Migne Reading Room

PG 26 · cols. 797–808 · Read from the page

Tome to the Antiochenes

Tome to the Antiochenes

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:797Read from the page
οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας· ὥστε πάντας πανταχοῦ λοιπὸν λέγειν· «Εἷς Κύριος, μία πίστις.» Τί γὰρ οὕτω «καλὸν,» ὡς ὁ Ὑμνῳδὸς εἶπεν, ἢ τί «τερπνὸν» ἀλλ' ἢ «τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;» Οἶκος δὲ ἡμῶν ἡ Ἐκκλησία· καὶ φρόνημα εἶναι πρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν Κύριον μεθ' ἡμῶν κατοικήσειν λέγοντα· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω,» καὶ, «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ὧδε δὲ ποῦ, ἢ ἔνθα μία πίστις καὶ εὐσέβεια κηρύσσεται;
may leap away from their madness; so that all everywhere may henceforth say: "One Lord, one faith" (Eph. 4:5). For what is so "good," as the Psalmist said, or what so "pleasant," save "for brethren to dwell together in unity?" (Ps. 132:1). Now our house is the Church, and our mind ought to be the same; for thus we believe that the Lord also will dwell with us, Who says: "I will dwell in them and walk among them" (Lev. 26:12; 2 Cor. 6:16), and, "Here will I dwell, for I have chosen it" (Ps. 131:14). And where is "here," save where one faith and piety is proclaimed?
2. Ἐβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸ τῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς Εὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν, μάλιστα δὲ τούτου χάριν ἐλθεῖν, ἵν' ἅμα τὴν ὑμετέραν περιπτυξώμεθα διάθεσιν, καὶ κοινῇ τῆς τοιαύτης ἀπολαύσωμεν εἰρήνης τε καὶ ὁμονοίας· ἐπειδὴ δὲ, καθὼς καὶ ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἐδηλώσαμεν, καὶ δύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν, αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς· ἐλυπήθημεν μὲν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλειτουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ' ἡμῶν πρὸς ὑμᾶς· καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι, καίπερ αὐτοὶ δυνάμενοι σπεύδειν εἰς τὰς παροικίας ἑαυτῶν, προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸν ἕνεκα τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας. Συνθεμένων οὖν αὐτῶν, παρεμυθησάμεθα ἑαυτοὺς, ὅτι, αὐτῶν τε καὶ ὑμῶν ἐκεῖ τυγχανόντων, πάντες ἑαυτοὺς ἡγούμεθα συνεῖναι ὑμῖν.
2. We ourselves, therefore, who are from Egypt, truly wished, together with our beloved brethren Eusebius and Asterius, to come for many reasons, and above all for the sake of this, that we might at the same time embrace your charity and enjoy together such peace and concord; but since, as we also made known in our other letters and as you can learn from the same our fellow ministers, the needs of the Church detain us, we were grieved indeed, yet we requested the same our fellow ministers Eusebius and Asterius to come to you in our stead; and thanks be to their godliness, that although they were able to hasten to their own dioceses, they preferred before all else the journey to you on account of the pressing need of the Church. When they therefore consented, we comforted ourselves, because, since both they and you are present there, we all reckon ourselves to be together with you.
3. Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸς ἡμᾶς, καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους, καὶ τοὺς ἀποτρέχοντας δὲ ἀπὸ τῶν Ἀρειανῶν προσκαλέσασθε παρ' ἑαυτοῖς, καὶ ὡς μὲν πατέρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδεμόνες ἀποδέξασθε, καὶ συνάψαντες αὐτοὺς τοῖς ἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον, μηδὲν πλέον ἀπαιτήσητε παρ' αὐτῶν ἢ ἀναθεματίζειν μὲν τὴν
3. Invite to yourselves, therefore, all who wish to be at peace with us, and especially those who assemble in the Old Church, and those who are running away from the Arians, and receive them as fathers receive sons, and welcome them as teachers and guardians, and uniting them to our beloved ones around Paulinus, demand nothing more from them than to anathematize the
PG 26:800Read from the page
Ἀρειανὴν αἵρεσιν, ὁμολογεῖν δὲ τὴν παρὰ τῶν ἁγίων Πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεματίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾷν ἀπὸ τῆς μυσαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν, τὸ μὴ διαιρεῖν τὴν ἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημεῖν, οὐδὲν πλέον ποιοῦσιν, ἢ τὴν Ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦνται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν. Ἀναθεματιζέσθω δὲ παρὰ πάντων ἡ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως ἀσέβεια, καὶ Οὐαλεντίνου καὶ Βασιλείδου ἡ μανία, καὶ τῶν Μανιχαίων ἡ παραφροσύνη· τούτων γὰρ οὕτω γινομένων, πᾶσα παρὰ πάντων ὑποψία φαύλη περιαιρεθήσεται, καὶ μόνη τῆς καθολικῆς Ἐκκλησίας ἡ πίστις καθαρὰ δειχθήσεται.
Arian heresy, and to confess the faith confessed by the holy Fathers at Nicaea, and to anathematize also those who say that the Holy Spirit is a creature and divided from the essence of Christ. For this is truly to leap away from the abominable heresy of the Arians, not to divide the Holy Trinity, nor to say that anything of It is a creature. For those who pretend indeed to name the faith confessed at Nicaea, yet venture to blaspheme against the Holy Spirit, do nothing more than deny the Arian heresy in words while holding fast to it in thought. And let the impiety of Sabellius and of Paul of Samosata, and the madness of Valentinus and of Basilides, and the frenzy of the Manichaeans be anathematized by all; for when these things are thus done, every evil suspicion on the part of all will be removed, and the faith of the Catholic Church alone will be shown pure.
4. Ὅτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τε καὶ οἱ ἀει μεθ' ἡμῶν τὴν κοινωνίαν ἐσχηκότες, οὐδένα οὔτε ὑμῶν οὔθ' ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα. Ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι, πᾶσι μὲν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγομένοις, καὶ μάλιστα τὸν Κύριον ἐδοξάσαμεν, ὡς ἐπὶ πᾶσι, καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων· παρακαλοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν, καὶ μηδὲν τούτων πλέον, καθὰ προείπομεν, μήτε τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ' ὑμῶν, μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μήτε πλέον τῶν ἐν Νικαίᾳ προβάλλεσθαι.
4. That both we and those who have always held communion with us hold this faith, we suppose neither any of you nor anyone else to be ignorant. And since we rejoice with those who wish to be united, with all indeed, and especially with those who assemble in the Old Church, and have glorified the Lord exceedingly, as over all things, so also over the good purpose of these men, we exhort you that upon these terms concord be established with them, and that, as we said before, nothing more than these be demanded by you from those who assemble in the Old Church, and that those around Paulinus propose nothing else nor anything beyond the decrees of Nicaea.
