Migne Reading Room

PG 27 · cols. 176–185 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:176Read from the page
τῆς εἰς Χριστὸν ἐπιβουλῆς σημαίνει. Κακίᾳ δὲ οὐ προσώχθησεν. Ἀντὶ τοῦ, τὴν κακίαν οὐκ ἐμίσησε.
of the plot against Christ He signifies. And malice he did not abhor. Instead of: he did not hate malice.
Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου. Δείκνυσιν ὡς τῷ αὐτοῦ ἐλέει καὶ τὰ οὐράνια συνέστηκε, τουτέστιν αἱ λογικαὶ δυνάμεις. Καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.
O Lord, Thy mercy is in heaven. He shows that by His mercy the heavenly things also consist, that is, the rational powers. And Thy truth reacheth even unto the clouds.
Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Ἀληθεῖς, φησὶ, καὶ βεβαίας τὰς διὰ τῶν προφητῶν ἐπαγγελίας ἔδειξας· νεφέλαι γὰρ οἱ προφῆται. Ἔδειξας δὲ ταύτας ἀληθεῖς, πλῆθος δικαιοσύνης χορηγήσας τοσοῦτον, ὡς ὄρεσι παραβάλλεσθαι Θεοῦ. Τὰ κρίματά σου ἄβυσσος πολλή. Τοσαύτην δὲ ἔχων ἀλήθειαν καὶ δικαιοσύνην, τίνος ἕνεκεν μακροθυμεῖς ἀγνοῶ· τὸ τῆς ἀβύσσου γὰρ ἀθεώρητον μιμεῖταί σου τὰ κρίματα· καθάπερ γὰρ ἐκείνης ἀνθρώποις ἀθεώρητος ὁ βυθὸς, οὕτως ἀνέφικτος τῶν σῶν κριμάτων κατανόησις.
Thy righteousness is as the mountains of God. True, he says, and steadfast hast Thou shown the promises made through the prophets; for the prophets are clouds. And Thou hast shown these to be true, supplying such a multitude of righteousness as to be compared to the mountains of God. Thy judgements are a great deep. Yet though Thou hast such great truth and righteousness, on what account Thou art long-suffering I know not; for Thy judgements imitate the unsearchable nature of the deep; for just as its depth is unsearchable to men, so the comprehension of Thy judgements is unattainable.
Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. Περὶ τῶν δύο λαῶν εἰρηκὼς ὁ Ἀπόστολος, Συνέκλεισεν ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας σώσῃ, ἐπήγαγεν· Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ! Καὶ ἐνταῦθα ὅμοιόν ἐστιν· ἐπειδὴ γὰρ ἔμελλε τῶν δύο λαῶν τὴν σωτηρίαν διηγήσασθαι, οἳ καὶ σημαίνονται διὰ τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν· ἀνθρώπων μὲν τῶν ἐξ Ἰσραὴλ ὡς κατηχουμένων ἐκ τοῦ νόμου, καὶ νοούντων τὰ διαφέροντα· κτηνῶν δὲ ὡς ἀλογωτέρων τῶν ἐξ ἐθνῶν· παιδευθέντες γὰρ οἱ ἐξ Ἰουδαίων τὸ μυστήριον διὰ νόμου καὶ προφητῶν, ἐξέπεσον· οἱ δὲ οὐδέποτε ἀκηκοότες οἱ ἐξ ἐθνῶν προσελήφθησαν· τούτου χάριν προείρηκε· Τὰ κρίματά σου ἄβυσσος πολλή. Ἀνθρώπους λέγει πάλιν, τοὺς τὴν λογικὴν ἀξίαν φυλάττοντας· κτήνη δὲ, τοὺς εἰς γῆν κάτω νεύοντας, καὶ τὰ γήϊνα βοσκομένους φρονήματα. Οὐ μόνον οὖν δικαίους, ἀλλὰ καὶ ἁμαρτωλοὺς εἰς σωτηρίαν ἐκάλεσεν.
Men and beasts Thou wilt save, O Lord. After the Apostle had spoken concerning the two peoples, God hath concluded all in unbelief, that He might save all, he added: How unsearchable are His judgements! (Rom. 11:32-33) And here it is similar; for since he was about to relate the salvation of the two peoples, who are also signified by men and beasts—by men, those of Israel as being instructed out of the law and understanding the things that excel; and by beasts, as being more irrational, those of the Gentiles; for those of the Jews, though taught the mystery through the law and the prophets, fell away, whereas those of the Gentiles, who had never heard, were received—for this cause he said beforehand: Thy judgements are a great deep. Again, he calls men those who preserve their rational dignity, and beasts those who bend down towards the earth and feed upon earthly thoughts. Not only the righteous, therefore, but sinners also hath He called unto salvation.
Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Τουτέστι, σκεπαστὴν καὶ βοηθόν σε ἕξουσι τοῦ εὐαγγελικοῦ λόγου, φησίν.
But the sons of men shall hope in the shelter of Thy wings. That is, they shall have Thee as protector and helper of the evangelical word, he says.
Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Χειμάῤῥους τρυφῆς ἐστιν ὁ Χριστὸς κατὰ τὸ εἰρημένον· Ἐκκλίνω ἐπ' αὐτοὺς ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν. Ἔστι δὲ καὶ πηγὴ ζωῆς καὶ φῶς ἐκ φωτός.
They shall be inebriated with the fatness of Thy house, and Thou shalt make them drink of the torrent of Thy delight. The torrent of delight is Christ, according to what is said: I turn towards them as an overflowing torrent, the glory of the Gentiles (Isa. 66:12). And He is also the fountain of life and Light from Light.
Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας. Ἔξω τοῦ πάθους ἀξιοῖ γενέσθαι. Καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσαι με. Μηδὲ μετακινησάτω με, φησὶ, τῆς παρὰ σοὶ στάσεως πρᾶξις ἄτοπος.
Let not the foot of pride come to me. He asks to be outside of passion. And let not the hand of the sinner move me. And let no wicked deed, he says, dislodge me from my standing with Thee.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΛϚʹ.
Psalm of David. 36.
Ὑπόθεσις.
Argument.
Διδασκαλίαν περιέχει ὁ ψαλμὸς, εἰσηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν· ἐξ ἑκατέρων πείθων, ἔκ τε τῆς τοῖς ἀγαθοῖς ηὐτρεπισμένης ἐλπίδος, ἔκ τε τῆς τοῖς πονηροῖς ἀποκειμένης κολάσεως.
The psalm contains instruction, introducing to the new people abstinence from evil things and the pursuit of good things; persuading them from both sides, both from the hope prepared for the good and from the punishment laid up for the wicked.
Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου
Fret not thyself because of evildoers, neither be thou envious of
Notes, col. 176

On the reading

Printed ποῦς, for ποὺς.

PG 27:177Read from the page
τοὺς ποιοῦντας τὴν ἀνομίαν. Παραινεῖ φεύγειν τὴν πονηρίαν, ὡς ἔκπτωσιν εἶναι παντὸς ἀγαθοῦ ταύτης ὑπογράφων τὸ τέλος.
them that work iniquity. He exhorts us to flee wickedness, sketching its end as being a falling away from every good.
Καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. Γῆν λέγει τὴν θεόπνευστον Γραφὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἁγίων, τουτέστιν αἱ ἐπαγγελίαι. Παραινεῖ διαπαντὸς τῶν θείων προσχέσθαι λογίων, ἔρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν.
And dwell in the land, and thou shalt be fed upon its riches. By land he means the divinely inspired Scripture, in which are the riches of the saints, that is, the promises. He exhorts us continually to cleave to the divine oracles, out of love for the good things laid up in them for the saints.
Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ' αὐτὸν, καὶ αὐτὸς ποιήσει. Ἔσῃ, φησὶ, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδόν.
Reveal thy way unto the Lord, and hope in Him, and He shall bring it to pass. Thou shalt openly be, he says, walking the way that pleases Him.
Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου. Δῆλον γάρ ἐστιν, ὅτι ἐν τῷ μέλλοντι αἰῶνι, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ὅτι οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος. Φῶς δὲ δικαιοσύνης γνῶσις· ἐπειδὴ καὶ ἡ δικαιοσύνη κανών ἐστιν ἀρετῶν. Καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Ἀντὶ τοῦ· Κρινεῖ σε ἄξιον ὄντα φωτός.
And He shall bring forth thy righteousness as the light. For it is clear that in the age to come, as the Lord Himself has said, the righteous shall shine forth as the sun (Matt. 13:43). And the light of righteousness is knowledge, since righteousness is also the rule of virtues. And thy judgement as the noonday. Instead of: He shall judge thee to be worthy of light.
Καὶ αὐτὸς ποιήσει. Ὅταν ἐπ' αὐτῷ, φησὶν, ἐλπίσῃς, τότε καὶ αὐτὸς ποιήσει. Τί δὲ ποιήσει διαδείκνυσιν ἐπενεγκών· Ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Τότε δὲ ἐξοίσει, φησὶν, ἀντὶ τοῦ ἐμφανῆ καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς εὐζωΐας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου δίκην φωτὸς ἀναλάμπουσα, φωτὸς μεσημβρινοῦ. Μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον. Οὐ μόνον, φησὶ, δικαιοῖ τὸν ἐξομολογούμενον, καὶ κρῖμα αὐτῷ προσφέρει χρηστότητος, ἀλλὰ καὶ εἰς φῶς αὐτοῦ προσφέρει τὴν δικαιοσύνην· τουτέστι γνωρίζει πᾶσιν, ὅτιπερ αὐτὸν ἐδικαίωσεν. Οἷος ἦν ὁ λῃστὴς, οὗ τὸ κρῖμα ἐν μεσημβρίᾳ κατὰ τὸ μέσον τῆς ἡμέρας σταυρούμενος ὁ Ἰησοῦς ἐξήγαγε, καὶ τὴν ἐπ' αὐτῷ δικαιοσύνην εἰς φῶς, τουτέστιν εἰς πάντων γνῶσιν ἤνεγκεν. Ἡ γὰρ ἐπ' αὐτῷ φωνὴ, Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, εἰς φανερὸν τῇ οἰκουμένῃ, μᾶλλον δὲ φῶς τῇ οἰκουμένῃ γεγένηται, προτροπὴ πᾶσι τοῖς ἐν μετανοίᾳ τυγχάνουσιν. Οὐκ ἔσται, φησὶ, κεκαλυμμένον τὸ τῆς δικαιοσύνης λαμπρὸν, ὥσπερ νῦν, ἀλλ' ἐπιφανὲς ὥσπερ ἥλιος ἐν μεσημβρίᾳ, ὥσπερ ὁ Κύριός φησι· Τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν.
