PG 26:516Read from the pageλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται. Ἔστι δὲ τοῦτο· Τὸν Λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ. Οὗτός ἐστι πάντων Κύριος. Φασὶ γὰρ, ὡς τοῦ Λόγου διὰ Χριστοῦ λαλήσαντος, ὡς καὶ ἐπὶ τῶν προφητῶν, Τάδε λέγει Κύριος· ἄλλος μὲν ἦν ὁ προφήτης, ἄλλος δὲ ὁ Κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους· Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλ' αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ βεβαιοῖ τοὺς ἀπεκδεχομένους· οὕτω τὸν Λόγον ἀπέστειλεν ὁ Πατὴρ σάρκα γενόμενον, ἵνα δι' ἑαυτοῦ ἄνθρωπος γενόμενος κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει,· Οὗτός ἐστι πάντων Κύριος· Κύριος δὲ πάντων ὁ Λόγος ἐστί.
Peter indeed spoke well, but they themselves interpret ill. And it is this: The Word He sent to the sons of Israel, preaching the good news of peace through Jesus Christ: He is Lord of all (Acts 10:36). For they say that, since the Word spoke through Christ, just as in the case of the prophets, Thus says the Lord, the prophet was one and the Lord another. But against this it is fitting to set by way of comparison what is in the first Epistle to the Corinthians: Awaiting the revelation of our Lord Jesus Christ, Who will also confirm you to the end, blameless in the day of our Lord Jesus Christ (1 Cor. 1:7-8). For just as one Christ does not confirm the day of another Christ, but He Himself in His own day confirms those who await Him; so the Father sent the Word made flesh, so that having become man He might proclaim through Himself. Straightway, at any rate, he adds: He is Lord of all; and the Word is Lord of all.
31. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωσεῖ. Ἰδοὺ τοίνυν ἐνταῦθα, καίπερ ἑνὸς ὄντος τοῦ Μωσέως, ὡς περὶ ἑτέρου Μωσέως αὐτὸς Μωσῆς λέγων ἐστὶ, Καθάπερ ἐνετείλατο Κύριος τῷ Μωσεῖ. Οὕτω τοίνυν καὶ περὶ τοῦ θείου Λόγου, ἐὰν λέγῃ ὁ μακάριος Πέτρος, ἀποσταλέντος τοῖς υἱοῖς Ἰσραὴλ διὰ Ἰησοῦ Χριστοῦ, οὐ χρὴ ἕτερον μὲν τὸν Λόγον, ἕτερον δὲ Χριστὸν νοεῖν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν τὴν πρὸς τὴν θείαν αὐτοῦ καὶ φιλάνθρωπον συγκατάβασίν τε καὶ ἐνανθρώπησιν. Εἰ δὲ καὶ νοοῖτο διχῶς, ἀλλ' οὐχ ὡς τοῦ Λόγου κεχωρισμένου, κατὰ τὸν θεσπέσιον Ἰωάννην, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, εἰρηκότα, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Τὸ ἄρα καλῶς καὶ ὀρθῶς εἰρημένον πρὸς τοῦ μακαρίου Πέτρου, κακῶς καὶ στρεβλῶς νοοῦντες οἱ τοῦ Σαμοσατέως, ἐν τῇ ἀληθείᾳ οὐχ ἵστανται. Χριστὸς γὰρ τὸ συναμφότερον νοεῖται παρὰ τῇ θείᾳ Γραφῇ, ὡς ὅταν λέγῃ, Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Εἰ τοίνυν λέγει ὁ Πέτρος τὸν Λόγον διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τοῖς υἱοῖς Ἰσραὴλ, τοῦτο σημαίνων νοείσθω, τὸν Λόγον σαρκωθέντα τοῖς υἱοῖς Ἰσραὴλ πεφανερῶσθαι, ἵν' ᾖ συνᾴδων τῷ, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο. Εἰ δὲ ἑτέρως
31. And Moses said to Aaron: Approach the altar, and offer your sin-offering and your whole burnt-offering, and make atonement for yourself and for your house; and offer the gifts of the people, and make atonement for them, just as the Lord commanded Moses (Lev. 9:7). Behold, then, here, although Moses is one, Moses himself is speaking as though concerning another Moses: Just as the Lord commanded Moses. Thus, therefore, concerning the divine Word as well, if blessed Peter speaks of Him as sent to the sons of Israel through Jesus Christ, one must not understand the Word to be one and Christ another, but one and the same, on account of the union with His divine and loving condescension and incarnation. And even if He should be conceived of in two ways, yet it is not as though the Word were separated, according to the divinely inspired John, who has said: And the Word became flesh, and dwelt among us (John 1:14). Therefore, because the followers of the Samosatene understand ill and perversely what was well and rightly spoken by blessed Peter, they do not stand in the truth (John 8:44). For Christ is understood as both together in divine Scripture, as when it says: Christ the power of God and the wisdom of God (1 Cor. 1:24). If, therefore, Peter says that the Word was sent through Jesus Christ to the sons of Israel, let him be understood as signifying this: that the Word made flesh was manifested to the sons of Israel, so that he may be in harmony with the saying: And the Word became flesh (John 1:14). But if in another way
Notes, col. 516
On the reading
Printed ἐπάγει,·, for ἐπάγει·.