5. Καὶ τὸ θρυληθὲν γοῦν παρά τινων πιττάκιον, ὡς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ συνταχθὲν περὶ πίστεως, κωλύετε κἂν ὅλως ἀναγινώσκεσθαι ἢ προφέρεσθαι· οὐδὲν γὰρ τοιοῦτον ὥρισεν ἡ σύνοδος. Ἠξίωσαν μὲν γάρ τινες, ὡς ἐνδεοῦς οὔσης τῆς κατὰ Νίκαιαν συνόδου, γράψαι περὶ πίστεως, καὶ ἐπεχείρησάν γε προπετῶς· ἡ δὲ ἁγία σύνοδος ἡ ἐν Σαρδικῇ συναχθεῖσα ἠγανάκτησε, καὶ ὥρισε μηδὲν ἔτι περὶ πίστεως γράφεσθαι, ἀλλ' ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθείσῃ πίστει, διὰ τὸ μηδὲν αὐτῇ λείπειν, ἀλλὰ πλήρη εὐσεβείας εἶναι, καὶ ὅτι μὴ δεῖν δευτέραν ἐκτίθεσθαι πίστιν, ἵνα μὴ ἡ ἐν Νικαίᾳ γραφεῖσα ὡς ἀτελὴς οὖσα νομισθῇ, καὶ πρόφασις δοθῇ τοῖς ἐθέλουσι πολλάκις γράφειν καὶ ὁρίζειν περὶ πίστεως. Ὅθεν κἂν τοῦτό τις, ἢ ἕτερον προβάλληται, παύετε τοὺς τοιούτους, καὶ μᾶλλον εἰ-
5. And the tablet much bruited about by some as having been drawn up concerning the faith in the Synod at Sardica, forbid even to be read or brought forward at all; for the Synod defined nothing of the kind. For some indeed demanded, as though the Synod at Nicaea were defective, to write concerning the faith, and rashly attempted to do so; but the holy Synod assembled at Sardica was indignant, and decreed that nothing further should be written concerning the faith, but that they should be content with the faith confessed at Nicaea by the Fathers, because nothing was lacking to it, but it was full of piety, and that a second faith ought not to be set forth, lest that which was written at Nicaea should be deemed imperfect, and a pretext should be given to those who wish to write and define concerning the faith many times over. Wherefore, even if anyone should put forward this or anything else, stop such persons, and rather persuade them to keep the
Notes, col. 800

On the reading

Printed ἀει, for ἀεὶ.

PG 26:801Read from the page
ρηνεύειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνείδομεν ἐν τούτοις ἢ φιλονεικίαν μόνην. Οὓς γὰρ ἐμέμφοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις, διὰ τὸ ἀγράφους καὶ ὑπόπτους αὐτόθεν εἶναι τὰς λέξεις, ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ Νίκαιαν ὁμολογίας· ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ τὴν φιλονεικίαν, μὴ ἄρ' ὡς οἱ Ἀρειομανῖται λέγουσιν ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλοτριοουσίους τε ἀλλήλων, καὶ ἑκάστην καθ' ἑαυτὴν ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα, καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι· ἢ ὥσπερ διαφόρους οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς, ἢ ἄργυρος, ἢ χαλκὸς, οὕτω καὶ αὐτοὶ λέγωσιν· ἢ ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρχὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω καὶ οὗτοι φρονοῦντες, τρεῖς ὑποστάσεις λέγωσι; Διεβεβαιώσαντο μήτε λέγειν, μήτε πεφρονηκέναι ποτὲ οὕτως. Ἐρωτώντων δὲ ἡμῶν αὐτούς· Πῶς οὖν ταῦτα λέγετε; ἢ διὰ τί δὲ ὅλως τοιαύταις χρῆσθαι λέξεσιν; ἀπεκρίναντο, διὰ τὸ εἰς ἁγίαν Τριάδα πιστεύειν, οὐκ ὀνόματι Τριάδα μόνον, ἀλλ' ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν, Πατέρα τε ἀληθῶς ὄντα καὶ ὑφεστῶτα, καὶ Υἱὸν ἀληθῶς ἐνούσιον ὄντα καὶ ὑφεστῶτα, καὶ Πνεῦμα ἅγιον ὑφεστὼς καὶ ὑπάρχον οἴδαμεν, μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς ἢ τρεῖς ἀρχὰς, μήθ' ὅλως ἀνέχεσθαι τῶν τοῦτο λεγόντων, ἢ φρονούντων· ἀλλ' εἰδέναι ἁγίαν μὲν Τριάδα, μίαν δὲ θεότητα, καὶ μίαν ἀρχὴν, καὶ Υἱὸν μὲν ὁμοούσιον τῷ Πατρὶ, ὡς εἶπον οἱ Πατέρες, τὸ δὲ ἅγιον Πνεῦμα, οὐ κτίσμα, οὐδὲ ξένον, ἀλλ' ἴδιον καὶ ἀδιαίρετον τῆς οὐσίας τοῦ Υἱοῦ καὶ τοῦ Πατρός.