And He shall bring it to pass. When thou hast hoped in Him, he says, then He also shall bring it to pass. And what He shall bring to pass he shows by adding: He shall bring forth thy righteousness as the light, and thy judgement as the noonday. Then He shall bring it forth, he says, instead of: He shall make it manifest, and render it as it were conspicuous, not allowing the beauty of a good life to lie hidden. For thy righteousness shall be evident to all, shining forth like light, the light of noonday. Moreover, the very midpoint of the day is called noonday. Not only, he says, does He justify him who confesses, and bring unto him a judgement of goodness, but He also brings his righteousness into the light; that is, He makes known to all that He has justified him. Such was the robber, whose judgement at noonday, in the middle of the day, Jesus while being crucified brought forth, and brought the righteousness upon him into the light, that is, to the knowledge of all. For the voice spoken over him, Verily, verily, I say unto thee, today shalt thou be with Me in paradise (Luke 23:43), has become manifest to the world, or rather a light to the world, an exhortation to all who are in repentance. The brightness of righteousness, he says, shall not be veiled as it is now, but manifest like the sun at noonday, even as the Lord says: Then shall the righteous shine as the sun in the kingdom of their Father (Matt. 13:43).
Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν. Αὐτὸς μὲν, φησὶ, ἄξιον ὄντα φωτὸς ἀποδείξει ἐν τῷ μέλλοντι αἰῶνι· σὺ δὲ ἐνταῦθα ὑποτάγηθι. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ. Μὴ μιμήσῃ, φησὶν, εὐδαιμονίαν ἐκ παρανομίας συγκροτουμένην.
Submit thyself to the Lord and supplicate Him. He Himself, he says, will show thee to be worthy of light in the age to come; do thou therefore submit thyself here. Fret not thyself in him who prospereth in his way. Do not imitate, he says, prosperity cobbled together out of lawlessness.
[Μὴ θαύμαζε ἄνθρωπον παράνομον κατευθυνόμενον, μηδὲ μιμήσῃ εὐδαιμονίαν ἐκ παρανομίας συγκροτουμένην, μηδὲ πράττειν ἐρεθίζου τὰ ὅμοια· ἀλλ' εἰ καὶ κατὰ ῥοῦν αὐτῷ φέρεται πάντα, μὴ δάκνου μηδὲ δυσφόρει, ὅτι μὴ διδόασι δίκην οἱ πονηροὶ, ἀλλ' ἐν εὐθηνείᾳ διάγουσιν, ὡς μή τινος τὴν τίσιν εὐθύνοντος.
[Do not marvel at a lawless man prospering, nor imitate prosperity cobbled together out of lawlessness, nor be provoked to do the like; but even if all things go with the stream for him, be not vexed or indignant that the wicked do not pay the penalty, but live in abundance as though no one were exacting vengeance.
Κρεῖσσον ὀλίγον τῷ δικαίῳ· ἀντὶ τοῦ, μεῖζόν
Better is a little to the righteous; instead of: greater
PG 27:179Read from the page
[ἐστι μικρὸν ἔλεος τοῦ Κυρίου ὑπὲρ πάντα τὸν πλοῦτον τοῦ κόσμου.]
[a small mercy of the Lord is better than all the wealth of the world.]
Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν. Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν ὄλεθρον. Ὀργὴ δέ ἐστιν ὄρεξις τιμωρίας· τιμωρία δέ ἐστι κακοῦ ἀνταπόδοσις. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι. Εὖ ἴσθι, ὅτι οἱ μὲν τῆς θείας ἐλπίδος σφᾶς αὐτοὺς ἀναρτήσαντες, καὶ τὸν ἐπιεικῆ προαιρούμενοι βίον, ἐν ἀπραγμοσύνῃ καὶ εἰρήνῃ διατελοῦσι, τρυφὴν ἔχοντες μόνιμον τοῦ συνειδότος τὴν καθαρότητα· οἱ δὲ τῇ προσκαίρῳ εὐημερίᾳ θαρροῦντες ταχεῖαν δέξονται τὴν μεταβολὴν, καὶ λήθῃ παραδοθήσονται παντελεῖ.
