou praise Me thus, bearing witness to My divinity, which Judas, not believing in Me, has betrayed Me. For the mouth of the sinner and the mouth of the deceitful man have been opened against Me. Of the sinner, namely the devil, for he is a sinner against the truth; of the deceitful man, namely Judas; for both spoke against Christ.
Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, κ. τ. λ. καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, κ. τ. λ. Τῶν λόγων οἱ μέν εἰσιν ἀγάπης, οἱ δὲ μίσους, οἱ δὲ οὐδ' ἑτέρως ἔχοντες. Ἐκολάκευε γὰρ ὡς διδάσκαλον, καὶ τῷ δόλῳ ὡς ἐδόκει ἠγωνίζετο εἰς προδοσίαν τοῦ διδασκάλου.
Instead of loving Me, they falsely accused Me, etc., and they set evil against Me instead of good, etc. Of words, some are of love, others of hatred, and others are neither way. For he flattered Him as Master, and by deceit, as it seemed to him, he strove for the betrayal of the Master.
Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν. Ἁμαρτωλὸς μὲν αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς ὁ Σατανᾶς· τὸ δὲ, κατάστησον, ἀντὶ τοῦ, μέλλει καθίστασθαι. Ἐπ' αὐτὸν δὲ τίνα ἢ τὸν προδότην Ἰούδαν; Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Καὶ ἐν τῷ Ζαχαρίᾳ δέ φησι· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Οὐκ ἀντίκειται δὲ τῷ Ἰούδᾳ.
Set Thou a sinner over him. The sinner is Satan himself, the inventor of sin; and the word, Set Thou, is instead of, he is about to be set. And over whom, other than the traitor Judas? And let the devil stand at his right hand. And in Zechariah also he says: And the Lord showed me Joshua the high priest standing before the face of the angel of the Lord, and the devil stood at his right hand to oppose him. Yet he does not oppose Judas.
Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος. Ἐν τῷ μέλλοντι, φησὶ, δικαστηρίῳ οὐδένα ἕξει λόγον ἀπολογίας. Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Εἰσί τινες ὧν αὐτὴ ἡ προσευχὴ εἰς ἁμαρτίαν γίνεται, ὡς ἐθνῶν προσευχομένων εἰδώλοις, ἢ τῇ κτίσει· καὶ Ἰουδαίων οὐ διὰ Ἰησοῦ Χρι-
When he is judged, let him go forth condemned. In the future tribunal, He says, he will have no ground of defence. And let his prayer become sin. There are some whose very prayer becomes sin, as of the Gentiles praying to idols or to creation, and of the Jews praying to God not through Jesus Christ-
Notes, col. 456

On the reading

Printed μέλει, for μέλλει.

PG 27:457Read from the page
στοῦ προσευχομένων τῷ Θεῷ· καὶ αἱρετικῶν εὐχομένων Θεῷ οὐκ ὄντι· καὶ προσευχομένων δὲ μετὰ ὀργῆς καὶ διὰ λογισμῶν, ἢ διψυχίας, ἡ προσευχὴ γίνεται εἰς ἁμαρτίαν.
praying to God; and of heretics praying to a god that does not exist; and of those who pray with anger and through evil thoughts, or double-mindedness, their prayer becomes sin.
Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Εὐθέως γὰρ μετὰ τὴν προδοσίαν ἀγχόνῃ ἑαυτὸν μεταχειρίσας ἀπηλλάγη, καὶ οὐκ ἐφάνη. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Περὶ τοῦ Ματθίου φησίν· αὐτὸς γὰρ ἐλογίσθη εἰς δικαιοσύνην εἰς τὸν κλῆρον τῶν ἀποστόλων.
Let his days be few. For immediately after the betrayal, having laid hands upon himself with a halter, he departed, and was seen no more. And let another take his bishopric. He speaks concerning Matthias; for he was reckoned unto righteousness into the lot of the apostles.
Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί. Υἱοὶ οἱ λογισμοὶ αὐτοῦ· ὀρφανοὶ γὰρ ἐγένοντο ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. Γυνὴ δὲ ἡ ψυχὴ αὐτοῦ· ἐχήρευσε γὰρ καὶ αὐτὴ ἐκπεσοῦσα ἀπὸ τοῦ Χριστοῦ διὰ τῆς παρανομίας. Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν. Οἱ γὰρ λογισμοὶ αὐτοῦ, οὓς ἔφαμεν εἶναι υἱοὺς, μετανάσται γενόμενοι ἀπὸ τοῦ Χριστοῦ, εἰς τὴν φιλαργυρίαν χεῖρα ἐξέτειναν εἰς τὸ ἀργύριον, ὡς ἐνδεεῖς καὶ προσαῖται.
Let his sons be orphans. His sons are his thoughts; for they became orphans from the grace of Christ. And his wife is his soul; for she also was widowed, having fallen away from Christ through transgression. Let his sons be vagabonds and wander about, and let them beg. For his thoughts, which we said are his sons, having become wanderers away from Christ, stretched out their hand in covetousness for silver, like needy men and beggars.
Ἀναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου. Αὐτοῦ τοῦ λαοῦ· συνάπτει γὰρ τῷ προδότῃ τὸν παράνομον λαόν. Ἀνομίαν δὲ τῶν πατέρων λέγει τὸ ἀποκτεῖναι τοὺς προφήτας, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· ὅτι πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἀπὸ τοῦ Ἄβελ ἕως Ζαχαρίου τοῦ προφήτου ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Μητέρα τοῦ δυσσεβοῦς λαοῦ τὴν πονηρὰν ἐκείνην νοήσεις συναγωγὴν, τὴν πολλάκις παραπικράνασαν τὸν Θεόν.
Let the sin of his fathers be remembered before the Lord. Namely, of the people itself; for he joins the lawless people to the traitor. And he calls the iniquity of the fathers the killing of the prophets, according to what was spoken by the Lord: that all righteous blood shed from Abel unto Zechariah the prophet shall be avenged upon this generation. And let not the sin of his mother be blotted out. By the mother of the ungodly people you will understand that wicked synagogue, which oftentimes provoked God.
Γενηθήτω ἐναντίον Κυρίου διαπαντός· καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ὅσα, φησὶν, ἐτόλμησαν ἀεὶ θεώμενος ὁ Θεὸς οὐδεμιᾶς αὐτοῦ ἀξιώσει φειδοῦς· ὡς περὶ πάντων δὲ τῶν ἠπιστηκότων. Καὶ οὐ μόνον λέγων Ἰούδαν, τὸ μνημόσυνον αὐτῶν, ἔφη πληθυντικῶς. Λέγοις δ' ἂν καὶ ἄλλως πατέρας Ἰούδα τοὺς κατὰ προδοσίαν αὐτὸν γεννήσαντας. Οὗτοι δ' ἂν εἶεν οἱ διὰ τῶν ἀργυρίων αὐτὸν παρορμήσαντες. Καὶ πρῶτος ὁ ἐμβαλὼν τὴν καρδίαν αὐτοῦ Σατανᾶς, καὶ οἱ ἔχοντες σοφίαν τούτου τοῦ αἰῶνος ἄρχοντες, περὶ ὧν ὁ Παῦλός φησιν· Εἰ γὰρ ἔγνωσαν, οὐ Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ. Τὸ μνημόσυνον αὐτοῦ τοῦ Ἰούδα φησίν· ἢ καὶ ἄλλως, τῶν ἀρχόντων ἐκείνων τῶν κατὰ Χριστοῦ συστάντων. Οὐδὲ γὰρ σπέρμα αὐτῶν ἔμεινεν εἰς μνημόσυνον αὐτῶν.
Let it be before the Lord continually; and let their memorial be destroyed from the earth. As God, he says, always beholds all the things that they dared to do, He will deem him worthy of no sparing; and he speaks as concerning all who have disbelieved. And speaking not only of Judas, he said in the plural, their memorial. Or otherwise you might also call the fathers of Judas those who begot him in regard to betrayal. And these would be those who urged him on by means of the pieces of silver. And first is Satan, who put it into his heart, and the rulers who had the wisdom of this world, concerning whom Paul says: For had they known it, they would not have crucified the Lord of glory. And let his memorial be destroyed from the earth. He means the memorial of Judas himself; or otherwise also, of those rulers who banded together against Christ. For not even a seed of theirs remained for a memorial of them.
Ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Τὸ ἔλεος, φησὶν, οὐκ ἠθέλησε δέξασθαι ὃ δέδωκεν ὁ Πατὴρ τοῖς ἀνθρώποις, καὶ πρὸς τοῖς αὐτοῖς τοῖς ἀπολωλόσι προβάτοις τοῦ Ἰσραήλ. Τὸ γὰρ, ποιῆσαι, ἀντὶ τοῦ, δέξασθαι, τέθεικεν.
Because he remembered not to show mercy. He was not willing, he says, to receive the mercy which the Father has given to men, and among them to the lost sheep of Israel. For he has put to show instead of to receive.
Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχόν. Αὐτόν φησι τὸν Κύριον, ὃς ἐπτώχευσε πλούσιος ὢν, ἵν' ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Ἀντὶ
And he persecuted the poor and needy man. He means the Lord Himself, Who though He was rich became poor, that we through His poverty might become rich. And the broken in heart, to slay him. Instead of
PG 27:460Read from the page
τοῦ, λυπούμενον· ἐλυπεῖτο γὰρ ὁρῶν αὐτῶν τὴν ἀπώλειαν. Τοῦτον οὖν τὸν δι' αὐτοὺς λυπούμενον ἐδίωκον θανατῶσαι.
grieving; for He grieved at seeing their destruction. This One, therefore, Who was grieving on their account, they persecuted to slay Him.
Καὶ ἠγάπησε κατάραν, κ. τ. λ. καὶ ἐνεδύσατο κατάραν ὡσεὶ ἱμάτιον. Ἐπειδὴ, φησὶν, ἀφέντες τὸ εὐλογεῖν ἐμὲ, καθ' ἑκάστην ἡμέραν καταρῶνται· τοῦτο γὰρ μέχρι τῆς σήμερον Ἰουδαίων παῖδες ποιοῦσιν· τούτου χάριν πάντα αὐτοῖς τὰ προλελεγμένα γενήσεται. Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ. Οὐ γὰρ ἔξωθεν μόνον, ἀλλὰ καὶ ἔνδοθεν περίκεινται τὰ κακὰ περικλύζοντα. Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Τοῦτο γὰρ ἔχει μόνιμον τὴν ὑγρότητα. Φορὰν δέ φησι κακῶν, τοῦ μὲν ὕδατος τὸ σφοδρὸν δηλοῦντος, τοῦ δὲ ἐλαίου τὸ μόνιμον. Ὑφ' ὧν, φησὶ, καὶ ὡς ἐν ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέσθω.
And he loved cursing, etc., and he clothed himself with cursing as with a garment. Since, He says, having left off blessing Me, they curse Me every day—for the children of the Jews do this even unto this day—for this reason all the things foretold shall happen to them. And it entered like water into his bowels. For not only from without, but also from within do evils surround and overwhelm him. And like oil in his bones. For this has a lasting moisture. And He speaks of an onrush of evils, the water signifying vehemence, and the oil permanence. With which, He says, let him both be covered as in a garment, and be girded fast as with a belt.
Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων καὶ τῶν λαλούντων πονηρὰ τῆς ψυχῆς μου. Τούτους τρυγήσουσι τοὺς καρποὺς οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδεξάμενοι, καὶ ὁ τούτοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου.
This is the work of those who falsely accuse Me, and of those who speak evil against My soul. Those who have taken up hatred against Me, and the traitor who ministered to them, shall reap these fruits. For since they called Him opposed to God and a transgressor of the law, He fittingly said: Of those who falsely accuse Me before the Lord.
Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετ' ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ἀνθρωπίνως εἴρηκεν ὁ Δεσπότης Χριστός. Πάντα γὰρ τὰ ἀνθρώπινα πλὴν ἁμαρτίας πεπλήρωκεν. Ἐτέχθη γὰρ κατὰ νόμον φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπίνης φύσεως· ὑπὲρ ταύτην δὲ, ἐκ Παρθένου. Ἐδέξατο σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τροφήν· καὶ θυσίας ἐξήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν· οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἁγίοις Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται. Καὶ ἐνταῦθα ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοήθειαν.
And do Thou, O Lord, Lord, deal with Me for Thy name's sake. These things also the Master Christ has spoken after the manner of men. For He fulfilled all human things except sin. For He was born according to the law of nature. For to be born of a woman belongs to human nature; while to be born of a Virgin is above it. He received swaddling clothes and circumcision, and nourishment from milk; and He offered sacrifices, fasted, and hungered, and thirsted, and grew weary; so also is He continually recorded in the holy Gospels as praying. Here too after the manner of men He calls upon divine help.
Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τοῦτο καὶ ὑπ' αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρίσκομεν εἰρημένον. Μέλλων γὰρ προσιέναι τῷ πάθει εἶπε· Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀββὰ, διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην.
Deliver Me, for I am poor and needy. We find this also spoken by Him in the sacred Gospels. For when He was about to approach His passion, He said: Now is My soul troubled. And what shall I say? Father, save Me from this hour. Abba, for this cause came I unto this hour.
Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην. Σκιᾷ κλιθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην περιφερομένων ὑπ' ἀνέμων ἀκρίδων διετέλεσα οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν, ἄλλοτε δὲ ἀλλαχοῦ καὶ εἰς ὄρη μεταβαίνων, ἔσθ' ὅτε καὶ τρέχων εἰς ἔρημον.
Like a shadow when it declines I have been taken away. Like a declining shadow I received the end of life; and moreover, after the manner of locusts swept about by winds, I continued having neither city, nor village, nor house, passing at different times to different places and into mountains, and sometimes even running into the desert.
Εἴδοσάν με καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοῦτό φησι διὰ τὸ ἐπὶ τῷ σταυρῷ ὄντι αὐτῷ κινεῖν τὰς κεφαλὰς, καὶ λέγειν· Ὁ καταλύων τὸν ναὸν, σῶσον σεαυτόν.
They looked upon Me and shook their heads. He says this because while He was upon the cross they wagged their heads and said: Thou that destroyest the temple, save Thyself.
Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη. Χεῖρας ἐνταῦθα τὴν πρᾶξίν φησιν, ἣν εἰργάσατο ἀναστήσας ἑαυτὸν ἐκ νεκρῶν.
And let them know that this is Thy hand. By hands here He means the deed which He wrought in raising Himself from the dead.
Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν. Κατῃσχύνθησαν γὰρ ἅπαντες, οὐκ ὄντος αὐτοῖς ἱερέως, οὐδὲ οὔσης
They will curse, and Thou wilt bless; let those who rise up against Me be put to shame. For they were all put to shame, since they have no priest, nor is there
PG 27:461Read from the page
θυσίας, οὔτε ἱερατείας, οὔτε λογίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν ἀναγκάσει· Παύλου λέγοντος· Ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ Ἡσαΐου· Οὕτως λέγει Κύριος ὁ πλάσας με ἐν κοιλίᾳ δοῦλον ἑαυτῷ· καὶ αὐτὸς δέ φησιν ἐν Εὐαγγελίοις, ὡς Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι.
of sacrifice, nor of priesthood, nor of the oracle, according to the voice of the prophet. But Thy servant shall rejoice. Nor will this saying compel us to take it in another sense; since Paul says: But He emptied Himself, taking the form of a servant (Phil. 2:7); and Isaiah: Thus saith the Lord that formed me in the womb to be a servant unto Himself (Isa. 49:5); and He Himself also says in the Gospels, that The Son of man came not to be ministered unto, but to minister (Matt. 20:28).
Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν. Ποία γὰρ οὐκ ἔστιν Ἰουδαίοις αἰσχύνη; Τὰ μὲν ἅγια τὰ ἑαυτῶν ὁρῶσιν ἐκ βάθρων ἠφανισμένα· τοῦτό τε τοῦ παρ' αὐτῶν ἀτιμασθέντος καὶ σταυρωθέντος προσκυνούμενον μνῆμα· καὶ τὰς Ἐκκλησίας αὐτοῦ πανταχοῦ τοσοῦτον ἐπιδιδούσας εἴς τε πλῆθος καὶ δόξαν.
Let them that slander me be clothed with shame. For what kind of disgrace does not belong to the Jews? For they behold their own holy places obliterated from their very foundations; and this tomb of Him Who was dishonoured and crucified by them worshipped; and His Churches everywhere advancing so greatly both in multitude and in glory.
Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου. Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν σημαίνει, ἣν ποιεῖται διὰ τῶν ἐθνῶν ὁ Υἱός. Καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. Διὰ γὰρ τῆς Ἐκκλησίας αἰνεῖ τὸν Πατέρα.
I will give thanks unto the Lord exceedingly with my mouth. Confession signifies the thanksgiving which the Son offers through the nations. And in the midst of many will I praise Him. For through the Church He praises the Father.
ΨΑΛΜΟΣ ΡΘʹ
Psalm 109.
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Τὴν κατὰ σάρκα γέννησιν τοῦ Κυρίου διὰ τῶν παρόντων κατασημαίνει, καὶ τὸν εὐαγγελικὸν αὐτοῦ λόγον, τὸν πάντων κατακυριεύσαντα τῶν ἐθνῶν, καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον, ἧς κατάρχεται ὁ ψαλμὸς λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.
The Lord said unto my Lord: Sit Thou at My right hand. By the present words he signifies the generation of the Lord according to the flesh, and His evangelical word, which has exercised dominion over all the nations, and His ascension into the heavens, with which the psalm begins, saying: The Lord said unto my Lord: Sit Thou at My right hand.
Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ τίνες ἂν εἶεν οἱ ἐχθροὶ ὁ Ἀπόστολος δηλοῖ βοῶν· Ὅταν καταργήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.
Until I make Thine enemies the footstool of Thy feet. And who the enemies might be, the Apostle makes plain, crying out: When He shall have abolished all rule and all authority, and the world-rulers, the last enemy that shall be abolished is death (1 Cor. 15:26).
Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Τὸν εὐαγγελικόν φησι λόγον τὸν ἀπεσταλμένον, ὃς καὶ πάντων τῶν ἐχθρῶν ἐκυρίευσεν.
The Lord shall send forth a rod of power for Thee out of Sion. He means the evangelical word that was sent forth, which also gained dominion over all the enemies.
Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἢ τὸν καιρὸν τῆς κρίσεως διὰ τούτων σημαίνει, ἐν ᾧ δυνάμει θείᾳ πάντας κρινεῖ ἐλθὼν μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ· ἢ τὸν καιρὸν τῆς γεννήσεως αὐτοῦ, ἥτις καὶ ἡμέρα δυνάμεως προσαγορεύεται. Μετὰ σοῦ γὰρ ἔσται ἡ ἀρχή. Κατεξουσιάζει γὰρ τῶν ὅλων, εἰ καὶ γέγονεν ἄνθρωπος. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. Τὸ δὲ, Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, οὐδὲν ἕτερον ἢ τὰς χορείας ἐκείνας τῶν ἁγίων ἀγγέλων ἡμῖν κατασημαίνει, τὰς παρὰ τὴν νύκτα ἐκείνην καθ' ἣν ἐγεννήθη ὁ Χριστὸς βοώσας· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὅρα πῶς οἰκειοῦται τὴν κατὰ σάρκα γέννησιν τοῦ Μονογενοῦς ὁ Πατήρ. Φησὶ γὰρ ὁ Πατὴρ πρὸς τὸν Υἱόν· Πρὸ γὰρ τοῦ ὁρωμένου κόσμου τούτου καὶ διαυγοῦς φωτὸς γεννήσεως, ἐγὼ γεγέννηκά σε. Οὐχ ὅτι γαστέρα ἔχει ὁ Θεός· ἀλλ' ἐπειδὴ τὰ γνήσια, καὶ οὐ νόθα, ἐκ γαστρὸς πρωτοτοκίων πεφύκασιν.
With Thee is dominion in the day of Thy power. Either he signifies by these words the time of judgement, in which by divine power He will judge all when He comes with His holy angels; or the time of His birth, which is also called the day of power. For with Thee shall be the dominion. For He exercises authority over all things, even though He became man. In the splendours of Thy saints. And the phrase, In the splendours of Thy saints, signifies to us nothing else than those choirs of the holy angels crying out during that night on which Christ was born: Glory to God in the highest, and on earth peace (Luke 2:14). From the womb before the morning star have I begotten Thee. See how the Father appropriates to Himself the generation according to the flesh of the Only-begotten. For the Father says to the Son: Before this visible world and the generation of the radiant light, I have begotten Thee. Not because God has a womb; but because legitimate children, and not spurious ones, are naturally born from a womb of firstborn rights.
Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Ὁ
The Lord hath sworn, and will not repent. The