PG 26:517Read from the pageἐκεῖνο νοοῦσι, καὶ τὸν Λόγον μὲν, καθὼς καὶ ἔστι, θεῖον ὁμολογοῦντες, τὸν πρὸς αὐτοῦ ληφθέντα, ᾧ καὶ ἡνῶσθαι πιστεύεται, ἄνθρωπον ἀπ' αὐτοῦ χωρίζουσι, λέγοντες, διὰ Ἰησοῦ Χριστοῦ αὐτὸν ἀπεστάλθαι, ἑαυτοῖς ἐναντία φθεγγόμενοι οὐ νοοῦσιν. Οἱ γὰρ ἐνταῦθα χωρίζοντες τῆς θείας σαρκώσεως θεῖον νοοῦσι, σμικρύνουσιν ἄρα ἀκούοντες αὐτὸν σάρκα γεγενῆσθαι, καὶ τὰ Ἑλλήνων φρονοῦσιν, ὥσπερ οὖν καὶ φρονοῦσι, τροπὴν τοῦ Λόγου τὴν σάρκωσιν τὴν θείαν ὑπολαμβάνοντες.
they understand that saying, and while confessing the Word to be divine, just as He indeed is, they separate from Him the man assumed by Him, with whom He is also believed to be united, saying that He was sent through Jesus Christ, they do not perceive that they are uttering things contrary to themselves. For those who here separate what they understand as divine from the divine incarnation thereby belittle Him when they hear that He has become flesh, and they think the thoughts of the Greeks, just as they indeed do think, supposing the divine incarnation to be an alteration of the Word.
32. Ἀλλ' οὐκ ἔστι τοῦτο, μὴ γένοιτο! Ὃν τρόπον γὰρ ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, καταποθέντος τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς, καὶ αὐτοζωῆς ὄντος, καθὰ πρὸς τὴν Μάρθαν ὁ Κύριος ἔφη, Ἐγώ εἰμι ἡ ζωή· οὕτω καὶ ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ, διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τὸν Λόγον, τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ ἀκούων τις τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ ἂν νομίσοι μηκέτι οὖν εἶναι Λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται· οὕτω καὶ Λόγον ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ, τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ τὸ πρὸς αὐτὴν τὴν Θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν τὴν ἑνότητα τοῦ θείου Λόγου καὶ ἀνθρώπου δείξειε. Φησὶ γάρ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν Λόγον χωρίζουσι, σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ ἄρα ἀπεστάλη δι' αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ, λέγων· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.
32. But this is not so, far be it! For in the way that John here proclaims the ineffable union, the mortal being swallowed up by life (2 Cor. 5:4), and by Him Who is Life itself, even as the Lord said to Martha, I am the life (John 11:25); so also when blessed Peter says that the Word was sent through Jesus Christ, he signifies the divine union. For just as anyone hearing the saying, The Word became flesh (John 1:14), would not suppose that He therefore is no longer Word, which is absurd, as has been said before; so also, hearing that the Word was conjoined with the flesh, let him understand the divine mystery as one and simple. And more clearly, and beyond the dispute of any reasoning, what was spoken to the Theotokos herself by the archangel would show the unity of the divine Word and man. For he says: The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you; wherefore also the holy thing that is born will be called the Son of God (Luke 1:35). Foolishly, therefore, do the followers of the Samosatene separate the Word, Who has been clearly demonstrated to be united to the man from Mary. He was not, then, sent through him; rather, He sent in him, saying: Go, make disciples of all the nations (Matt. 28:19).