peace; for indeed we perceived nothing more in them than contentiousness alone. For as to those whom some blamed for speaking of three hypostases, on the ground that the expressions are unscriptural and therefore suspicious, we thought fit indeed to require nothing more beyond the confession of Nicaea; nevertheless, on account of the contentiousness, we examined them, whether perhaps, as the Ariomaniacs say, they too speak of hypostases alienated and estranged, and foreign in essence from one another, and each hypostasis divided by itself, as are other creatures and those begotten of men; or just as different essences, such as gold, or silver, or brass, so they also speak; or as other heretics speak of three principles and three gods, so they too, thinking thus, speak of three hypostases? They affirmed that they neither said nor had ever thought thus. And when we asked them, "How then do you say these things, or why do you use such expressions at all?" they answered: "Because we believe in the Holy Trinity, not a Trinity in name only, but truly existing and subsisting, both a Father truly existing and subsisting, and a Son truly substantial and subsisting, and a Holy Spirit subsisting and existing do we know, and that we have neither spoken of three gods or three principles, nor at all tolerate those who say or think this; but we know a Holy Trinity indeed, yet one Godhead, and one principle, and the Son consubstantial with the Father, as the Fathers said, and the Holy Spirit not a creature, nor foreign, but proper to and indivisible from the essence of the Son and of the Father."
6. Ἀποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέξεων, καὶ τὴν ἀπολογίαν, ἀνεκρίναμεν τοὺς αἰτιαθέντας παρὰ τούτων, ὡς λέγοντας μίαν ὑπόστασιν, μὴ ἄρα ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγουσιν ἐπὶ ἀναιρέσει τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ ὡς ἀνουσίου ὄντος τοῦ Υἱοῦ, ἢ ἀνυποστάτου τοῦ ἁγίου Πνεύματος; Οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο μήτε τοῦτο λέγειν, μήτε οὕτω πεφρονηκέναι πώποτε· ἀλλ' ὑπόστασιν μὲν λέγομεν, ἡγούμενοι ταὐτὸν εἶναι εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν· μίαν δὲ φρονοῦμεν, διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, καὶ διὰ τὴν ταυτότητα τῆς φύσεως· μίαν γὰρ θεότητα, καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύομεν, καὶ οὐκ ἄλλην μὲν τὴν τοῦ Πατρὸς, ξένην δὲ τούτου τὴν τοῦ Υἱοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος. Ἀμέλει κἀκεῖ οἱ αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετίθεντο τούτοις· καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν οὐσίαν τὰ ἐκείνων ὥσπερ ἡρμήνευσαν καὶ ὡμολόγουν,
6. Having accepted, then, the interpretation of the expressions and the defence from these men, we examined those who were accused by them of speaking of one hypostasis, whether perhaps, as Sabellius thinks, so they too speak to the abolition of the Son and of the Holy Spirit, as though the Son were unsubstantial, or the Holy Spirit impersonal? And they also affirmed for themselves that they neither said this nor had ever thought thus: "But we say hypostasis, reckoning it the same thing to say hypostasis and essence; and we hold that there is one, because the Son is from the essence of the Father, and because of the identity of nature; for we believe that there is one Godhead, and that the nature of It is one, and not that the Father's is one, while that of the Son and that of the Holy Spirit are foreign to It." Accordingly, there too those who had been accused of speaking of three hypostases agreed with these men; while those who had spoken of one essence, when they had thus explained the words of the others, also confessed them,
PG 26:804Read from the page
καὶ ἀνεθεματίζετο παρ' ἀμφοτέρων τῶν μερῶν Ἄρειός τε ὡς Χριστομάχος, καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς ὡς ἀσεβεῖς, καὶ Οὐαλεντῖνος καὶ Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ ὡς ἐφευρετὴς κακῶν· πάντες τε τῇ τοῦ Θεοῦ χάριτι, καὶ μετὰ τὰς τοιαύτας ἑρμηνείας ὁμοῦ συντίθενται τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ τοῦ λοιποῦ τοῖς ταύτης ἀρκεῖσθαι μᾶλλον καὶ χρᾶσθαι ῥήμασιν.