8. Cease from anger, and forsake wrath. Do not look upon their prosperity, but await the end, and you shall see their destruction. Now anger is an appetite for vengeance; and vengeance is the repayment of evil. Do not be emulous to do evil. Know well that those who have suspended themselves upon the divine hope, and who choose the gentle life, continue in quietness and peace, having the purity of their conscience as an abiding delight; whereas those who trust in temporary prosperity shall receive a swift change, and shall be delivered over to utter oblivion.
Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς. Ὅμοιον τῷ εἰρημένῳ· Οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἀπολοῦνται.
10. And you shall seek his place, and you shall by no means find it. This is similar to what was said: But the ungodly shall perish root and branch.
Daniel Barbarus. 11. Mansueti autem haereditabunt terram. Terram haereditabunt qui perniciosum iracundiae affectum spiraverint. Ira enim et prudentes perdit, siquidem quominus honeste se gerant impediuntur. Ira enim viri Dei justitiam non operatur. Caeterum ab ira et furore Dei securus est, qui abstinet ab iis quae iram et furorem concitant.
Daniel Barbarus. 11. But the meek shall inherit the land. Those who have breathed out the pernicious passion of wrath shall inherit the land. For anger destroys even the prudent, inasmuch as they are hindered from conducting themselves honorably. For the anger of man does not work the righteousness of God. Moreover, he who abstains from the things that stir up anger and wrath is secure from the anger and wrath of God.
Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Τρυφὴ δικαίου, πλῆθος εἰρήνης ἐστίν· ἀπάθεια δὲ ψυχῆς, μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
And they shall delight themselves in an abundance of peace. The delight of the righteous man is an abundance of peace; and impassibility of soul, together with true knowledge of existing things.
Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον. Τοῦτο καὶ ἐπὶ τοῦ διαβόλου ληφθῆναι πρόσφορον, καὶ διὰ τούτων παραψυχὴν τοῖς ἀδικουμένοις προσφέρει. Δείκνυσι γὰρ τὸν μὲν παράνομον λυποῦντα καὶ μεμηνότα κατὰ τῶν ἀπράγμονα βίον ἀσπαζομένων, τὸν δὲ δίκαιον κριτὴν καταγελῶντα τῆς ἐγχειρήσεως, ἅτε δὴ τὴν ταχεῖαν αὐτοῦ τελευτὴν προορῶντα.
12. The sinner shall watch the righteous man. This may also be fittingly taken as referring to the devil, and through these words he brings consolation to those who are wronged. For he shows the lawless one grieving and raging against those who embrace a quiet life, while the righteous Judge laughs at his enterprise, inasmuch as He foresees his swift end.
Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν. Διαγελᾷ, φησὶ, τὰς κατὰ τοῦ δικαίου ἐπιβουλὰς τοῦ ἁμαρτωλοῦ· εἰδὼς, ὡς ἔστησεν ἡμέραν καθ' ἣν τῷ μὲν ἀποδώσει τὴν αἰώνιον ζωὴν, τῷ δὲ τὴν αἰώνιον κόλασιν.
13. But the Lord shall laugh at him. He derides, he says, the plots of the sinner against the righteous man; knowing that He has appointed a day on which He will render eternal life to the one, and eternal punishment to the other.
Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ, ἐνέτειναν τόξον αὐτῶν, ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς καρδίαν αὐτῶν. Ταῦτα, φησὶ, πεπόνθασιν οἱ πονηροὶ δαίμονες, ἃ ποιήσειν τοῖς ἁγίοις ἐπεβούλευσαν.
14. The sinners have drawn a sword, they have bent their bow; let their sword enter into their own heart. The evil demons, he says, have suffered these very things which they plotted to do to the saints.
Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων. Ἀντὶ τοῦ, ἀποδέχεται καὶ τιμᾷ. Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται. Ἄφθαρτοι γὰρ καὶ αἰώνιοι τῶν ἁγίων αἱ ἀνταποδόσεις.
18. The Lord knows the ways of the blameless. Instead of: He accepts and honors them. And their inheritance shall be forever. For the rewards of the saints are incorruptible and eternal.
Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. Ἐν τοῖς τῶν διωγμῶν, φησὶ, καιροῖς, ἐκλειπόντων τῶν διδασκάλων, αὐτὸς ὁ Κύριος τῷ ἑαυτοῦ πνεύματι θρέψει τοὺς εἰς αὐτὸν πιστεύοντας.
19. They shall not be put to shame in an evil time. In the times of persecutions, he says, when teachers fail, the Lord Himself will nourish by His own Spirit those who believe in Him.
[Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. Καιρὸς πονηρὸς ὁ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς, ἐν ᾧ οἱ μὲν τῆς δικαιοκρισίας τοῦ Θεοῦ πειραθήσονται· οἱ δὲ δόξαν καὶ τιμὴν, καὶ ἀφθαρσίαν, καὶ ζωὴν αἰώνιον ἀπολήψονται.]