33. Ἔθος δὲ τοῦτο τῇ Γραφῇ ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις ἐκφράζειν. Οὕτω γὰρ καὶ ἐν τοῖς Ἀριθμοῖς τις εὑρήσει· Εἶπε γὰρ, φησὶ, Μωσῆς τῷ Ῥαγουὴλ τῷ Μαδιανίτῃ, γαμβρῷ Μωσῆ. Οὐ γὰρ ἄλλος Μωσῆς ὁ λέγων, καὶ ἄλλος οὗ ἦν γαμβρὸς ὁ Ῥαγουὴλ, ἀλλὰ εἷς ἦν ὁ Μωσῆς. Εἰ γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ σοφία ὁμοίως χρηματίζει καὶ δύναμις, καὶ δεξιὰ, καὶ βραχίων, καὶ ὅσα τοιαῦτα· ἥνωται δὲ φιλανθρώπως ἡμῖν, τὴν ἀπαρχὴν ἡμῶν περιθέμενος, καὶ ταύτῃ ἀνακραθείς· ἄρα αὐτὸς ὁ Λόγος καὶ τὰ λοιπὰ εἰκότως εἴληχεν ὀνόματα. Τὸ γὰρ εἰρηκέναι τὸν Ἰωάννην ἐν ἀρχῇ μὲν
33. Now this is the custom of Scripture, to express its words artlessly and simply. For thus also in Numbers one will find: For Moses, it says, said to Raguel the Midianite, the father-in-law of Moses (Num. 10:29). For the Moses who was speaking was not one, and he whose father-in-law Raguel was, another, but Moses was one. For if the Word of God is likewise styled both Wisdom and Power, and Right Hand, and Arm, and all such things, and has been lovingly united to us, having clothed Himself with our first-fruits and been blended with it, then the Word Himself has reasonably received the remaining names as well. For the fact that John has said that in the beginning
PG 26:520Read from the pageεἶναι τὸν Λόγον, καὶ τοῦτον πρὸς τὸν Θεὸν, καὶ αὐτὸν Θεὸν, καὶ πάντα δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γεγενῆσθαι μηδὲν, πλάσμα τοῦ Θεοῦ Λόγου σαφῶς καὶ τὸν ἄνθρωπον δείκνυσιν ὑπάρχειν. Εἰ τοίνυν, τοῦτον σαθρωθέντα εἰς ἑαυτὸν λαβόμενος, πάλιν ἀνακαινίζει διὰ τῆς βεβαίας αὐτοῦ ἀνανεώσεως πρὸς διαμονὴν ἀτελεύτητον, καὶ διὰ τοῦτο ἑνοῦται εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν· πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν Λόγον ἀπεστάλθαι, καὶ τοῖς λοιποῖς ἀποστόλοις, λέγω δὴ προφήταις, ἀποσταλεῖσι παρ' αὐτοῦ συναριθμεῖν τὸν τῶν ἀποστόλων Κύριον; Πῶς δὲ καὶ κληθείη Χριστὸς ψιλὸς ἄνθρωπος; Ἡνωμένος δὲ τῷ Λόγῳ, εἰκότως χρηματίζοι Χριστὸς, καὶ Υἱὸς Θεοῦ, ἄνωθεν τοῦ προφήτου σαφῶς ἐκβοήσαντος τὴν πατρικὴν ὑπόστασιν περὶ αὐτοῦ, καὶ εἰπόντος· Καὶ ἀποστελῶ τὸν Υἱόν μου τὸν Χριστόν· καὶ ἐν τῷ Ἰορδάνῃ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Ἐκπληρώσας γὰρ τὴν ὑπόσχεσιν, εἰκότως ὑπέδειξεν, ὡς οὗτός ἐστιν, ὃν εἶπεν ἀποστεῖλαι.
the Word was, and that this Word was with God, and was Himself God, and that all things came to be through Him, and without Him nothing came to be (John 1:1-3), clearly shows that man also is a creature formed by God the Word. If, therefore, taking into Himself this man when he had fallen into decay, He renews him again through His sure renewal unto an endless permanence, and on this account unites Himself to him, raising him up to a more divine lot, how is it possible to say that the Word was sent through the man from Mary, and to reckon the Lord of the apostles among the rest of the apostles—I mean the prophets—who were sent by Him? And how could a mere man even be called Christ? Yet, united to the Word, he would reasonably be styled Christ and Son of God, since from of old the prophet clearly proclaimed the paternal substance concerning Him, and said: And I will send My Son, the Christ; and at the Jordan: This is My beloved Son (Matt. 3:17). For having fulfilled the promise, He reasonably pointed out that this is He Whom He had said He would send.