and by both parties Arius was anathematized as an enemy of Christ, and Sabellius and Paul of Samosata as impious, and Valentinus and Basilides as strangers to the truth, and Manichaeus as an inventor of evils; and all, by the grace of God, even after such explanations, agreed together that the faith confessed by the Fathers at Nicaea is better and more accurate than such expressions, and that henceforth they should rather be content with and use its words.
7. Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ Σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλονεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους κἀκείνους, καὶ ἅπερ ὡμολόγουν οὗτοι, συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας «ἐγένετο ὁ Λόγος Κυρίου,» οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀλλ' αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἔλαβε δούλου μορφὴν, ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγένηται ἄνθρωπος δι' ἡμᾶς, καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὐτῷ, καὶ ζωοποιούμενον ἐκ τῶν νεκρῶν, εἰσάγεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡμολόγουν γὰρ καὶ τοῦτο, ὅτι οὐ σῶμα ἄψυχον, οὐδ' ἀναίσθητον, οὐδ' ἀνόητον εἶχεν ὁ Σωτήρ. Οὐδὲ γὰρ οἷόν τε ἦν, τοῦ Κυρίου δι' ἡμᾶς ἀνθρώπου γενομένου, ἀνόητον εἶναι τὸ σῶμα αὐτοῦ, οὐδὲ σώματος μόνου, ἀλλὰ καὶ ψυχῆς ἐν αὐτῷ τῷ Λόγῳ σωτηρία γέγονεν· Υἱός τε ὢν ἀληθῶς τοῦ Θεοῦ, γέγονε καὶ υἱὸς ἀνθρώπου· καὶ μονογενὴς ὢν Υἱὸς τοῦ Θεοῦ, γέγονεν ὁ αὐτὸς καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Διὸ οὔθ' ἕτερος μὲν ἦν ὁ πρὸ τοῦ Ἀβραὰμ Υἱὸς τοῦ Θεοῦ, ἕτερος δὲ ὁ μετὰ Ἀβραάμ· οὐδ' ἕτερος μὲν ἦν ὁ τὸν Λάζαρον ἐγείρας, ἕτερος δὲ
7. Moreover, concerning the incarnation of the Saviour as well, since some seemed to be at variance with one another about this too, we examined both parties, and what the one party confessed, the other also agreed to: that not as "the Word of the Lord came" (Jer. 1:2) unto the prophets, did He thus also come to dwell in a holy man at the consummation of the ages, but the Word Himself became flesh; and being in the form of God, He took the form of a servant, and from Mary according to the flesh became man for our sakes, and thus completely and wholly the human race, being freed from sin in Him and quickened from the dead, is brought into the kingdom of the heavens. For they confessed this also, that the Saviour had not a body without a soul, nor without perception, nor without intelligence. For neither was it possible, when the Lord had become man for our sakes, that His body should be without intelligence; nor was there salvation of the body only, but of the soul as well, in the Word Himself; and being truly Son of God, He became also son of man; and being the only-begotten Son of God, the Same became also firstborn among many brethren. Wherefore neither was the Son of God before Abraham one, and He after Abraham another; nor was He Who raised Lazarus one, and another
PG 26:805Read from the page
ὁ πυνθανόμενος περὶ αὐτοῦ· ἀλλ' ὁ αὐτὸς ἦν ἀνθρωπίνως μὲν λέγων, «Ποῦ Λάζαρος κεῖται;» θεϊκῶς δὲ τοῦτον ἀνεγείρων· ὁ αὐτὸς δὲ ἦν σωματικῶς μὲν ὡς ἄνθρωπος πτύων, θεϊκῶς δὲ ὡς Υἱὸς τοῦ Θεοῦ ἀνοίγων τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ· καὶ σαρκὶ μὲν πάσχων, ὡς εἶπεν ὁ Πέτρος, θεϊκῶς δὲ ἀνοίγων τὰ μνήματα, καὶ ἀνεγείρων τοὺς νεκρούς. Ἐξ ὧν καὶ πάντα τὰ ἐν τῷ Εὐαγγελίῳ οὕτω νοοῦντες, τὸ αὐτὸ φρονεῖν περὶ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως τοῦ Λόγου διεβεβαιώσαντο.
