τοστῷ ἐννάτῳ· Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐξεγέννησά σε. Τί γὰρ ἂν ἄλλο τις εἴποι γέννημα τοῦ Πατρὸς ἢ τὸν Λόγον καὶ τὴν Σοφίαν αὐτοῦ; Τοῦτον εἰδυῖα ὄντα, ᾧ εἶπεν ὁ Πατήρ· Γενηθήτω φῶς, καὶ στερέωμα, καὶ τὰ πάντα, καὶ αὕτη ἡ βίβλος περιέχει λέγουσα (2)· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
and ninth: From the womb before the morning star I begot Thee (Ps. 109:3). For what else could anyone call the offspring of the Father than His Word and His Wisdom? Knowing this One to be Him to Whom the Father said: Let there be light, and a firmament, and all things (Gen. 1:3, 6), this book also contains the same, saying (2): By the Word of the Lord the heavens were established, and all their power by the spirit of His mouth (Ps. 32:6).
ϛʹ. Καὶ Χριστὸν δὲ αὐτὸν ἐρχόμενον οὐκ ἠγνόησεν· ἀλλὰ καὶ μάλιστα περὶ τούτου λέγει ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ ἵνα μὴ κατὰ φαντασίαν τις ἔρχεσθαι αὐτὸν (εἶναι) νομίσῃ, σημαίνει αὐτὸν ἄνθρωπον γενησόμενον, καὶ τοῦτον εἶναι δι' οὗ τὰ πάντα γέγονε, λέγων ἐν τῷ ὀγδοηκοστῷ ἕκτῳ· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Τοῦτο γὰρ ἴσον ἐστὶ τῷ εἰπεῖν· Καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ὁ Λόγος σὰρξ ἐγένετο. Διὰ τοῦτο καὶ τὸ, ἐκ Παρθένου, γινώσκων οὐκ ἐσιώπησεν, ἀλλ' εὐθὺς ἔμφασίν τινα δίδωσιν ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ, λέγων· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου. Τοῦτο γὰρ πάλιν ὅμοιόν ἐστι τοῦ λεγομένου παρὰ τοῦ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Καὶ γὰρ εἰρηκὼς αὐτὸν Χριστόν, εὐθὺς καὶ τὴν ἀνθρωπίνην γένεσιν ἐκ τῆς Παρθένου ἐδήλωσε, λέγων· Ἄκουσον, θύγατερ. Ἰδὲ ὁ μὲν Γαβριὴλ ἐξ ὀνόματος καλεῖ Μαρίαν, ξένος ὢν αὐτῆς κατὰ τὴν γένεσιν· ὁ δὲ Δαβὶδ ἐκ τοῦ σπέρματος αὐτοῦ τυγχάνουσαν αὐτὴν εἰκότως θυγατέρα προσφωνεῖ ταύτην.
6. Nor was it ignorant that He Himself would come as Christ; rather, it speaks most of all concerning this in the forty-fourth psalm: Thy throne, O God, is for ever and ever; a rod of uprightness is the rod of Thy kingdom. Thou hast loved righteousness, and hast hated iniquity; therefore God, Thy God, has anointed Thee with the oil of gladness above Thy fellows (Ps. 44:7-8). And lest anyone should suppose that He comes (to be) in mere appearance, it signifies that He will become man, and that this is He through Whom all things came into being, saying in the eighty-sixth: Mother Sion shall say: A man, and a man was born in her, and the Most High Himself founded her (Ps. 86:5). For this is equivalent to saying: And the Word was God; all things came into being through Him, and the Word became flesh (John 1:1, 3, 14). For this reason also, knowing His birth from a Virgin, it did not keep silence, but immediately gives a clear indication in the forty-fourth psalm, saying: Hear, O daughter, and see, and incline your ear, and forget your people and your father's house, because the King has desired your beauty (Ps. 44:11-12). For this again is like what is spoken by Gabriel: Hail, favoured one, the Lord is with you (Luke 1:28). For indeed, having called Him Christ, he immediately also made plain His human birth from the Virgin, saying: Hear, O daughter. Behold, Gabriel indeed calls Mary by name, being foreign to her according to race; whereas David, since she happens to be from his own seed, fittingly addresses her as daughter.
ζʹ. Ἄνθρωπον δὲ αὐτὸν εἰρηκυῖα γενησόμενον, ἀκολούθως καὶ παθητὸν αὐτὸν σαρκὶ σημαίνει. Τήν τε ἐπιβουλὴν παρὰ τῶν Ἰουδαίων ὁρῶσα γινομένην, ψάλλει ἐν μὲν τῷ δευτέρῳ ψαλμῷ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· ἐν δὲ τῷ εἰκοστῷ καὶ πρώτῳ τὴν ποιότητα τοῦ θανάτου ἐκ προσώπου τοῦ Σωτῆρός φησιν· Εἰς χοῦν θανάτου κατήγαγές με· ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Τὸ δὲ τὰς χεῖρας καὶ τοὺς πόδας ὀρύττεσθαι, τί ἕτερον ἢ σταυρὸν λέγων σημαίνει; Πάντα ταῦτα διδάσκουσα προστίθησιν, ὅτι μὴ δι' ἑαυτόν, δι' ἡμᾶς δὲ ταῦτα πάσχει ὁ Κύριος. Καί φησιν ἐκ προσώπου πάλιν αὐτοῦ ἐν μὲν τῷ πζʹ· Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου· ἐν δὲ τῷ ἑξηκοστῷ ὀγδόῳ· Ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον. Οὐ γὰρ
7. And having said that He will become man, it consequently also signifies that He is passible in the flesh. And beholding the plot taking place on the part of the Jews, it chants in the second psalm: Why did the nations rage, and the peoples meditate vain things? The kings of the earth stood by, and the rulers gathered together as one against the Lord and against His Christ (Ps. 2:1-2); and in the twenty-first it states the manner of death in the person of the Saviour: Into the dust of death Thou hast brought me down; for many dogs have surrounded me, an assembly of evildoers has enclosed me. They pierced my hands and my feet, they numbered all my bones. And they themselves contemplated and beheld me; they divided my garments among themselves, and upon my clothing they cast lots (Ps. 21:16-19). And in speaking of the hands and the feet being pierced, what else does it signify than the cross? Teaching all these things, it adds that not for His own sake, but for our sake the Lord suffers these things. And it says again in His person in the eighty-seventh: Upon me Thy wrath was fixed fast (Ps. 87:8); and in the sixty-eighth: What I did not seize, I then restored (Ps. 68:5). For not