34. Τὸ τοίνυν συναμφότερον νοῶμεν Χριστὸν, Λόγον τὸν θεῖον ἡνωμένον τῷ ἐκ Μαρίας ἐν τῇ Μαρίᾳ. Ἐν γὰρ τῇ ταύτης νηδύϊ ὁ Λόγος ἑαυτῷ τὸν οἶκον διεπλάσατο, ὃν τρόπον ἐξ ἀρχῆς τὸν Ἀδὰμ ἐκ τῆς γῆς· μᾶλλον δὲ θειοτέρως, περὶ οὗ καὶ Σολομών φησι, τὸν Λόγον εἰδὼς καὶ σοφίαν χρηματίζουσαν φανερῶς· Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον· ὃν καὶ ὁ Ἀπόστολος ἑρμηνεύων λέγει, οὗ οἶκός ἐσμεν ἡμεῖς· καὶ ἀλλαχοῦ δὲ ναὸν προσαγορεύει, καθότι πρέπον Θεῷ ἐν ναῷ κατοικεῖν, οὗ καὶ εἰκόνα τὴν ἐκ λίθων τοῖς παλαιοῖς κτίζειν διὰ Σολομῶντος προσέταξεν· ὅθεν τῆς ἀληθείας φανείσης, πέπαυται ἡ εἰκών. Βουληθεῖσι γὰρ τοῖς ἀγνώμοσι τὴν εἰκόνα δεῖξαι ἀλήθειαν, τὴν δὲ ἀληθῆ οἴκησιν, ἣν καὶ ἕνωσιν σαφῶς πιστεύομεν, καθελεῖν, οὐκ ἠπείλησεν· ἀλλ' εἰδὼς, ὡς αὐτοὶ καθ' ἑαυτῶν τολμῶσι, φησὶν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· σαφῶς δεικνὺς ὁ ἡμέτερος Σωτὴρ, ὡς τὰ πρὸς ἀνθρώπων σπουδαζόμενα, αὐτόθεν ἔχει τὴν διάλυσιν. Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες, καὶ ἠγρύπνησαν οἱ φυλάσσοντες. Τὰ τοίνυν τῶν Ἰουδαίων λέλυται· σκιὰ γὰρ ἦν· τὰ δὲ τῆς Ἐκκλησίας ἥδρασται· τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐκείνων ἦν τὸ λέγειν, Πῶς σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; τούτων μαθητὴς ὁ
34. Let us, therefore, understand Christ as both together: the divine Word united in Mary to him who is from Mary. For in her womb the Word fashioned the house for Himself, in the way that from the beginning He formed Adam from the earth; or rather, more divinely, concerning which Solomon also says, knowing clearly that the Word is also styled Wisdom: Wisdom built herself a house (Prov. 9:1); which the Apostle also, interpreting it, speaks of when he says: Whose house we are (Heb. 3:6); and elsewhere he calls it a temple (1 Cor. 3:16), inasmuch as it is fitting for God to dwell in a temple, the image of which, made of stones, He also commanded to be built for the ancients through Solomon; whence, now that the truth has appeared, the image has ceased. For when the senseless wished to show the image to be the truth, and to destroy the true dwelling, which we clearly believe to be the union, He did not threaten them; but knowing that they were venturing against themselves, He says to them: Destroy this temple, and in three days I will raise it up (John 2:19); our Saviour clearly showing that the things zealously pursued by men have their dissolution from within themselves. For unless the Lord build the house and guard the city, in vain have those who build laboured, and those who guard kept watch (Ps. 126:1). The things of the Jews, therefore, have been dissolved, for they were a shadow; whereas the things of the Church stand firm, for she has been founded upon the rock, and the gates of Hades shall not prevail against her (Matt. 16:18). It belonged to those men to say: How do You, being a man, make Yourself God? (John 10:33). Of these men the
PG 26:521Read from the pageΣαμοσατεὺς ὑπάρχει· ὅθεν εἰκότως τὰ παρ' αὐτοῦ τοῖς αὐτοῦ ἀπαγγέλλει. Ἀλλ' ἡμεῖς οὐχ οὕτως ἐμάθομεν τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσαμεν, καὶ παρ' αὐτοῦ ἐδιδάχθημεν, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλαβόντες δὲ τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Χριστὸς τοιγαροῦν τὸ συναμφότερον εὐσεβῶς νοείσθω.