He Who asked concerning him; but it was the Same Who humanly indeed said, "Where does Lazarus lie?" (John 11:34), and divinely raised him up; and it was the Same Who bodily indeed as man spat, and divinely as Son of God opened the eyes of the man blind from birth; and Who suffered in the flesh, as Peter said (1 Pet. 4:1), and divinely opened the tombs and raised the dead. From which things, understanding all that is in the Gospel in this way, they affirmed that they held the same mind concerning the incarnation and becoming man of the Word.
8. Τούτων τοίνυν οὕτως ὁμολογηθέντων, παρακαλοῦμεν ὑμᾶς τοὺς μὲν οὕτως ὁμολογοῦντας καὶ ἑρμηνεύοντας οὕτω τὰς λέξεις, ἃς λέγουσι, μὴ κατακρίνετε προπετῶς, μηδὲ ἀποβάλλετε, ἀλλὰ μᾶλλον εἰρηνεύοντας καὶ ἀπολογουμένους προσλαμβάνεσθε· τοὺς δὲ μὴ βουλομένους οὕτως ὁμολογεῖν καὶ διερμηνεύειν τὰς λέξεις, τούτους κωλύετε καὶ ἐντρέπετε, ὡς ὑπόπτους τῷ φρονήματι. Τούτων τε μὴ ἀνεχόμενοι συμβουλεύετε κἀκείνοις τοῖς ὀρθῶς ἑρμηνεύουσί τε καὶ φρονοῦσι μηδὲν πλέον ἀλλήλους ἀνακρίνειν μηδὲ λογομαχεῖν ἐπ' οὐδὲν χρήσιμον, μήτε ταῖς τοιαύταις λέξεσι διαμάχεσθαι, ἀλλὰ τῷ φρονήματι τῆς εὐσεβείας συμφωνεῖν. Οἱ γὰρ μὴ οὕτω διανοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν ἀνατροπὴν θολερὰν τὸν πλησίον,» ὡς φθονοῦντες τὴν εἰρήνην καὶ ἀγαπῶντες τὰ σχίσματα. Ἀλλ' ὑμεῖς, ὡς ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι, καὶ οἰκονόμοι τοῦ Κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενίζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προκρίνετε τὴν τοιαύτην εἰρήνην, οὔσης ὑγιαινούσης πίστεως· ἴσως ὁ Κύριος ἐλεήσει ἡμᾶς, καὶ συνάψει τὰ διῃρημένα, καὶ γενομένης μιᾶς ποίμνης, πάλιν πάντες ἕνα ἔχομεν καθηγεμόνα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
8. Since these things, therefore, have been thus confessed, we exhort you not rashly to condemn or reject those who thus confess and thus explain the expressions which they use, but rather to receive them as seeking peace and defending themselves; whereas those who do not wish thus to confess and explain the expressions, forbid and put to shame, as suspicious in their mind. And while not tolerating these, counsel those also who rightly explain and think not to question one another any further, nor to wrangle about words to no profit, nor to contend over such expressions, but to agree in the mind of piety. For those who are not thus minded, but only contend over such petty phrases and seek things beyond what was written at Nicaea, do nothing else than "give their neighbour to drink of murky overthrow" (Hab. 2:15), as envying peace and loving schisms. But do you, as good men and faithful servants and stewards of the Lord, stop and forbid the things that cause stumbling and are strange, and above all else prefer such peace, since the faith is sound; perhaps the Lord will have mercy on us, and will unite what is divided, and when there has come to be one flock, we shall all again have one Leader, our Lord Jesus Christ.