[They shall not be put to shame in an evil time. The evil time is that of the wrath against the ungodly, in which they indeed shall experience the righteous judgment of God; whereas the righteous shall receive glory and honor, and incorruption, and eternal life.]
Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει. Οὐκ ἀντιδίδωσι, φησὶν, ὁ ἁμαρτωλὸς εὐχαριστίαν ὑπὲρ ὧν εὐεργετεῖται παρὰ Θεοῦ. Ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσιν. Ἀντιδίδωσι, φησὶν, οἰκτιρμοὺς, τὸν ἑαυτοῦ Δεσπότην μιμούμενος.
21. The sinner borrows, and shall not repay. The sinner, he says, does not render thanksgiving in return for the benefits he receives from God. But the righteous man shows mercy, and gives. He renders mercies in return, he says, imitating his own Master.
PG 27:181Read from the page
Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν. Ὅμοιον τὸ εἰρημένον πρὸς Ἀβραάμ· Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, καὶ τοὺς καταρωμένους σε καταράσομαι.
For they that bless Him shall inherit the earth. Similar is what was spoken to Abraham: Them that bless thee will I bless, and them that curse thee will I curse (Gen. 12:3).
Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται. Ἀποδέχεται, φησὶν, ἣν ποιεῖται κατὰ τὸν βίον πρακτικὴν πορείαν.
By the Lord the steps of a man are rightly directed. He accepts, he says, the practical walk which a man makes throughout life.
Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται. Εἰ καὶ, φησὶν, συμβῇ ὀλίγον τι παρασφαλῆναι τὸν δίκαιον, οὐκ ἀδικηθήσεται ἔχων ἀντιστηρίζοντα τὸν Θεόν.
When he falleth, he shall not be shattered. Even if, he says, it should happen that the righteous man slips a little, he shall not be harmed, having God to support him.
Οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Τοὺς νοητούς φησιν, οἵτινές εἰσιν οἱ θεῖοι λόγοι.
Nor his seed seeking bread. He means the spiritual loaves, which are the divine words.
Καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος. Καὶ κληρονομήσεις, φησὶ, τὰς αἰωνίους σκηνάς.
And dwell for ever and ever. And thou shalt inherit, he says, the eternal tabernacles.
Δίκαιοι δὲ κληρονομήσουσι γῆν. Πολλαχοῦ τῆς διδομένης γῆς τοῖς πραέσιν ἐμνημόνευσε, προτρεπόμενος εἰς ἐπιθυμίαν αὐτῆς.
But the righteous shall inherit the land. In many places he has made mention of the land given to the meek, exhorting us to the desire of it.
Στόμα δικαίου μελετήσει σοφίαν. Προσήκει, φησὶν, κἂν τῇ γλώττῃ, κἂν ἐν τῇ διανοίᾳ τὰ θεῖα λόγια περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνεκῶς· οὕτως γὰρ τὸ πρακτέον μανθάνων ὁ τῆς ἀρετῆς ἐραστὴς, ἀτρεμὴς μενεῖ καὶ ἀσάλευτος, τῶν καταβάλλειν ἐπιχειρούντων περιγενόμενος. Ταῦτα καὶ ἐν τῷ πρώτῳ ψαλμῷ ἔφη· Ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, καὶ τὰ ἑξῆς. Καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Δικαιοκρισίαν οὐ τὴν δικαστικὴν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου.
The mouth of the righteous shall meditate wisdom. It is fitting, he says, whether on the tongue or in the mind, to carry about the divine oracles, and to practise meditation upon them continually; for learning in this way what ought to be done, the lover of virtue will remain unshaken and immovable, prevailing over those who attempt to cast him down. These things he also said in the first psalm: But his will is in the law of the Lord, and in His law will he meditate day and night (Ps. 1:2), and what follows. And his tongue shall speak judgement. Righteous judgement—not that of the lawcourts, but that which proceeds from an unerring and sound criterion.
Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐκ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον. Ὁ δὲ Κύριος. Διαφόρως τὰ αὐτὰ λέγει, τῇ πλείονι μελέτῃ μονιμωτέραν κατασκευάζων τὴν μνήμην. Λέγει δέ· Οὐ περιόψεται τὸν δίκαιον ὁ Δεσπότης ἐπιβουλευόμενον ὑπὸ τῶν πονηρῶν, οὐδὲ συμψηφιεῖται αὐτοῖς τὰ τοιαῦτα τολμῶσιν· ἀλλ' ὑπερπηδῆσαι παρασκευάσει τὰ δίκτυα. Ταύτης ἀπήλαυσεν Ἀβραὰμ τῆς προνοίας, δὶς ἁρπαγείσης τῆς Σάῤῥας· ταύτης ὁ Ἰσαὰκ, αὐτὸ τοῦτο παθών· ταύτης ὁ Ἰακὼβ, ὑπ' ἀδελφοῦ καὶ κηδεστοῦ φθονούμενος· ταύτης ὁ Ἰωσὴφ, ὑπὸ φθόνου καὶ συκοφαντίας πολεμηθείς. Καὶ τί δεῖ καταλέγειν ἅπαντα; ῥᾴδιον γὰρ τοῖς φιλομαθέσι καὶ τὰ πάλαι συλλέξαι, καὶ θεωρῆσαι τὰ νέα.
The law of his God is in his heart, and his steps shall not be tripped up. The sinner watcheth the righteous. But the Lord. In various ways he says the same things, rendering the memory more lasting through fuller meditation. And he says: The Master will not overlook the righteous man when plotted against by the wicked, nor will He cast His vote with those who dare such things, but He will cause him to leap over their nets. Abraham enjoyed this providence when Sarah was twice seized; Isaac enjoyed it when he suffered this very thing; Jacob enjoyed it when envied by his brother and his father-in-law; Joseph enjoyed it when warred against by envy and false accusation. And what need is there to recount all things? For it is easy for lovers of learning both to gather the things of old and to contemplate the new.
Οὐδὲ μὴ καταδικάσεται αὐτὸν ὅταν κρίνηται αὐτόν. Ἀντὶ τοῦ, ἐν τῷ κρίνεσθαι αὐτόν.
Nor shall He condemn him when He is judged unto him. Instead of: when he is judged.
Ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς ὄψει. Ἐκκοπτομένους, φησὶ, τοὺς ἁμαρτωλοὺς θεάσῃ.
When sinners are destroyed, thou shalt see it. Thou shalt behold, he says, the sinners being cut off.
Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Κατὰ τὸ εἰρημένον· Σκιὰ ὁ βίος ἡμῶν.
I saw the ungodly lifted high above, and exalted like the cedars of Lebanon. According to what is said: Our life is a shadow (Job 8:9).
Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Θεασάμενος, φησὶν, ἄνδρας πονηροὺς εὐημεροῦντας, ἐνενόουν πῶς τούτου ἐπέτυχον· εἶτα τοιαῦτα ἐννοῶν καὶ δεύτερα βουλευόμενος, θεωρῆσαι αὐτοὺς οὐκ ἴσχυσα· ἀλλ' οὐδὲ τὸν τόπον, ἐν ᾧ ἑστάναι ἐδόκουν, οὐκ ἠδυνάμην εὑρεῖν.
And I passed by, and lo, he was not. Having beheld, he says, wicked men prospering, I considered how they had attained this; then, pondering such things and taking second thought, I was unable to behold them; nay, I could not even find the place in which they had seemed to stand.
Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν
Keep innocence, and behold uprightness; for there is
PG 27:184Read from the page
ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Καὶ ἡ τιμωρία, φησὶ, τῶν πονηρῶν, καὶ τὸ ἐγκατάλειμμα, ἤτοι ἡ κληρονομία τῶν ἀγαθῶν, παρασκευαζέτω σε ἐπιτηδεύειν ἁπλότητα.
a remnant for the peaceful man. Both the punishment of the wicked, he says, and the remnant, that is, the inheritance of the good, should prepare thee to practise simplicity.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου. ΛΖʹ.
Psalm of David, for a remembrance concerning the Sabbath. 37.
Ὑπόθεσις
Argument
Τοῦτον ᾄδει τὸν ψαλμὸν, ἀναμιμνήσκων ἑαυτὸν τῆς συνεχούσης ταλαιπωρίας, ἧς ὑπέμεινε διὰ τὴν ἁμαρτίαν. Ἀξιοῖ δὲ δι' ἑαυτοῦ τὸν Θεὸν, σαββατισμοὺς αὐτῷ δοῦναι, ἤτοι ἀνάπαυσιν τῶν συμφορῶν.
He sings this psalm reminding himself of the continual misery which he endured on account of sin. And for his own part he entreats God to grant him sabbath-rests, that is, rest from his calamities.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. [Οἱ ταῖς κολάσεσι διακονούμενοι δαίμονες, καὶ αἱ τιμωρητικαὶ δυνάμεις, τοῦ Θεοῦ ὀργὴ καὶ θυμὸς λέγονται. Ἱκετεύει οὖν μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι' ἀποστολῆς ἀγγέλων σκυθρωπῶν παιδευθῆναι, ἀλλὰ διὰ λόγων σωτηρίων.] Παιδεύει ἡμᾶς ὁ Κύριος, εἰς ἀνάμνησιν ἄγων τῆς ἀρετῆς. Ὁ δὲ ἅγιος οὐ τὸν ἔλεγχον ἢ τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ' ὀργῆς καὶ θυμοῦ.
O Lord, rebuke me not in Thy wrath, neither chasten me in Thy anger. [The demons who minister in punishments, and the avenging powers, are called the anger and wrath of God. He therefore supplicates not to be rebuked through evil powers, nor to be chastened through the sending of gloomy angels, but through saving words.] The Lord chastens us by bringing us to the remembrance of virtue. And the holy man does not deprecate rebuke or chastening, but that which is accompanied by anger and wrath.
Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Βέλη τὰς τιμωρητικὰς δυνάμεις φησί. Καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Καθήψατό μου, φησὶν, ἡ χείρ σου, ὑπὲρ τῆς ἁμαρτίας παιδεύουσα.
For Thine arrows are fixed in me. By arrows he means the avenging powers. And Thou hast pressed Thy hand heavily upon me. Thy hand, he says, has laid hold of me, chastening me for sin.
Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Λελώβημαι τὴν σάρκα, ἐπενηνεγμένης μοι τῆς ὀργῆς. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἐξησθένησε, φησὶν, ἡ δύναμις τῆς ἐμῆς ψυχῆς· ἡ δὲ αἰτία τῆς ἀσθενείας, ἡ ἁμαρτία.
There is no healing in my flesh before the face of Thy anger. I am maimed in the flesh, now that anger has been brought upon me. There is no peace in my bones before the face of my sins. The strength of my soul, he says, has grown weak; and the cause of the weakness is sin.
Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. Κατέκαμψέ με, φησὶν, τὸ βαρὺ τῆς ἁμαρτίας φορτίον. Ἀνιᾷ δέ με καὶ τῶν σεσηπότων ἐκείνων τραυμάτων ἡ δυσοσμία, ἃ, τὴν φρόνησιν ἀποβαλὼν, καὶ τῇ ἀφροσύνῃ δουλεύσας, εἰσεδεξάμην. Οὗ δὴ χάριν πάσης θυμηδίας ἐστερημένος, ἀσχάλλω καὶ ἀλύω διηνεκῶς, καὶ τῆς σκυθρωπότητος μεταβολὴν οὐχ εὑρίσκω. Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Βαρύτητα τὴν τῆς συνειδήσεως εἰς ἀπόγνωσιν ὤθησιν μετ' ἐπιτάσεώς φησιν.
For mine iniquities are gone over my head. The heavy burden of sin, he says, has bowed me down. And the foul stench of those putrid wounds also torments me, which, having cast away prudence and become a slave to folly, I received into myself. On account of which, being deprived of all gladness of heart, I am grieved and distressed continually, and find no change from my gloom. Like a heavy burden they weighed heavily upon me. By heaviness he means the intense thrusting of conscience into despair.
Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶσα γὰρ ἁμαρτία μυσαρά τε καὶ δυσώδης· εἰ μὴ γὰρ εἰς ἀφροσύνην καταπέσοι ἡ ψυχὴ, οὐκ ἂν ὑπομένοι τὴν ἁμαρτίαν. Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσκομεν. Ὁποία τίς ἐστι, πλὴν ὅτι ἀπὸ ἀφροσύνης ἡμῖν συμβαίνουσιν αἱ ἁμαρτίαι;
My bruises grew noisome and rotted before the face of my folly. For every sin is both loathsome and foul-smelling; for unless the soul fell into folly, it would not endure sin. Hence we know the nature of sin. Of what sort is it, save that sins befall us from folly?
Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ καὶ τερπομένους.
All the day long I went about with a gloomy countenance. This must be said to those who laugh much and indulge in pleasure.
[Ἐταλαιπώρησα καὶ κατεκ., καὶ τὰ ἑξῆς. Βαρύτητα τῆς συνειδήσεως ὡς εἰς ἀπόγνωσιν ὤθησιν.
[I was in wretchedness and bowed down, and what follows. The heaviness of conscience, as a thrusting into despair.
Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμῶν. Ἐπειδήπερ φησὶν, ἐπὶ τὸ καταπαίζειν μου λοιπὸν τοὺς ἐχθρούς μου ἑώρων· τοὺς νοητοὺς δὲ λέγει.]
For my loins are filled with mockeries. Since indeed, he says, I saw my enemies henceforth mocking me; and he means the spiritual enemies.]
Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Ἐξ ἐκείνης, φησὶ, τῆς ἐπιθυμίας ἐτρύγησα τὸ κύπτειν
I was afflicted and humbled exceedingly. From that desire, he says, I reaped the bowing down
PG 27:185Read from the page
εἰς γῆν, καὶ διηνεκῶς ὀλοφύρεσθαι διὰ τὰς πικρὰς τῆς καρδίας ὀδύνας. Τούτου χάριν τῆς ἐπιθυμίας μεταβαλὼν τὴν ἐνέργειαν, ὑπουργὸν αὐτὴν κατέστησα τοῦ θείου βουλήματος. Τοῦτο γὰρ ἐπήγαγεν· Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Μαστίζων τὸ συνειδὸς, τὴν καρδίαν μου στεναγμοὺς ἀφιέναι ἐποίουν.
to the earth, and continual lamenting on account of the bitter pains of my heart. For this cause, having changed the working of desire, I established it as a minister of the divine counsel. For he added this: I roared from the groaning of my heart. Scourging my conscience, I made my heart send forth groanings.
Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Τῆς μετανοίας, φησὶν, ὁ πόθος στήτω ἐνώπιόν σου, ᾗ ἔχω ἐπιθυμίᾳ σωθῆναι βουλόμενος. Καὶ τίς ἡ ἐπιθυμία τοῦ Χριστοῦ; τὸ ὑπὲρ ἡμῶν ἐπιτελέσαι Πάσχα.