Samosatene is a disciple; whence he reasonably proclaims to his own followers the things that come from him. But we did not so learn Christ, if indeed we have heard Him and were taught by Him, having put off the old man, who is being corrupted according to the desires of deceit, and having taken up the new man, who has been created according to God in righteousness and holiness of truth (Eph. 4:20-24). Let Christ, therefore, be piously understood as both together.
35. Εἰ δὲ καὶ τὸ σῶμα καλεῖ πολλαχοῦ ἡ Γραφὴ Χριστὸν, ὡς ὅταν λέγῃ ὁ μακάριος Πέτρος πρὸς Κορνήλιον, διδάσκων Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ· καὶ πάλιν πρὸς Ἰουδαίους, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς· καὶ πάλιν ὁ μακάριος Παῦλος πρὸς Ἀθηναίους, Ἐν ἀνδρὶ, ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν· ταύτὸν δὲ τῇ χρίσει πολλαχόσε τὴν ἀνάδειξιν καὶ τὴν ἀποστολὴν εὑρίσκομεν· ἐξ ὧν μανθάνειν ἔξεστι τῷ βουλομένῳ, ὡς οὐ διαφωνία τις ἐν τοῖς ῥήμασι τῶν ἁγίων, ἀλλὰ διαφόρως τὴν πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον τοῦ Θεοῦ Λόγου ἕνωσιν γενομένην ὀνομάζουσι· ποτὲ μὲν χρίσιν, ποτὲ δὲ ἀποστολὴν, ἄλλοτε δὲ ἀνάδειξιν. Τὸ τοίνυν λεγόμενον ὑπὸ τοῦ μακαρίου Πέτρου ὀρθὸν, καὶ εἰλικρινῆ τὴν θεότητα τοῦ Μονογενοῦς κηρύσσει, οὐ τὴν ὑπόστασιν χωρίζον τοῦ Θεοῦ Λόγου ἀπὸ τοῦ ἐκ Μαρίας ἀνθρώπου· μὴ γένοιτο! Πῶς γὰρ ὁ ἀκούσας πολλαχῶς τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα; Δι' οὗ καὶ μετὰ τὴν ἀνάστασιν, τὸ αὐτὸ, κεκλεισμένων τῶν θυρῶν, εἰσερχόμενον πρὸς πᾶσαν τῶν ἀποστόλων τὴν ξυνωρίδα, καὶ εἴ τι παρῆν ἐκ τούτου δυσπειθὲς, διαλύσαντα τῷ εἰπεῖν, Ψηλαφήσατέ με, καὶ βλέπετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ οὐκ εἶπε, Τόνδε, ἢ, τὸν ἄνθρωπόν μου, ὃν ἀνείληφα, ἀλλ' ἐμέ. Ὅθεν οὐδεμίαν συγγνώμην εὑρεῖν δυνήσεται ὁ Σαμοσατεὺς, ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου διελεγχθείς· καὶ ἀπ' αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος, καὶ πληροφορῶν ἀπό τε τοῦ φαγεῖν καὶ τὴν ψηλάφησιν ἐπιτρέψαι, ἣ δὴ καὶ γεγένηται. Πάντως γὰρ ὁ διδοὺς τὴν τροφὴν, ἢ οἱ διδόντες ἥψαντο τῶν χειρῶν. Ἐπέδωκαν γὰρ, φησὶν, αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου καὶ φαγὼν ἐνώπιον αὐτῶν, λαβὼν τὰ
35. And even if Scripture in many places calls the body Christ, as when blessed Peter speaks to Cornelius, teaching of Jesus of Nazareth, Whom God anointed with the Holy Spirit (Acts 10:38); and again to the Jews, Jesus of Nazareth, a man attested by God to you (Acts 2:22); and again blessed Paul to the Athenians, By a man Whom He appointed, having furnished assurance to all by raising Him from the dead (Acts 17:31); yet in many places we find the manifestation and the mission to be the same as the anointing; from which anyone who wishes may learn that there is no discord among the words of the saints, but in diverse ways they name the union of God the Word that took place with the man from Mary: sometimes anointing, sometimes mission, and at other times manifestation. What is said by blessed Peter, therefore, is right, and proclaims the pure divinity of the Only-begotten, not separating the hypostasis of God the Word from the man from Mary—far be it! For how could he do so, who in many ways heard the saying, I and the Father are one (John 10:30), and, He who has seen Me has seen the Father (John 14:9)? Wherefore also after the resurrection he saw the same body, when the doors were shut, entering in to the whole company of the apostles, and dispelling whatever disbelief was present on this account by saying: Handle Me and see, because a spirit does not have flesh and bones, just as you behold Me having (Luke 24:39). And He did not say, Handle this man, or, My man whom I have assumed, but Me. Whence the Samosatene will be able to find no pardon, being convicted from so many proofs regarding the union of God the Word; and by God the Word Himself as well, now addressing the inquiry to all, and giving full assurance both from eating and from permitting the handling, which indeed took place. For assuredly either He Who gave the food or those who gave it touched His hands. For they gave Him, it says, a piece of broiled fish and of a honeycomb; and having eaten before them, taking the
Notes, col. 521
On the reading
Printed ταύτὸν, for ταὐτὸν.
