ριβέβληται, ἀλλ' ἕνεκεν τοῦ ἁγιάζειν τὴν σάρκα γέγονεν ἄνθρωπος. Εἰ δὲ καὶ τὸ, παραστῆσαι αὐτὸν τῷ Κυρίῳ, περὶ αὐτοῦ τοῦ Κυρίου τις ἐκλάβοι, καὶ οὕτως ἐκπίπτει τοῦ εἰκότος. Πότε γὰρ ἀπεκρύβη ὁ Κύριος ἐκ τῶν ὀφθαλμῶν τοῦ Πατρὸς, ἵνα μὴ δυνηθῇ ὑπ' αὐτοῦ ὁρᾶσθαι; Ἢ ποῖος τόπος ἔξω τῆς αὐτοῦ δεσποτείας ὑπάρχει, ἵνα ἐκεῖ ὢν μὴ παρῇ τῷ Πατρὶ, εἰ μὴ εἰς Ἱεροσόλυμα ἀνηνέχθη, καὶ εἰς τὸν ναὸν εἰσηνέχθη; Πῶς δὲ καὶ τὰς τυπικὰς θυσίας προσέφερον, αὐτοῦ ὑπάρχοντος τῆς ἀληθείας; Μήποτ' οὖν οὐ δι' αὐτὸν, ἀλλὰ δι' ἡμᾶς ταῦτα γέγραπται; Ὥσπερ γὰρ, Θεὸς ὢν, οὐ δι' ἑαυτὸν φύσει ἄνθρωπος ἀτρέπτως γίνεται, καὶ σαρκὶ περιτέμνεται, καὶ βαπτίζεται, καὶ τἄλλα, ἀλλὰ δι' ἡμᾶς, ἵνα ἡμεῖς, ἄνθρωποι ὄντες, θέσει διὰ τῆς χάριτος γενώμεθα θεοὶ, καὶ περιτμηθῶμεν πνευματικῶς, ἀλλ' οὐ νομικῶς, καὶ τὸν ῥύπον ἀπονιψώμεθα τῆς ἁμαρτίας διὰ τοῦ βαπτίσματος, καὶ σταυρωθῶμεν τῷ κόσμῳ, καὶ ἀναστῶμεν τῷ Θεῷ· οὕτω κἀνθάδε τὸ περὶ τοῦ καθαρισμοῦ αὐτῶν, καὶ τὸ, παραστῆσαι αὐτὸν τῷ Κυρίῳ, καὶ περὶ τῶν τυπικῶν θυσιῶν, οὐ δι' αὐτὸν, ἀλλὰ δι' ἡμᾶς καὶ γεγένηται καὶ γέγραπται· ἵνα μάθωμεν καθαίρειν καὶ παριστάνειν ἑαυτοὺς τῷ Θεῷ, μυστικῶς προσφέροντες αὐτῷ καὶ πνευματικῶς ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Καὶ ἡ μὲν τρυγὼν σωφροσύνης καὶ ἡσυχίας σύμβολον· φιλέρημον γὰρ τὸ ζῶον καὶ σωφρονέστατον· ὥστε τοῦ ἄῤῥενος ἢ τοῦ θήλεος ἀποθνήσκοντος, μηδ' ἕτερον αὐτῶν ἑτέρῳ συζεύγνυσθαι· οἱ δὲ νεοσσοὶ τῶν περιστερῶν ἀκακίας καὶ πραότητος τύπος. Ὅσοι τοίνυν διὰ σωφροσύνης καθαίρουσιν ἑαυτοὺς ἀπὸ σαρκικῶν ἡδονῶν καὶ ἐπιθυμιῶν, καὶ διὰ τῆς ἀκακίας καὶ πραότητος ἀπέχονται θυμοῦ καὶ ὀργῆς, ὄντως καλὰς θυσίας ἐπιφερόμενοι, ὀπτάνονται τῷ Θεῷ, καὶ παρίστανται εἰς Ἱερουσαλὴμ τὴν ἐπουράνιον. Οὐδὲν γὰρ οὕτω Θεῷ φίλον ὡς ἀκακία καὶ σωφροσύνη. Ἀμέλει τοσοῦτον ἡμᾶς εἶναι βούλεται σώφρονας, ὡς μηδὲ μέχρις ἐπιθυμίας ἐμβλέπειν γυναικί. Περὶ δὲ τῆς ἀκακίας φησίν· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ κατὰ τὴν σωματικὴν ἡλικίαν, ἀλλὰ τὴν ἀκακίαν διὰ τῶν παίδων σημαίνων. Πραότητος δὲ καὶ ταπεινοφροσύνης ἑαυτὸν ὑπόδειγμα τίθησι λέγων· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Εἰ δέ τις εἴποι· Διὰ τί δύο καὶ δύο προσφέρεσθαι τὰ εἰρημένα ζῶα ἐκέλευσε, καὶ τὰ μὲν τέλεια, τὰ δὲ νεοσσούς; φημὶ, ὅτι, τοῦ ἀνθρώπου διπλοῦ ὄντος, τουτέστιν ἐκ ψυχῆς καὶ σώματος, διπλῆν ζητεῖ παρ' ἡμῶν ὁ Θεὸς τήν τε σωφροσύνην καὶ τὴν πραότητα. Εἰ γὰρ κατὰ μὲν τὸ σῶμα ἀπέχομαι σαρκικῶν ἡδονῶν, κατὰ δὲ τὴν ψυχὴν πρὸς ἐπιθυμίαν τούτων κινοῦμαι, οὐκ εἰμὶ σώφρων, ἀλλὰ μοιχός. Ὁ γὰρ ἐμβλέψας, φησὶ, πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ. Καὶ αὖθις ὁ κατὰ τὸ φαινόμενον δοκῶν εἶναι πρᾶος, κατὰ δὲ τὴν ψυχὴν κινούμενος πρὸς θυμὸν, οὐκ ἔστιν ἄκακος, ἀλλ' ὑποκριτὴς καὶ μηνιαστὴς, ἔχων τῆς κεκρυμμένης κακίας τὸ ἐπικάλυμμα τὴν φαινομένην καὶ δοκοῦσαν εἶναι ἀκακίαν· οὓς ὁ προφήτης αἰνιττόμενος λέγει·