And my groaning was not hidden from Thee. Let the longing of repentance, he says, stand before Thee, through the desire wherewith I wish to be saved. And what is the desire of Christ? To fulfil the Passover on our behalf.
Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου. Τὸ διαλογιστικὸν καρδίαν φησί. Καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. Τὸ φῶς τῶν ὀφθαλμῶν τὸ πνεῦμα τὸ ἐκλάμπον τοῖς τῆς διανοίας αὐτοῦ ὄμμασιν.
My heart was troubled, my strength forsook me. He calls the reasoning faculty the heart. And the light of mine eyes, it also is not with me. The light of the eyes is the spirit that shines forth unto the eyes of his mind.
Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. Ἐν τῷ πεπληγέναι με, φησὶν, ἀντέστησάν μοι. Ταῦτα δὲ λέγει διὰ τὸν Ἀβεσσαλὼμ καὶ τὸν Ἀχιτόφελ. Καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Οἱ γὰρ συνυπουργοῦντες αὐτῷ ἄγγελοι ἐγκατέλιπον αὐτὸν διὰ τὴν ἁμαρτίαν. Τάχα γὰρ καὶ αἱ δυνάμεις αἱ ἅγιαι ὑποχωροῦσιν ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν.
My friends and my neighbours drew near over against me and stood. In my being struck, he says, they stood opposed to me. And he says these things on account of Absalom and Ahithophel. And my nearest of kin stood afar off. For the angels who ministered with him forsook him on account of sin. For perhaps the holy powers also withdraw in a time of temptation for the testing of the one tempted, or for punishment.
Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. Εἰκότως, τῶν ἀγγέλων καταλιπόντων αὐτὸν, σφοδρότερον οἱ δαίμονες ἐπετίθεντο. Καὶ οἱ ζητοῦντες τὰ κακά μοι, ἐλάλησαν ματαιότητας. Ἐλάλουν, φησὶ, πρὸς ἑαυτοὺς, ἐπιβουλήν μοι σκευάζοντες.
And they that sought my soul used violence. Naturally, when the angels had left him, the demons attacked more fiercely. And they that sought evil things for me spoke vanities. They spoke, he says, among themselves, devising a plot against me.
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ τὰ ἑξῆς. Ταῦτα, φησὶν, λαλούντων αὐτῶν, οὐδὲ ἀκούειν ἐδόκουν, οὐδὲ λαλεῖν τῆς, παῤῥησίας μου διὰ τῆς ἁμαρτίας ἀφῃρημένης.
But I, as a deaf man, heard not, and what follows. While they were speaking these things, he says, I seemed neither to hear nor to speak, since my boldness of speech had been taken away through sin.
Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα . . . ὅτι εἶπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου. Τῶν τοσούτων, φησὶ, συμβάντων κακῶν, μίαν ἔχω σωτηρίας ἐλπίδα, τὴν ἐκ σοῦ γενησομένην μοι ἐπικουρίαν.
For in Thee, O Lord, have I hoped . . . for I said: Lest at any time mine enemies rejoice over me. When such great evils have befallen me, he says, I have one hope of salvation, the succour that shall come to me from Thee.
Καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Μέγα, φησὶ, δέδωκε φρονεῖν αὐτοὺς κατ' ἐμοῦ ἡ ἁμαρτία σαλεύσασά μου τοὺς πόδας.
And when my feet were shaken, they boasted greatly against me. Sin, having shaken my feet, he says, has given them occasion to boast greatly against me.
Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ἡδέως δέχεσθαι τὴν ἐπιστρεπτικὴν παιδείαν φησίν.
For I am ready for scourges, and my pain is continually before me. He says that he gladly accepts the corrective chastening.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Διὰ δὴ τοῦτο κατήγορος ἐμαυτοῦ γίνομαι, καὶ πᾶσαν φροντίδα τῆς ὑγιείας ποιήσομαι.
For I will declare mine iniquity, and I will be anxious over my sin. On this very account I become my own accuser, and will take every care for my healing.
Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμέ. Καίτοι, φησὶ, μὴ ἀνεπαισθήτως ἔχων τῆς ἁμαρτίας, ἀλλὰ μεριμνῶν περὶ αὐτῆς διαπαντὸς, ὁρῶ τοὺς ἐχθρούς μου κραταιουμένους. Οὗτοι δὲ οἱ ἐχθροὶ, μηδὲν ἄδικον παρ' ἐμοῦ πεπονθότες, διαβάλλοντές μου τὴν ἁμαρτίαν, καὶ πρόφασιν αὐτὴν ποιούμενοι τοῦ
But mine enemies live, and are grown mightier than I. Even though, he says, I am not insensible of my sin, but am continually anxious concerning it, I see mine enemies growing strong. And these enemies, having suffered no wrong from me, slandering my sin and making it a pretext for
Notes, col. 185

On the reading

Printed 183, for 185.