PG 26:524Read from the pageἐπίλοιπα, ἀπέδωκεν αὐτοῖς. Ἰδοὺ τοίνυν, εἰ καὶ οὐχ ὡς ὁ Θωμᾶς, ἀλλ' ὅμως δι' ἑτέρας μεθόδου τὴν πληροφορίαν αὐτοῖς παρέσχε ψηλαφηθείς. Εἰ δὲ καὶ τοὺς μώλωπας ἰδεῖν θέλοις, παρὰ Θωμᾶ μάθε· Φέρε γάρ σου, φησὶ, τὴν χεῖρα καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ φέρε τὸν δάκτυλόν σου, καὶ βλέπε τὰς χεῖράς μου. Πλευρὰν ἰδίαν καὶ χεῖρας ὀνομάζων ὁ Θεὸς Λόγος, καὶ ὅλον αὑτὸν ἄνθρωπόν τε καὶ Θεὸν ὁμοῦ, ἄρτι μὲν τοῦ Λόγου καὶ τὴν αἴσθησιν τοῖς ἁγίοις διὰ σώματος, ὡς ἔστι νοεῖν, παρέχοντος τῷ εἰσελθεῖν, τῶν θυρῶν κεκλεισμένων· παρευθὺ δὲ σὺν τῷ σώματι παρεστὼς, καὶ τὴν πληροφορίαν παρέχων. Ταῦτα τοῖς πιστοῖς εἰς βεβαίωσιν, καὶ τοῖς ἀπίστοις εἰς διόρθωσιν εἰρήσθω συμμέτρως.
remainder, He gave it to them (Luke 24:42-43). Behold, therefore, even if not in the same way as Thomas, yet by another method He furnished them with full assurance by being handled. And if you should wish to see the wounds as well, learn from Thomas; for He says: Reach hither your hand and put it into My side, and reach hither your finger and see My hands (John 20:27). Calling the side and the hands His own, God the Word also shows His whole self to be both man and God together: on the one hand, the Word just now furnishing perception of Himself to the saints through the body, as one may understand, by entering when the doors were shut (John 20:19); and on the other hand, straightway standing present with the body and furnishing full assurance. Let these things be said in due measure for confirmation to the faithful, and for correction to the unbelieving.
36. Διορθούσθω τοιγαροῦν καὶ Παῦλος Σαμοσατεὺς, τῆς θείας κατήκοος γεγενημένος φωνῆς, Τὸ σῶμά μου, λέγοντος, καὶ οὐχὶ τὸν Χριστὸν ἕτερον παρ' ἐμὲ τὸν Λόγον, ἀλλὰ σὺν ἐμοὶ αὐτὸν, καὶ ἐμὲ σὺν αὐτῷ. Τὸ γὰρ χρίσμα ἐγὼ ὁ Λόγος, τὸ δὲ χρισθὲν ὑπ' ἐμοῦ ὁ ἄνθρωπος· οὐ χωρὶς οὖν ἐμοῦ Χριστὸς κληθείη ἂν, ἀλλὰ σὺν ἐμοὶ ὢν καὶ ἐμοῦ ἐν αὐτῷ. Τὸ τοίνυν ἀποστολὴν τοῦ Λόγου σημαίνεσθαι ἕνωσιν δηλοῖ τὴν πρὸς τὸν ἐκ Μαρίας Ἰησοῦν, ὅς ἑρμηνεύεται Σωτὴρ, οὐ δι' ἕτερόν τι, ἀλλ' ἢ διὰ τὸ τῷ Θεῷ Λόγῳ ἡνῶσθαι. Ταὐτὸ σημαίνεται τὸ ῥητὸν τοῦτο τῷ, Ὁ πέμψας με Πατὴρ, καὶ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ὁ Πατήρ με ἀπέστειλε. Τὴν γὰρ πρὸς τὸν ἄνθρωπον ἕνωσιν, σὺν ᾧ γνωρισθῆναι ἀνθρώποις ἦν δυνατὸν τὴν ἀόρατον φύσιν διὰ τῆς ὁρωμένης, ἀποστολὴν ὠνόμασεν. Οὐ γὰρ δὴ Θεὸς τόπους ἀμείβει, καθ' ἡμᾶς τοὺς ἐν τόποις κρυπτομένους, τῷ τῆς μικρότητος ἡμῶν σχήματι τῆς ὑπάρξεως τῆς ἐν σαρκὶ ἐπιδεικνύμενος· πῶς γὰρ ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν; Ἀλλὰ τῆς ἐν