9. Ταῦτα ἡμεῖς μὲν, εἰ καὶ μηδὲν πλέον ἔδει ζητεῖν τῆς ἐν Νικαίᾳ συνόδου, μηδὲ ἀνέχεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην, καὶ ἕνεκα τοῦ μὴ ἀποβάλλειν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν, καὶ ἅπερ ὡμολόγησαν, συντόμως ὑπηγορεύσαμεν, οἱ περιλειφθέντες ἐν τῇ Ἀλεξανδρείᾳ, κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀστερίου καὶ Εὐσεβίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν. Ὑμεῖς δὲ πάλιν κοινῇ ἔνθα καὶ εἰώθατε συνάγεσθαι, ἀνάγνωτε ταῦτα, κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε. Δίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆναι, κἀκεῖ τοὺς βουλομένους καὶ ἀντιποιουμένους τῆς
9. These things we who remained behind in Alexandria, together with our fellow ministers Asterius and Eusebius—for most of us had departed to their own dioceses—even though there was no need to seek anything beyond the Synod at Nicaea or to tolerate words arising from contentiousness, yet for the sake of peace and in order not to reject those who wish to believe rightly, have examined, and have briefly dictated what they confessed. And do you in turn read these things in common where you are accustomed to assemble, and vouchsafe to invite all thither. For it is right that the epistle should be read there first, and that there those who wish and lay claim to
PG 26:808Read from the page
εἰρήνης συνάπτεσθαι· καὶ λοιπὸν συναφθέντων αὐτῶν, ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς, παρούσης τῆς ὑμετέρας χρηστότητος, ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖσθαι, καὶ τὸν Κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἐῤῥῶσθαι ὑμᾶς, καὶ μνημονεύειν ἡμῶν τῷ Κυρίῳ εὔχομαι, Ἐγώ τε Ἀθανάσιος· ὁμοίως τε οἱ ἄλλοι ἐπίσκοποι οἱ συνελθόντες ὑπέγραψαν· καὶ οἱ ἀποσταλέντες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου Σαρδίας νήσου, διάκονοι δύο, Ἑρέννιος, καὶ Ἀγαπητός· παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος, καὶ αὐτοὶ διάκονοι. Παρῆσαν δὲ καί τινες Ἀπολλιναρίου τοῦ ἐπισκόπου μονάζοντες, παρ' αὐτοῦ εἰς τοῦτο πεμφθέντες.
peace should be united; and thereafter, when they have been united, wherever it may please all the peoples, in the presence of your goodness, there the assemblies should be celebrated, and the Lord glorified in common by all. The brethren who are with me salute you. I pray that you may be strong and remember us to the Lord, both I, Athanasius, and likewise the other bishops who assembled subscribed; and also those sent by Lucifer, the bishop of the island of Sardinia, two deacons, Herennius and Agapetus; and by Paulinus, Maximus and Calemerus, themselves also deacons. And there were present also certain monks of Apollinarius the bishop, sent by him for this purpose.
10. Ἔστι δὲ ἕκαστος τῶν προκειμένων ἐπισκόπων, πρὸς οὓς ἡ ἐπιστολὴ ἐγράφη, Εὐσέβιος πόλεως Βιργίλλων τῆς Γαλλίας, Λουκίφερ τῆς Σαρδίας νήσου, Ἀστέριος Πετρῶν τῆς Ἀραβίας, Κυμάτιος Παλτοῦ Κοίλης Συρίας, Ἀνατόλιος Εὐβοίας.
10. And each of the aforesaid bishops to whom the epistle was written is: Eusebius of the city of Vercellae in Gaul, Lucifer of the island of Sardinia, Asterius of Petra in Arabia, Cymatius of Paltus in Coele-Syria, Anatolius of Euboea.
Οἱ δὲ ἐπιστείλαντες ὅ τε πάπας Ἀθανάσιος, καὶ οἱ παρατυχόντες σὺν αὐτῷ ἐν Ἀλεξανδρείᾳ, αὐτός τε Εὐσέβιος καὶ Ἀστέριος· καὶ οἱ λοιποὶ Γάϊος Παρατονίου τῆς ἔγγιστα Λιβύης, Ἀγαθὸς Φραγώνεως καὶ μέρους Ἐλεαρχίας τῆς Αἰγύπτου· Ἀμμώνιος Παχνεμούνεως καὶ τοῦ λοιποῦ μέρους τῆς Ἐλεαρχίας, Ἀγαθοδαίμων Σχεδίας καὶ Μενελαΐτου· Δρακόντιος Ἑρμουπόλεως μικρᾶς, Ἀδέλφιος Ὀνούφεως τῆς Λύχνων, Ἑρμίων Τάνεως, Μάρκος Ζύγρων τῆς ἔγγιστα Λιβύης, Θεόδωρος Ἀθρίβεως, Ἀνδρέας Ἀρσενοΐτου, Παφνούτιος Σάεως, Μάρκος Φίλων, Ζώϊλος Ἄνδρω, Μῆνας Ἀντίφρων.
And those who sent the epistle are Pope Athanasius and those who were present with him in Alexandria, Eusebius himself and Asterius, and the rest: Gaius of Paratonium of Hither Libya, Agathus of Phragonis and part of Elearchia in Egypt, Ammonius of Pachnemunis and the remaining part of Elearchia, Agathodaemon of Schedia and Menelaites, Dracontius of Hermopolis Parva, Adelphius of Onuphis of the Lychni, Hermion of Tanis, Marcus of Zygra of Hither Libya, Theodorus of Athribis, Andreas of the Arsinoite nome, Paphnutius of Sais, Marcus of Philae, Zoilus of Andro, Menas of Antiphrae.
Τούτοις καὶ Εὐσέβιος ὑπέγραψε Ῥωμαϊστὶ, ὧν ἡ ἑρμηνεία·
To these Eusebius also subscribed in Latin, of which the translation is:
Ἐγὼ Εὐσέβιος ἐπίσκοπος κατὰ τὴν ἀκρίβειαν ὑμῶν τὴν παρ' ἑκατέρων τῶν μερῶν ὁμολογηθεῖσαν ἀλλήλοις συντιθεμένων περὶ τῶν ὑποστάσεων, καὶ αὐτὸς συγκατεθέμην· οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς σαρκώσεως τοῦ Σωτῆρος ἡμῶν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ ἄνθρωπος γέγονεν, ἀναλαβὼν πάντα ἄνευ ἁμαρτίας, οἷος ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνέστηκε, κατὰ τὸ τῆς ἐπιστολῆς ὕφος ἐπιστωσάμην. Καὶ ἐπειδὴ ἔξωθεν λέγεται τὸ τῆς Σαρδικῆς πιττάκιον ἕνεκεν τοῦ μὴ παρὰ τὴν ἐν Νικαίᾳ πίστιν δοκεῖν ἐκτίθεσθαι, καὶ ἐγὼ συγκατατίθεμαι, ἵνα μὴ ἡ ἐν Νικαίᾳ πίστις διὰ τούτου ἐκκλείεσθαι δόξῃ, μήτε εἶναι προκομιστέον. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι.
I, Eusebius, bishop, in accordance with your exactness confessed by both parties agreeing with one another concerning the hypostases, have myself also assented; and moreover concerning the incarnation of our Saviour as well, that the Son of God also became man, taking up all things without sin, such as our old man was constituted, I have confirmed according to the tenor of the epistle. And since the tablet of Sardica is ruled out in order that nothing may seem to be set forth beyond the faith at Nicaea, I also consent, so that the faith at Nicaea may not seem to be excluded through it, that it ought not to be brought forward. I pray in the Lord that you may be strong.