Migne Reading Room

PG 27 · cols. 200–209 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:200Read from the page
ἐστιν ἐμοὶ τὸ παθεῖν. Ἀναγκαίως δὲ λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνατος· ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις.
is suffering to Me. And of necessity He says that the resurrection follows upon sleep. And sleep is death; of necessity the resurrection also will follow upon death.
Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ἐμπαιγμὸν, ἐπιβουλὴν, δόλον. Εἰρήνης ἄνθρωπον τὸν Ἰούδαν φησὶ, διὰ τὸ δοκεῖν ἐν τοῖς εὐνοοῦσιν αὐτῷ τετάχθαι καὶ φίλοις· τόγε ἧκον εἰς τὸ εἶναι μαθητήν.
For even the man of My peace, in whom I hoped, who ate My bread, has magnified supplanting against Me. Mockery, plotting, deceit. He calls Judas a man of peace, on account of his seeming to be ranked among those well-disposed to Him and friends, at least as far as being a disciple was concerned.
Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἀνθρωπίνως μᾶλλον διὰ τὴν κένωσιν πρὸς τὸν ἑαυτοῦ Πατέρα ποιεῖται τὸν λόγον, καίτοι αὐτὸς ὢν τὸ ἔλεος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή.
But Thou, O Lord, have mercy on Me, and raise Me up, and I shall requite them. Rather in a human manner on account of the emptying does He address His word to His Father, although He Himself is the mercy of God the Father, and the resurrection and the life.
Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με. Λαλεῖ πάλιν ὡς ἄνθρωπος, ἵνα ἑαυτὸν παραθῇ τῷ Θεῷ καὶ Πατρί. Ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ. Εἰ μὲν ἐκ προσώπου τῆς ἀνθρωπότητος ταῦτα λέγει ὁ Χριστὸς, ἐχθρὸς ἂν νοηθείη ὁ τὸν θάνατον ἡμῖν κατασκευάσας· εἰ δὲ ὡς ἐξ αὐτοῦ τοῦ Χριστοῦ, τῶν Ἰουδαίων τοὺς ἄρχοντάς φησιν. Ὅτι γὰρ λελύπηνται, δῆλον ἐκ τοῦ συκοφαντῆσαι αὐτοῦ τὴν ἀνάστασιν.
By this I have known that Thou hast delighted in Me. He speaks again as a man, so that He may commend Himself to God the Father. Because My enemy shall not rejoice over Me. If Christ says these things from the person of humanity, the enemy would be understood as he who prepared death for us; but if as from Christ Himself, He means the rulers of the Jews. For that they were grieved is clear from their calumniating His resurrection.
Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου. Ἡ πάντων ἀντίληψις ἀντιλήψεως τετυχηκέναι φησίν· οὐκ αὐτὸς ταύτης δεόμενος, καθ' ὃ νοεῖται Θεὸς, ἀλλὰ γενόμενος ἄνθρωπος, ὑπὲρ ἀνθρώπων ποιεῖται λόγους.
And because of My innocence Thou hast upheld Me. The Upholder of all says that He has obtained upholding; not needing this Himself, in so far as He is understood to be God, but having become man, He makes His words on behalf of men.
Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος. Σφραγίζει καὶ νῦν εἰς εὐχαριστίαν τὴν προκειμένην ᾠδήν. Ἀπὸ τοῦ παρόντος, φησὶν, εἰς τὸν μέλλοντα· οὐκοῦν ἀπὸ μὲν τοῦ παρόντος ἡ εὐλογία παρ' ἡμῶν εἰς τὸν Θεὸν ἄρχεται, τελειοῦται δὲ ἐν τῷ μέλλοντι· ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν, ὅθεν καὶ ἐκ μέρους εὐλογοῦμεν· Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, φησὶν ὁ Παῦλος, τὸ ἐκ μέρους καταργηθήσεται. Τῇ γὰρ ἐπὶ τὸ μεῖζον προκοπῇ τὸ ἀπὸ μέρους παύεται. Διὰ τοῦτο ὁ Ψαλμῳδὸς ἐπήγαγε, Γένοιτο, γένοιτο, καὶ διπλασιάζει τὴν εὐχήν. Μακάριον γὰρ ἐντεῦθεν τῆς εὐλογίας τῆς εἰς τὸν Θεὸν διὰ πίστεως καὶ τῆς τῶν ἄλλων ἀγαθῶν κατορθώσεως ἄρξασθαι, οὕτω τε αὐτὴν στεφανῶσαι εἰς τὸν αἰῶνα τὸν μέλλοντα, ὡς οἵ γε ἀσεβεῖς καὶ ἄπιστοι εὐλογεῖν ἐκεῖ τὸν Θεὸν οὐκ ἐπιτρέπονται. Εἰδέναι δὲ δεῖ, ὅτι τὴν ψαλμικὴν ταύτην προφητείαν εἰς πέντε τινὲς διελόντες βίβλους, μέχρι τούτου τοῦ ψαλμοῦ τὴν πρώτην νομίζουσιν· ἐπειδὴ πρὸς τῷ τέλει στέφανον ὥσπερ τὴν εὐλογίαν τὴν εἰς Θεὸν κέκτηται. Ὅθεν οὕτω διαιροῦσι καὶ τὰς ὑπάρξεις τὰς τέσσαρας.
Blessed is the Lord, the God of Israel, from everlasting. He seals now also the present ode unto thanksgiving. From the present age, he says, unto that which is to come; therefore from the present age the blessing from us unto God begins, and it is perfected in that which is to come; for we know in part, and we prophesy in part, whence we also bless in part: But when that which is perfect comes, says Paul, that which is in part shall be done away. For by the advance unto the greater, that which is in part ceases. On this account the Psalmist added, So be it, so be it, and doubles the prayer. For it is blessed to begin from here the blessing unto God through faith and the accomplishment of the other good things, and thus to crown it unto the age to come, since the ungodly and unbelieving are not permitted to bless God there. And one must know that some, having divided this psalmic prophecy into five books, reckon the first up to this psalm, since towards the end it possesses as a crown the blessing unto God. Whence they thus divide the other four books also.
Εἰς τὸ τέλος εἰς σύνεσιν τοῖς υἱοῖς τοῦ Κορέ. ΨΑΛΜΟΣ ΜΑʹ.
Unto the end, for understanding, for the sons of Korah. Psalm 41.
Ὑπόθεσις.
Argument.
Ἱεροψάλται μὲν γεγόνασιν οἱ τοῦ Κορὲ υἱοὶ, ᾄδουσι δὲ τὴν ᾠδὴν λαβόντες παρὰ τῶν συνθέντων αὐτὴν, τουτέστι τοῦ Δαυῒδ, τὰ ἐπ' ἐσχάτων σημαίνοντες τῶν καιρῶν. Εἰσφέρουσι δὲ τὸ αὐτοῦ τοῦ
The sons of Korah were sacred singers, and they sing the ode having received it from those who composed it, that is David, signifying the things at the end of the times. And they introduce the
PG 27:201Read from the page
Ἰσραὴλ πρόσωπον ἐξομολογούμενον Χριστῷ διὰ τῆς μεταγνώσεως, ἧς ποιήσονται ἐπὶ συντελείᾳ τῶν αἰώνων.
person of Israel himself confessing to Christ through the repentance which they will make at the consummation of the ages.
Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Αἱ λογικαὶ ἔλαφοι, διαλειπούσης αὐτὰς διὰ τὰς ἀνομίας τῆς νοητῆς πηγῆς, ἀπεκλαίοντο νυκτὸς καὶ μεθ' ἡμέραν τὴν ἀπώλειαν ἑαυτῶν.
As the hart longs for the springs of waters, so my soul longs for Thee, O God. The rational harts, when the spiritual spring failed them because of their lawlessnesses, bewailed night and day their own destruction.
Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Πρόσωπον τοῦ Θεοῦ ὁ Λόγος. Σημαίνει τὸ λίαν ἐπιθυμεῖν αὐτοὺς εἰς καιρὸν ἀφικέσθαι αὐτοὺς καθ' ὃν καὶ ἡ αὐτῶν ἔσται κλῆσις· ὥστε καὶ αὐτοὺς ἐμφανεῖς γενέσθαι τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός. Ταυτὸ δέ ἐστι καὶ τὸ τοῦ Υἱοῦ.
When shall I come and appear before the face of God? The face of God is the Word. It signifies that they exceedingly desire to arrive at the time at which their calling also will be; so that they too may become manifest to the face of God the Father. And this is the same as that of the Son.
Ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος. Προευαγγελίζεται ἑαυτὸν ὡς ἐν καιρῷ τευξόμενος τῆς διὰ Χριστοῦ σωτηρίας καὶ ζωῆς, καὶ ταῖς θείαις αὐλαῖς ὁμοῦ τοῖς ἄλλοις ἁγίοις ἐνδιαιτησόμενος.
With the voice of exultation and confession of a resounding feast-keeper. He announces the good news beforehand to himself as in due time going to obtain the salvation and life through Christ, and going to dwell in the divine courts together with the other saints.
Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἐπιτιμᾷ ταῖς λύπαις τῇ εἰς Χριστὸν ἐλπίδι ὀχυρόμενος. Εἰ τετήρηται, φησὶν, ὦ ψυχὴ, καιρὸς καθ' ὃν ἡ διὰ πίστεως ἡμῶν κλῆσις εἰσάγοι ἡμᾶς μετὰ τῶν ἑορταζόντων εἰς τὴν σκηνὴν, διὰ τί περίλυπος εἶ, καὶ κατατρύχῃ ταῖς λύπαις;
Why art thou cast down, O my soul, and why dost thou disturb me? He rebukes his sorrows, being fortified by the hope in Christ. If a time has been kept, he says, O soul, at which our calling through faith should bring us in with those keeping feast into the tabernacle, why art thou cast down, and worn away by sorrows?
Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ἐπειδὴ ἐταράχθη, φησὶν, ἡ ψυχή μου, ἀναμνήσαντός μου ἐμαυτὸν τῶν σῶν θαυμασίων, ὧν τε κατὰ τὸν Ἰορδάνην ἡμῖν ἔδειξας, ὧν τε κατὰ τὸ ὄρος τὸ Ἀερμὼν, παραμυθήσομαι ἐμαυτόν. Ἢ οὕτως· Γενόμενος, φησὶν, ἐν τῷ Ἰορδάνῃ, τουτέστιν ἀξιωθεὶς τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικαῦτά σου μνησθήσομαι διὰ τοῦ ῥήματος τῆς ὁμολογίας. Μνησθήσομαι δὲ καὶ τοῦ Ἑρμωνιείμ. Ἑρμωνιεὶμ δὲ ἑρμηνεύεται ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν αὐτοῖς ἀνοίγοντος φωτισμοῦ.
Therefore I will remember Thee from the land of Jordan and Hermoniim, from the little mountain. Since my soul was troubled, he says, by reminding myself of Thy wonders, both those which Thou didst show us at the Jordan, and those at the mountain of Hermon, I will comfort myself. Or thus: Having come to be, he says, in the Jordan, that is, having been counted worthy of holy baptism, at that time I will remember Thee through the word of confession. And I will remember Hermoniim also. And Hermoniim is interpreted way of a lamp, since holy baptism opens for them a way of illumination.
Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου. Ἑτέρων πάλιν θαυμασίων ἀναμιμνήσκουσιν ἑαυτούς. Ὅτε γὰρ ἀλλόφυλοι κατεστράτευσαν αὐτῶν, γενομένης ὑπὲρ αὐτῶν θυσίας παρὰ τοῦ Σαμουὴλ, κατηνέχθη κατὰ τῶν πολεμίων χάλαζα τοσαύτη, ὡς τοὺς ἐχθροὺς σχεδὸν ἅπαντας, οὐδενὸς αὐτοῖς ἀνθρώπων μαχομένου, πεσεῖν. Ἄβυσσον τοίνυν ἐπ' ἀβύσσῳ τρέχουσαν καλεῖ τὴν τῆς χαλάζης φοράν. Τὸ δὲ, ἐπικαλεῖται, ἀντὶ τοῦ, ἐγκαλεῖται. Φωναὶ δὲ τῶν καταρακτῶν αἱ τῶν χαλαζῶν φοραὶ νοηθεῖεν ἄν. Ἀλλαχοῦ δὲ καταῤῥάκται οἱ τοῦ Θεοῦ προφῆται. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. Ἑτέρου πάλιν ἑαυτὸν ἀναμιμνήσκει θαύματος. Διῆλθον γὰρ διὰ θαλάσσης
Deep calls unto deep at the voice of Thy cataracts. Again they remind themselves of other wonders. For when the Philistines made war against them, after a sacrifice had been made on their behalf by Samuel, so great a hail was brought down against the adversaries that nearly all the enemies fell without any man fighting against them. Therefore he calls the rush of hail a deep running upon a deep. And the word, calls unto, stands for, summons in. And the voices of the cataracts would be understood as the rushes of hail. Elsewhere, however, cataracts are the prophets of God. All Thy surging heights and Thy waves have passed over me. Again he reminds himself of another wonder. For they passed through the sea
Notes, col. 201

On the reading

Printed ὀχυρόμενος, for ὀχυρούμενος.

PG 27:204Read from the page
μέσον τὴν τοῦ Φαραὼ φεύγοντες μοχθηρίαν. Καὶ ἐδόκουν μὲν οἱ τῶν κυμάτων μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις, κατ' αὐτῶν φέρεσθαι· ἀλλ' ἠδίκουν οὐδέν· ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα.
in the midst, fleeing the wickedness of Pharaoh. And the surging heights, that is, the elevations of the waves, seemed to be borne down against them; yet they did no harm, for the waters were congealed like a wall.
[Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται. Ἄβυσσος ὁ Πατὴρ, ἄβυσσος ὁ Υἱός. Ἄβυσσος ἡ τῶν ἁμαρτιῶν ἐπικαλεῖται τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας τοῦ Θεοῦ, εἰς τὸ καταῤῥάξαι τὴν ἁμαρτίαν καὶ τοὺς ταύτης αἰτίους καὶ τὴν φθοράν· οἷον ὅτι Ἔθος σοι τοῖς ἁμαρτωλοῖς δεομένοις σου ἐπικάμπτεσθαι. Καὶ ἵνα τί ἡμᾶς παραβλέπεις προσπίπτοντάς σοι;]
[Deep calls unto deep. The Father is a deep, the Son is a deep. The deep of sins calls upon the deep of the compassion of God, to dash down sin and its authors and corruption; as if to say: It is Thy custom to be bent by sinners entreating Thee. And why dost Thou overlook us who fall down before Thee?]
Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτοῦ. Ἑτέρου πάλιν μέμνηται θαύματος. Ὁ γὰρ Ῥαψάκης, περικυκλώσας τὴν Ἱερουσαλὴμ, ἠπείλει μηδὲ τὸν Θεὸν ἰσχύειν ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Ἀσσυρίων· ἀλλ' ἐπηγγείλατο ὁ Θεὸς λέγων· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης. Εἶτα τὴν ἐπαγγελίαν πληρῶν ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε τῶν Ἀσσυρίων. Καὶ τοῦτό ἐστιν· Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ. Προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. Ὡς ἤδη πεπιστευκὼς τὰ τοῖς πιστεύουσι πρέποντα ἀναφέρει ῥήματα, αὐτῷ τὴν οἰκείαν ἀναγραφόμενος ζωήν.