σαρκὶ παρουσίας ἕνεκα τὴν ἀποστολὴν οἱ δίκαιοι ὠνόμασαν. Εἶτα οὖν καὶ αὐτὸς ὁ Θεὸς Λόγος. Χριστὸς οὖν ὁ ἐκ Μαρίας Θεὸς ἄνθρωπος· οὐχ ἕτερός τις Χριστὸς, ἀλλ' εἷς καὶ ὁ αὐτός· οὗτος πρὸ αἰώνων ἐκ Πατρὸς, οὗτος ἐπ' ἐσχάτων ἐκ τῆς Παρθένου· ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσιν ἁγίαις, ὁρατὸς νυνὶ διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν· ὁρώμενος δὲ, φημὶ, οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπίνου σώματος καὶ ὅλου
36. Let Paul of Samosata, therefore, also be corrected, having become a hearer of the divine voice of Him Who says, My body (Matt. 26:26), and not that the Christ is another beside Me, the Word, but that he is with Me, and I with him. For I, the Word, am the anointing, and that which was anointed by Me is the man; not apart from Me, therefore, could he be called Christ, but being with Me and I in him. That the mission of the Word is signified, therefore, declares the union with Jesus Who is from Mary, Who is interpreted Saviour, for no other reason than because He has been united to God the Word. This saying signifies the same thing as, The Father Who sent Me (John 8:16), and, Of Myself I have not come, but the Father sent Me (John 8:42). For He called the union with the man—together with whom it was possible for the invisible nature to be made known to men through the visible—a mission. For surely God does not change places, like us who are hidden in places, when He displays Himself in the form of our smallness by His existence in the flesh; for how could He Who fills heaven and earth? But on account of His presence in the flesh the righteous named it a mission. And so, then, did God the Word Himself. Christ, therefore, is God and man from Mary; not some other Christ, but one and the same: He before the ages from the Father, He in the last times from the Virgin; invisible formerly even to the holy powers in heaven, visible now on account of the union with the visible man; visible, I say, not by the invisible divinity, but by the operation of the divinity through the human body and the whole
Notes, col. 524
PG 26:525Read from the pageἀνθρώπου, ὃν ἀνεκαίνισε τῇ οἰκειώσει τῇ πρὸς ἑαυτόν. Αὐτῷ τὸ σέβας καὶ ἡ προσκύνησις, ὃς ἦν πρώην, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
man, whom He renewed by appropriation to Himself. To Him be reverence and worship, Who was of old, and is now, and ever, and unto the ages. Amen.
MONITUM IN SEQUENTES SANCTI ATHANASII AD SERAPIONEM EPISTOLAS.
Admonition on the Following Epistles of St Athanasius to Serapion.