-was clothed, but for the sake of sanctifying the flesh He became man. And even if someone should take the phrase, to present Him to the Lord (Luke 2:22), as spoken concerning the Lord Himself, even so he falls short of what is reasonable. For when was the Lord hidden from the eyes of the Father, that He could not be seen by Him? Or what place exists outside His dominion, so that being there He would not be present with the Father unless He were brought up to Jerusalem and brought into the temple? And how did they also offer the typical sacrifices, when He Himself is the truth? Perhaps, then, these things were written not on His account, but on ours? For just as, being God, He becomes man by nature unchangeably not on His own account, and is circumcised in the flesh, and is baptized, and the rest, but on our account, so that we, being men, might become gods by adoption through grace, and be circumcised spiritually and not according to the law, and wash away the filth of sin through baptism, and be crucified to the world, and rise again to God; so here also what concerns their purification, and the phrase, to present Him to the Lord, and concerning the typical sacrifices, both came to pass and was written not on His account, but on ours: so that we might learn to purify and present ourselves to God, mystically and spiritually offering to Him a pair of turtledoves, or two young pigeons. And the turtledove is a symbol of temperance and quietness; for the creature is fond of solitude and most chaste, so that when either the male or the female dies, neither of them pairs with another; while the young of pigeons are a type of guilelessness and meekness. All those, therefore, who through temperance purify themselves from fleshly pleasures and desires, and through guilelessness and meekness abstain from wrath and anger, truly bringing good sacrifices, appear before God and present themselves in the heavenly Jerusalem. For nothing is so dear to God as guilelessness and temperance. Indeed, He wishes us to be so temperate as not even to look upon a woman unto lust (Matt. 5:28). And concerning guilelessness He says: Unless you turn and become as little children (Matt. 18:3), signifying by the children not bodily age, but guilelessness. And of meekness and humility He sets Himself as an example, saying: Learn from Me, for I am meek and humble in heart (Matt. 11:29). And if someone should say: Why did He command the aforesaid creatures to be offered two by two, and the one full-grown, the others young? I say that, since man is twofold, that is, of soul and body, God seeks from us a twofold temperance and meekness. For if according to the body I abstain from fleshly pleasures, yet according to the soul I am moved toward desire for them, I am not temperate, but an adulterer. For he who looks, He says, so as to lust, has already committed adultery in his heart (Matt. 5:28). And again, he who according to appearance seems to be meek, yet according to the soul is moved to wrath, is not guileless, but a hypocrite and a bearer of grudges, having the apparent and seeming guilelessness as a cloak for his hidden malice; hinting at whom, the prophet says: