καὶ πλούσιον ψεύστην· ὁρᾷς, ὅτι μισητοὶ ὄντως παρὰ τῷ Κυρίῳ ἐκεῖνοι οἱ γέροντες; ὅτε οὖν ἐπανέστησαν τῇ μακαρίᾳ Σουσάννῃ, μηδενὸς ὑπάρχοντος ἐν τῷ τόπῳ, θέλοντες τὴν ῥᾳθυμίαν ἑαυτῶν ἐκτελέσαι, αὕτη, συμβουλευσαμένη ἐν ἑαυτῇ τῷ λογισμῷ, εὐνούχισεν ἑαυτὴν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄνθρωπος μὲν γὰρ ἄνθρωπον τηρῆσαι οὐ δύναται· οὐδὲ μήτηρ θυγατέρα ἑαυτῆς, οὐδὲ παιδίσκη κυρίαν, ἐὰν μὴ ὁ εὐσεβὴς λογισμὸς φύλαξ γένηται τοῦ ἀνθρώπου. Διὰ τοῦτο, ὦ ἄνερ, εὐνουχίσας σεαυτὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ σὺ, ὦ γύναι, ἔτι ἀσφαλέστερον νοήσασα τὸ ῥητὸν, ἐπισκεψαμένη, δοκίμασον σεαυτὴν λέγουσα τό· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Ὅτε γὰρ Κύριος καὶ Σωτὴρ ἡμῶν ἐσταυρώθη, ὅτε ὁ ἥλιος ἐσκότασεν, καὶ ἡ γῆ ἐσείετο, ὅτε αἱ πέτραι ἐσχίζοντο, καὶ τὰ μνημεῖα ἀνοίγοντο· φόβος συνεῖχε τότε τοὺς μαθητὰς, μὴ εἰδότας τό· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· τότε οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ὁμοθυμαδὸν ἦσαν εἰς κέλλιον κρυπτόμενοι. Μὴ παρὼν δὲ ἐνταῦθα Ἰουδαῖος χλευαζέτω, μηδὲ ἀκούων Ἕλλην γελάτω. Ἐν τούτῳ γὰρ τὴν ἐλπίδα ἔχομεν· διὰ τοῦτο καὶ παῤῥησιαζόμενος λαλῶ. Οὗτος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου, αὐτός ἐστιν ἡ σωτηρία ἡμῶν· ἡ γὰρ τούτου σταύρωσις κάθαρσις ἁμαρτιῶν ἦν. Καὶ ἦν θέαμα μέγα τότε γιγνόμενον, ὅτι, τοῦ σώματος σταυρουμένου, ἡ ἁμαρτία ἔπιπτεν. Εἰ μὴ γὰρ ἦν οὗτος ἐσταυρωμένος ἄχρι τοῦ νῦν, εἴλομεν τοὺς μώλωπας καὶ τὰς ἀσθενείας ἐν τῷ σώματι. Καὶ θεωρῶν ἡμῶν ὁ διάβολος τὸ ἀσθενὲς κατεγαυρία ἡμῶν ἐπανιστάμενος καθ' ἡμῶν. Εἶπε γὰρ ὁ ἐχθρός· Διώξας καταλήψομαι. Διὰ τοῦτο ὁ Κύριος, κατελθὼν, πρὸς οὐδένα ἦλθεν εἰ μὴ πρὸς τὸν διάβολον· ἐκεῖνος γὰρ ἦν ὁ διδοὺς ἡμῖν τὰ τραύματα, καὶ διαφθείρας ἡμᾶς ἐν ταῖς ἀσθενείαις. Διὰ τοῦτό φησι ὁ Κύριος λέγων· Ἰδοὺ ἐγὼ πρὸς σὲ, τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν. Διὰ τοῦτο οὖν φησι· Μὴ γελάτω Ἰουδαῖος, τῶν μαθητῶν κρυπτομένων, καὶ τοῦ σώματος σταυρουμένου. Τοῦ γὰρ σώματος κινουμένου ἐν τῷ σταυρῷ, ὁ Λόγος ἐσκύλευσε τὸν ᾅδην· καὶ οἱ θυρωροὶ τοῦ ᾅδου βλέποντες ἔπτηξαν· καὶ αἱ γυναῖκες ἐρχόμεναι ὄρθρου ἐπὶ τῷ μνήματι ἐν τῷ μνημείῳ κλαίουσαι.
and a lying rich man (Sir. 25:2); do you see that those old men are truly hateful before the Lord? When, therefore, they rose up against the blessed Susanna, no one being in the place, wishing to carry out their own laxity, she, taking counsel within herself by reason, made herself a eunuch for the sake of the kingdom of heaven. For a man cannot guard a man, nor a mother her own daughter, nor a maidservant her mistress, unless pious reason becomes the guardian of the person. On this account, O man, having made yourself a eunuch for the sake of the kingdom of heaven, and you, O woman, having understood the saying even more securely, having examined it, test yourself, saying the words: Awake, O north wind, and come, O south wind; blow through my garden, and let my spices flow (Cant. 4:16). For when our Lord and Saviour was crucified, when the sun darkened, and the earth was shaken, when the rocks were split, and the tombs were opened; fear held the disciples then, not knowing the saying: I will strike the shepherd, and the sheep of the flock will be scattered (Matt. 26:31); then the disciples for fear of the Jews were hiding together in a cell. Let no Jew who is present here scoff, nor let a Greek who hears laugh. For in this we have our hope; on this account I also speak boldly. For this One hanging upon a tree, He Himself is our salvation; for His crucifixion was the cleansing of sins. And there was a great spectacle taking place then, because, while the body was being crucified, sin was falling. For if this One had not been crucified, even until now we would have had the bruises and the infirmities in the body. And the devil, beholding our weakness, exulted over us, rising up against us. For the enemy said: I will pursue, I will overtake (Exod. 15:9). On this account the Lord, having come down, came against no one except against the devil; for it was he who gave us the wounds, and corrupted us in infirmities. On this account the Lord speaks, saying: Behold, I am against you, O corrupted mountain, that corrupts all the earth (Jer. 51:25). On this account, therefore, he says: Let not the Jew laugh when the disciples hide and the body is crucified. For while the body was being moved upon the cross, the Word despoiled Hades; and the gatekeepers of Hades, beholding Him, cowered; and the women coming at dawn to the tomb were weeping in the sepulchre.
3. Τότε οἱ μαθηταὶ τοῦ Κυρίου ἔσω ἐν τῷ κελλίῳ κρυπτόμενοι λεγέτωσαν. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε. διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Τὸ μὲν σῶμα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον ἐξεγειρέσθω, ὁ δὲ Λόγος ἐκ τοῦ νότου ἐρχέσθω. Ἆρ' οὖν ἐν τῷ βοῤῥᾷ ἔκειτο τὸ σῶμα τοῦ Κυρίου; Καὶ γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἦν σταυρωθεὶς ὁ Κύριος, καὶ ἦν ἐκ βοῤῥᾶ τῆς Ἱερουσαλήμ. Διὰ τοῦτο ὁ Δαυῒδ παρατετηρημένως ἔλεγεν· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Διὰ τοῦτο καὶ ἡμεῖς, ὅτε γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ὅπου ἐσταυρώθη ὁ Χριστὸς, καὶ ἦμεν ἑστῶτες ἐν τῇ ἀνατολῇ, καὶ προσευ-
3. Then let the disciples of the Lord, hiding within the cell, say: Awake, O north wind, and come, O south wind; blow through my garden, and let my spices flow. Let the body that lies in the north be raised up, and let the Word come from the south. Did the body of the Lord, then, lie in the north? Indeed, we have been in that place in which the Lord was crucified, and it was to the north of Jerusalem. On this account David observantly said: Mount Sion, the sides of the north, the city of the great King (Ps. 47:3). On this account we also, when we were in that place where Christ was crucified, and were standing in the east, and pray-