By day the Lord will command His mercy, and by night a song of Him. Again he remembers another wonder. For Rabshakeh, having surrounded Jerusalem, threatened that not even God had strength to deliver them out of the hand of the Assyrians; but God promised, saying: I will defend this city. Then, fulfilling the promise, in one night He slew a hundred and eighty-five thousand of the Assyrians. And this is: By day the Lord will command His mercy. A prayer to the God of my life. As having already believed, he offers up the words fitting for those who believe, inscribing his own life to Him.
Ἐρῶ τῷ Θεῷ, Ἀντιλήπτωρ μου εἶ. Ἐπαναλαμβάνει τὴν ἱκετηρίαν ὁ μεταγινώσκων λαὸς, ἐπὶ πλεῖον ἐκκαλούμενος εἰς ἔλεον τὸν Θεόν.
I will say to God, Thou art my supporter. The repentant people resumes its supplication, calling God forth all the more unto mercy.
ΨΑΛΜΟΣ τῷ Δαυῒδ ἀνεπίγραφος παρ' Ἑβραίοις. ΜΒʹ.
A Psalm for David, uninscribed among the Hebrews. 42.
Κρῖνόν με, ὁ Θεὸς, καὶ δίκασον. Τὴν αὐτὴν ὑπόθεσιν τῷ ὀπίσω καὶ ὁ παρὼν ἔχει ψαλμός. Προσέρχονται γὰρ πάλιν οἱ ἐξ Ἰσραὴλ τὴν διὰ Χριστοῦ σωτηρίαν ἐξαιτούμενοι. Διό φησιν· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Αὐτὸς γὰρ αὐτοὺς καὶ εἰς τὸ ἅγιον ὄρος εἰσάγειν ἔμελλε, τουτέστιν εἰς τὸν οὐρανὸν καὶ εἰς τὰς ἄνω μονὰς, ἅσπερ καὶ σκηνώματα ὀνομάζει· καὶ εἰς τὸ νοητὸν θυσιαστήριον· καὶ αὐτὸς αὐτῶν ἔμελλεν εὐφραίνειν τὴν νεότητα. Νεότητα δὲ καλεῖ τὴν εὐφροσύνην, τὴν καὶ ἀνανεουμένην αὐτῶν τὴν ψυχήν. Διὸ καὶ ἐν κιθάρᾳ ὑπισχνοῦνται αὐτῷ προσφέρειν τὴν ἐξομολόγησιν. Κιθάραν δὲ πολλάκις τὸ σῶμα νοεῖν ἐδιδάξαμεν.
Judge me, O God, and plead my cause. The present psalm also has the same subject as the preceding one. For those out of Israel again draw near, asking earnestly for the salvation through Christ. Wherefore he says: Send forth Thy light and Thy truth. For He Himself was about to lead them in both to the holy mountain, that is, into heaven and into the mansions above, which he also names tabernacles, and unto the spiritual altar; and He Himself was about to gladden their youth. And he calls youth the gladness which also renews their soul. Wherefore also upon the harp they promise to offer Him confession. And we have often taught that by the harp the body is to be understood.
Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν. ΨΑΛΜΟΣ ΜΓʹ.
Unto the end, for the sons of Korah, for understanding. Psalm 43.
Ὑπόθεσις.
Argument.
[Καὶ ἔτι οὗτος τῆς αὐτῆς ὑποθέσεως ἔχεται· τὰς παλαιὰς εὐεργεσίας διηγουμένων, καὶ προσληφθῆναι ἀξιούντων διὰ τοῦ αὐτὸν ἐπιγράφεσθαι τὴν ἐλπίδα, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐξομολογεῖσθαι.
[This one still holds to the same subject: as they recount the ancient benefactions, and ask to be received by inscribing Him as their hope, and confessing in His name.
Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. Οὕτω φασὶν ἐπειδὴ, ἀπωσάμενοι φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα σαρκικὸν κατέστησαν.]
Our soul has been humbled down to the dust. Thus they speak because, having thrust away minding the things of Christ, they settled down into a carnal mindset.]
Ὁ Κύριος, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
O Lord, we have heard with our ears.
Νυνὶ δὲ ἀπώσω, καὶ κατήσχυνας ἡμᾶς. Καὶ οὐκ ἐξελεύσῃ, Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν. Πάλαι, φησὶν, συνεστρατήγεις ἡμῖν· νῦν δὲ οὐ μόνον οὐ συνεξέρχῃ
But now Thou hast cast us off, and put us to shame. And Thou wilt not go forth, O God, among our hosts. Of old, he says, Thou didst campaign with us; but now not only dost Thou not go forth with
PG 27:205Read from the page
ἡμῖν, ἀλλὰ καὶ ἀπέστρεψας ἡμᾶς, ὡς καὶ τοῖς μισοῦσιν ἡμᾶς γενέσθαι εἰς διαρπαγήν. Ταῦτα δέ φησιν ὁ χορὸς ὁ προφητικὸς οἰκειούμενος τοῦ λαοῦ τὰς συμφοράς.
us, but Thou hast also turned us back, so that we have even become a spoil to those who hate us. And the prophetic chorus says these things, making the calamities of the people its own.
Καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. Ἐκλάγμασιν, φησὶν, ἡμᾶς εἰς ἀτιμίαν.
And those who hated us plundered for themselves. By their barkings, he says, putting us to dishonour.
Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν [ἀλλάγμασιν] ἡμῶν. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ᾠδή. Ὁ δὲ νοῦς οὗτος· Οὕτως, φησὶν, ἀπέῤῥιψας ἡμᾶς ὡς καὶ ὀλίγοις ἡμᾶς ἡττηθῆναι, καὶ τοὺς ἀλαλάζοντας καθ' ἡμῶν μικροὺς εἶναί τινας.
And there was no multitude in our battle-cries [exchanges]. A battle-cry is a song of victory. And the sense is this: Thou hast so cast us away, he says, that we were defeated even by a few, and those who raise the battle-cry against us are some small number.
Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Πάντα ὅσα ἐποίησαν εἰς Χριστὸν ἀποδέδοται αὐτοῖς· ὠνείδισαν, ὠνειδίσθησαν· ἐχλεύασαν, ἀντεχλευάσθησαν· ἐκίνησαν ἐπ' αὐτῷ τὰς κεφαλὰς, ἐκίνησαν καὶ ἕτεροι τὰς κεφαλὰς ἐπ' αὐτοῖς.
Thou hast made us a reproach to our neighbours. All the things that they did unto Christ have been rendered back to them: they reproached, they were reproached; they mocked, they were mocked in turn; they wagged their heads at Him, others also wagged their heads at them.
Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἐστίν. Μακρὰ, φησὶν, καὶ διηνεκὴς ἡ καθ' ἡμῶν γέγονε αἰσχύνη.
All the day long my disgrace is before me. Long, he says, and continuous has the shame against us become.
Ταῦτα πάντα ἦλθον ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ἤδη ἔφημεν, ὡς οἱ προφῆταί εἰσιν οἱ ἀναφέροντες τὴν ἱκετηρίαν ἐκ προσώπου τοῦ λαοῦ, οἰκειοποιούμενοι τὰ διὰ τὰς αὐτῶν ἁμαρτίας συμβάντα κακά.
All these things have come upon us, and we have not forgotten Thee. We have already said that it is the prophets who offer up the supplication from the person of the people, making their own the evils that befell on account of their sins.
Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. Ταῦτά φασιν, ὅτι, ἀσεβήσαντες εἰς Χριστὸν, καὶ τοῦ τελεῖν τὴν κατὰ νόμον θυσίαν ἐξώσθησαν.
And Thou hast turned aside our paths from Thy way. They say these things because, having acted ungodly towards Christ, they were also thrust out from performing the sacrifice according to the law.
Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Τοῦτό φησιν διὰ τὸ μηδὲν ἔτι δύνασθαι φρονεῖν τῶν ἐπηρμένων· Καὶ ἤλεγξας ἡμᾶς ἐν τῷ κόσμῳ ἡμαρτηκότας. Καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. Τὸν σκότον τὸν γενόμενον ἐν ταῖς τῶν ἀπιστησάντων καρδίαις κατασημαίνει.
For Thou hast humbled us in a place of affliction. He says this on account of their no longer being able to think anything lofty: And Thou hast convicted us of having sinned in the world. And the shadow of death has covered us. He indicates the darkness that came to be in the hearts of those who disbelieved.
Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν. Τοῦτό φασιν, ὡς μηκέτι μετὰ τὴν τελευταίαν ἔκπτωσιν εἰδωλολατρήσαντες, ἢ πάλιν ὡς ἐκ προσώπου τῶν προφητῶν.
If we have forgotten the name of our God. They say this as no longer having worshipped idols after the final falling away, or again as from the person of the prophets.
Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Ὅμοιον τῷ εἰρημένῳ· Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. Ὥσπερ δὲ τὰ τοῦ λαοῦ ἁμαρτήματα οἰκειοποιοῦνται, οὕτω καὶ τὰ ἑαυτῶν ἀγαθὰ εἰς πρόσωπον ὥσπερ τοῦ λαοῦ ἀναφέρουσιν, καθάπερ ἑνὸς ὄντος σώματος τοῦ παντός. Ἢ καὶ οὕτως· Διὰ τὴν εἰς σὲ γεγονυῖαν ἡμῖν ἀπιστίαν, φησὶν, εἰς τοσοῦτον ἥκομεν κακὸν, ὡς ἐοικέναι ἀνθρώποις τὴν ἐπὶ θάνατον φέρουσιν ψῆφον, καὶ μὴν καὶ προβάτοις εἰς σφαγὴν ἀγομένοις.
For because of Thee we are put to death all the day long. Similar to what was said: They were stoned, they were sawn asunder, they died by slaughter of the sword. And just as they make the sins of the people their own, so also they refer their own good things as it were to the person of the people, as though the whole were one body. Or thus also: Because of the unbelief towards Thee that arose in us, he says, we have come into so great an evil as to resemble men bearing the vote unto death, and indeed sheep led to slaughter.
Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Τὴν πολλὴν ἀνοχὴν τοῦ Θεοῦ, ἣν ἐποιεῖτο διὰ τὰς ἁμαρτίας αὐτῶν, ὕπνῳ παραβάλλουσιν. Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἀνάστηθι, λέγει, οὐχ ὅπως ἐναλλάξῃ τὸ σχῆμα· τὸ θεῖον γὰρ ἀσχημάτιστον, ἀλλ' ἵνα κινήσῃ τὴν ἑαυτοῦ δύναμιν εἰς ἡμετέραν βοήθειαν. Καὶ μὴ ἀπώσῃ εἰς τέλος μήτε τοὺς ποιοῦντας, μήτε τοὺς πάσχοντας, ἵνα μήτε οἱ πάσχοντες, ὡς ὁλοκλήρως δοθέντες τοῖς πειρασμοῖς ὀλισθήσωσι, μήτε οἱ
Awake, why sleepest Thou, O Lord? They compare the great forbearance of God, which He exercised because of their sins, to sleep. Arise, and cast us not off unto the end. Arise, he says, not so that He may alter His form—for the Divine is formless—but so that He may stir up His own power for our help. And cast not off unto the end either those who do or those who suffer, so that neither those who suffer, as being wholly given over to temptations, may slip, nor those who
PG 27:207Read from the page
ποιοῦντες, τῇ τοῦ κριτοῦ μακροθυμίᾳ θαρρήσαντες, ἐπὶ πλεῖον ἀνομίας προκόψωσιν. Δοθῆναι αὐτοῖς εὔχονται τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ, τὴν ἐπ' ἐσχάτων τῶν καιρῶν, ἵνα μὴ τῆς παρ' αὐτοῦ ἀμοιρήσωσι ζωῆς.
doing so, emboldened by the long-suffering of the Judge, should advance still further in lawlessness. They pray that the manifestation of Christ at the end of times may be granted to them, so that they may not miss the life that comes from Him.
Ἐκολλήθη εἰς χοῦν ἡ γαστὴρ ἡμῶν. Ταῦτά φασιν, ἐπειδὴ, ἀπωσάμενοι τὸ φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα κατέπεσον σαρκικόν.
25. Our belly has cleaved to the dust. They say these things because, having thrust away the mind of Christ, they have fallen down into a carnal mindset.
Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν. Ἀντιλαβοῦ, φησὶν, ἡμῶν, καὶ δίδου τὸ εὐμενὲς καὶ καιρὸν ἐπιστροφῆς τοῖς τὴν εἰς σὲ ἀληθινὴν πίστιν ὁμολογοῦσιν.
26. Arise, O Lord, help us. Succor us, he says, and grant favor and a time of repentance to those who confess the true faith in You.
Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ Ἀγαπητοῦ. ΜΔ'.
1. Unto the end, for those who shall be changed, for the sons of Korah, for understanding, a song concerning the Beloved. Psalm 44.
Ὑπόθεσις.
Argument.
Τὴν προκειμένην ᾠδὴν ἀνατίθησι τῷ Ἀγαπητῷ ὁ Δαυΐδ, τουτέστι Χριστῷ, τῷ ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐληλυθότι, καὶ τὴν ἀλλοίωσιν πεποιηκότι, τουτέστι, τὴν μεταβολὴν τὴν ἐξ εἰδωλολατρείας εἰς θεοσέβειαν. Μέμνηται δὲ καὶ τῶν υἱῶν Κορὲ, εἰς τοὺς ἀποστόλους ἀναπέμπων τὸ πρόσωπον. Ταῦτα δὲ πάντα ἀναγκαῖον συνιέναι ἡμᾶς· διὸ καὶ εἰς σύνεσιν ἐπιγέγραπται.
David dedicates the present song to the Beloved, that is, to Christ, who came in the last days and brought about the alteration, that is, the change from idolatry to godliness. And he also makes mention of the sons of Korah, referring the persona to the apostles. And it is necessary for us to understand all these things; wherefore it is also entitled: for understanding.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Τοῦτό φησιν ὁ Πατὴρ περὶ τοῦ Υἱοῦ· γεγένηται γὰρ Θεὸς ἐκ Θεοῦ. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ὥσπερ βασιλεὺς ὑπάρχων ὡς Θεὸς εἰς βασιλείας ἀρχὴν λέγεται ἔρχεσθαι διὰ τὸ σεσαρκῶσθαι αὐτόν· οὕτω καὶ ἅπερ οἶδε φυσικῶς ὡς Θεὸς, ταῦτα πάλιν ἀκούειν λέγεται διὰ τὸ ἀνθρώπινον οἰκονομικῶς. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὃν εἴρηκε λόγον, τοῦτον καὶ γλῶσσαν αὐτοῦ ἀποκαλεῖ. Κάλαμος δὲ γραμματέως ὀξυγράφου ὠνόμασται, διὰ τὸ λέγειν τε καὶ εὐθέως γίνεσθαι, ὡς τό· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη· καὶ, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι· καὶ εὐθέως ἀνέστη. Οὐ μὴν ἀλλὰ καὶ τό· Λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ.
2. My heart has poured forth a good word. The Father says this concerning the Son; for He was begotten as God from God. I speak my works to the King. Just as He who is King as God is said to come into the beginning of a kingdom on account of His having become incarnate; so also the things that He knows naturally as God, He is again said to hear by way of economy on account of His humanity. My tongue is the pen of a swiftly writing scribe. Him whom He called the Word, this same One He also calls His tongue. And He has been named the pen of a swiftly writing scribe because He speaks and it immediately comes to pass, such as: I will, be cleansed; and immediately he was cleansed; and: Young man, I say to you, arise; and immediately he arose. Moreover, there is also the saying: A brief word will the Lord make in the whole world.
Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τὴν σύγκρισιν τοῦ ἀγαθοῦ Πνεύματος ἔστιν ἰδεῖν ἀφ' ὧν ὁ Ἰωάννης φησὶν, ὅτι Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Κάλαμος γὰρ καλὸς καὶ ὁ Μωσέως· ἔγραψε γὰρ ἡμῖν νόμον παιδαγωγόν· ἀλλὰ οὐ τοιοῦτος ὡς καὶ ἔγραψε τὰ ὀνόματα ἡμῶν ἐν οὐρανοῖς. Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Γλυκύφωνος γὰρ ὁ Κύριος ἡμῶν λέγων· Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσότερον ἔχωσι· καὶ, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· καὶ, διδοὺς ζωὴν τῷ κόσμῳ.
3. Fair in beauty beyond the sons of men. The comparison made by the good Spirit may be seen from the words of John, who says: The law was given through Moses, but grace and truth came through Jesus Christ. For the pen of Moses was also good, since he wrote for us a pedagogical law; yet it was not such as the One who also wrote our names in the heavens. Grace has been poured out upon your lips. For sweet-voiced is our Lord when He says: I came that they may have life, and have it more abundantly; and: I am the bread that came down from heaven; and: giving life to the world.
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Εἰς μάχην τὴν ὑπὲρ ἡμῶν διεγείρει τὸν Μονογενῆ. Εἶτα καὶ ἐπειδὴ στρατιωτικὸν αὐτῷ σχῆμα δέδωκεν, ῥομφαίαν εἰπὼν, καὶ μηρὸν προσεπάγει. Αὐτοῦ γὰρ ὡς Θεοῦ, καὶ οὐκ ἔξωθεν ἡ ῥομφαία· δυνατὸς γάρ ἐστι, τουτέστι τῶν δυνάμεων
4. Gird your sword upon your thigh, O Mighty One. He rouses the Only-Begotten to the battle on our behalf. Then, since He has given Him a military figure by speaking of a sword, He also adds the thigh. For the sword belongs to Him as God, and is not from outside; for He is mighty, that is, of the hosts
PG 27:209Read from the page
Κύριος· καὶ τοῦτο κατὰ φύσιν αὐτῷ. Ἔστι δὲ καὶ ὡραῖος μὲν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ ὑπερκόσμιον κάλλος κατανοεῖν δυναμένοις. Τῷ δὲ μηρῷ τὴν ῥομφαίαν ἐνέηρμοσεν πρὸς τὴν τῶν ἀπιστούντων ἀπειλὴν καὶ τῶν ἀντικειμένων τὰς φάλαγγας. Περὶ γοῦν τῶν ἀπειθούντων φησὶν ὁ ψαλμός· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει.
Lord; and this belongs to Him by nature. And He is also fair to those who have recognized His manifestation and are able to perceive His supramundane beauty. And He has fitted the sword to His thigh for a threat against the unbelieving and against the phalanxes of the adversaries. Concerning the disobedient, at any rate, the psalm says: Unless you turn back, He will polish His sword.
Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ὡραιότης δὲ καὶ κάλλος τοῦ στρατευσαμένου ἡ θεότης αὐτοῦ καὶ ἡ κατὰ πάντων ὑπεροχή. Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε. Ἔντεινον τὰ τόξα σου, φησὶ, κατευοδοῦ δὲ δεδικαιωμένους ὑπὸ σοῦ, ὧν βασιλεύεις, φησὶν, ἀπαλλάξας αὐτοὺς τοῦ τυράννου. Δείκνυσι νοερὰν οὖσαν τὴν νίκην· ὅπλων γὰρ μνημονεύσας, μέμνηται καὶ πραότητος. Πράου δέ ἐστι τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι τοῖς ἀδικουμένοις. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἐπειδὴ γὰρ ῥομφαίας ἐμνημόνευσεν, ἀκόλουθον καὶ δεξιᾶς ἐποιήσατο μνήμην. Δεξιὰ δὲ αὐτοῦ τὰ δεξιὰ βουλεύματα, οἷς κεχρημένος τὴν τῆς ἁμαρτίας οὐκ ἐδέξατο προσβολήν.
In Thy comeliness and Thy beauty. And the comeliness and beauty of Him Who takes the field is His deity and His superiority over all. And bend, and prosper, and reign. Bend Thy bow, he says, and make to prosper those justified by Thee, over whom Thou reignest, he says, having freed them from the tyrant. He shows that the victory is spiritual; for having made mention of weapons, he makes mention also of meekness. And it is the part of the meek to remit offences against himself to those who do wrong. And Thy right hand shall guide Thee wondrously. For since he made mention of a sword, he consequently made mention of a right hand also. And His right hand is the right counsels, using which He did not admit the assault of sin.
Τὰ βέλη σου ἠκονημένα, δυνατέ. Βέλη τοὺς ἁγίους ἀποστόλους φησὶν, οἳ καὶ ἐν καρδίᾳ καιρίας δεδώκασι πληγὰς τοῖς ἐχθροῖς τοῦ Βασιλέως τῶν βασιλευόντων. Ταῦτα δὲ τὰ βέλη, πλήξαντα εἰς καρδίαν τοὺς νοητοὺς ἐχθροὺς, ἴσχυσε προσενέγκαι τὴν ὑπ' οὐρανὸν ὑπὸ πόδας Χριστοῦ, καὶ τῆς αὐτοῦ βασιλείας ὑποθεῖναι τοῖς ζυγοῖς. Ἐν ὑπερβατῷ δὲ οἱ στίχοι, ἵνα ὦσιν οὕτως· Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίαις τῶν ἐχθρῶν τοῦ βασιλέως.
Thine arrows are sharpened, O Mighty One. By arrows he means the holy apostles, who also dealt mortal blows in the heart to the enemies of the King of those who reign. And these arrows, having struck the spiritual enemies to the heart, had strength to bring the world under heaven beneath the feet of Christ, and to subject it to the yokes of His kingdom. And the verses are in hyperbaton, so as to run thus: Thine arrows are sharpened, O Mighty One, in the hearts of the enemies of the King.
Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οἱ κεκλημένοι διὰ τῶν ἀποστόλων, ὁμολογοῦντες τοῦ Μονογενοῦς τὴν θεότητα, φασίν· Ὁ θρόνος σου, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἡ εὐθύτης παρὰ τῇ θείᾳ Γραφῇ δικαιοσύνην σημαίνει. Λέγει τοίνυν, ὡς οἱ βασιλευόμενοι παρὰ Χριστοῦ, τὴν τῆς δικαιοσύνης μάθοιεν βαδίζειν ὁδόν.
Thy throne, O God, is for ever and ever. Those called through the apostles, confessing the deity of the Only-begotten, say: Thy throne, O God, is for ever and ever. A rod of uprightness is the rod of Thy kingdom. Uprightness in the divine Scripture signifies righteousness. He says, therefore, that those ruled over by Christ would learn to walk the way of righteousness.
Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. Ἐπειδὴ, τὴν τροπὴν παθοῦσα, ἡ ἀνθρώπων φύσις καταλείψασα τὴν δικαιοσύνην ἠγάπησε τὴν ἀνομίαν, ταύτῃ τοι γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, κατορθῶν ἐν ἑαυτῷ τῇ ἀνθρώπων φύσει τὸ ἀγαπᾷν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν· καὶ ἡ τῆς ἐνανθρωπήσεως αὕτη αἰτία. Διό φησιν· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός. Διὰ τοῦτο δὲ, ποῖον; ἢ ὥστε καὶ τοὺς ἐν μεθέξει σου γενομένους ἀγαλλιᾶσθαι· ἅτε δὴ ὡς ἠλεημένους διὰ τὸ κατωρθῶσθαι αὐτοῖς διὰ σοῦ τὸ ἀγαπᾷν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἐπὶ τοῦτο ἤλειψέ σε ὁ Θεὸς, ὁ Θεός σου, φησί· τὸ γὰρ ἔχρισεν, ἤλειψεν ἑρμηνεύεται. Συνῆπται δὲ ἡ τούτου ἑρμηνεία ἄνωθεν εἰς τὸ, Ἠγάπησας δικαιοσύνην.
Thou hast loved righteousness, and hated lawlessness. Since, having suffered turning, the nature of men forsook righteousness and loved lawlessness, for this reason the Only-begotten became man, setting right in Himself for the nature of men the loving of righteousness and hating of lawlessness; and this is the cause of the incarnation. Wherefore he says: Therefore God has anointed Thee. And therefore, for what purpose? Surely so that those also who have come to partake of Thee may exult, inasmuch as they have been shown mercy because the loving of righteousness and hating of lawlessness has been set right for them through Thee. Therefore God, Thy God, has anointed Thee. For this purpose God, Thy God, has anointed Thee, he says; for the word anointed is interpreted greased with oil. And the interpretation of this is joined from above to the clause, Thou hast loved righteousness.
Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου. Ἱμάτια τοῦ Μονογενοῦς νοηθεῖεν ἂν δυ-
Myrrh and stacte and cassia from Thy garments. The garments of the Only-begotten would be understood as pow-
Notes, col. 209

On the reading

Printed ἐνέηρμοσεν, for ἐνήρμοσεν.