I. Quae sequuntur S. Athanasii ad Serapionem Thmuitanum episcopum epistolae, invitante et flagitante ipso Serapione, a sancto Doctore in eremo conscriptae sunt, ut ex prima patet epistola, num. 1 et 33, et quidem post Orationes contra Arianos, ut conjicere est ex his primae epistolae verbis, num. 2 : Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα. Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λόγον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐτοῦ δυσφημοῦσι. Διὸ καὶ οὐ χρὴ πλέον τι πρὸς αὐτοὺς εἰπεῖν· ἀρκεῖ γὰρ τὰ πρὸ τούτων εἰρημένα κατ' αὐτῶν. Itaque Arianorum quidem nequaquam aliena est hujusmodi sententia. Postquam enim semel Dei Verbum negare ausi sunt, merito eadem quoque de ejus Spiritu impie mentiuntur. Quocirca nec plura adversus illos necesse est dicere : nam satis esse debent quae antea contra ipsos dicta sunt. In his itaque epistolis contra quosdam disputat S. Athanasius, qui ab Arianis quidem discesserant, fatebanturque Filium vere Deum esse, sed iidem de Spiritu sancto impie sentiebant, quem nimirum rem creatam esse vellent, et unum ex administris spiritibus, soloque gradu ab angelis differre, ut numero 1 primae epistolae habetur. Unde optime ait Athanasius fictam illorum esse cum Arianis pugnam, at revera eos piae fidei adversari. Utrumque enim errorem propugnabant Ariani, et Filium videlicet et Spiritum rem creatam esse, uti modo vidimus, passimque alibi declarat S. Doctor, verbi gratia, Oratione III contra Arianos, pag. 447, num. 15. Inde autem effectum est ut illi et ab Arianis odio habiti sint, quod Filium nollent rem creatam esse, quemadmodum num. 32 ejusdem primae epistolae narratur, nec ab orthodoxis fuerint admissi, quod Spiritum sanctum negarent Deum vere esse. Tropici porro dicti iidem sunt, uti saepe eos vocat S. Athanasius, ut numeris 10 et 32 primae epistolae, quod nempe sacrae Scripturae loca, quibus in vindicanda sancti Spiritus divinitate utebantur orthodoxi, metaphoris et tropis vellent esse interpretanda. Caeterum hi non iidem videntur esse qui Macedoniani. Illos enim recte de Filio sentire numero 1 et alibi indicatur : at Macedoniani nolebant Filium Patri esse consubstantialem, sed similem duntaxat, ut refert Theodoretus Haereticarum fabularum lib. IV, numero 5, et Historiae ecclesiasticae lib. II, c. 6.
I. The following epistles of St Athanasius to Serapion, Bishop of Thmuis, at the invitation and earnest request of Serapion himself, were written by the holy Doctor in the desert, as is clear from the first epistle, nos. 1 and 33, and indeed after the Orations against the Arians, as may be conjectured from these words of the first epistle, no. 2: Now this thought also is not foreign to the Arians. For having once denied the Word of God, they naturally utter the same blasphemies against His Spirit also. Wherefore there is no need to say anything further to them; for the things said against them before these suffice. Accordingly, a sentiment of this kind is by no means foreign to the Arians. For after they have once dared to deny the Word of God, with good reason they also impiously invent the same falsehoods concerning His Spirit. Wherefore neither is it necessary to say more against them; for the things that have previously been said against them ought to suffice. In these epistles, accordingly, St Athanasius disputes against certain men who had indeed departed from the Arians and confessed that the Son is truly God, yet held impious views concerning the Holy Spirit, wishing Him namely to be a created thing, and one of the ministering spirits, and to differ from the angels in degree alone, as is stated in number 1 of the first epistle. Whence Athanasius excellently says that their conflict with the Arians is feigned, and that in reality they oppose the pious faith. For the Arians maintained both errors, namely that both the Son and the Spirit are a created thing, as we have just seen, and as the holy Doctor declares passim elsewhere, for instance in Oration III against the Arians, page 447, no. 15. And thence it came about that they were both hated by the Arians, because they refused to hold that the Son is a created thing, as is related in no. 32 of the same first epistle, and were not admitted by the orthodox, because they denied that the Holy Spirit is truly God. Moreover, the same men were called Tropici, as St Athanasius often calls them, as in numbers 10 and 32 of the first epistle, doubtless because they wished the passages of sacred Scripture which the orthodox used in vindicating the divinity of the Holy Spirit to be interpreted by metaphors and tropes. For the rest, these men do not seem to be the same as the Macedonians. For that they think rightly concerning the Son is indicated in number 1 and elsewhere; whereas the Macedonians refused to hold that the Son is consubstantial with the Father, but held Him to be like only, as Theodoret relates in Book 4 of the Haereticarum fabularum, number 5, and in Book 2 of the Historia ecclesiastica, ch. 6.
II. Perturbato admodum et praepostero ordine exstant illae epistolae in editis antea operibus S. Athanasii. Nam quae prima esse debet, secunda est ; quae contra secunda debet esse, primum occupat locum. Imo pars secundae epistolae posterior in secundo exstat tomo, cum pars ejusdem prior sit in primo tomo. Similiter pars ultimae epistolae posterior in primo collocata est tomo, pars autem prior in secundo. Sed codicum manuscriptorum ope singulas in proprium restituimus ordinem, prout sequitur. Prima nempe ea est quae incipit, Τὰ γράμματα τῆς σῆς, etc., quam cum nonnulli fratrum cuperent in epitomen redigi, petiit ab Athanasio Serapion, ut id efficere non gravaretur. Haecque causa fuit sancto Doctori secundam ad eumdem scribendi epistolam, cujus initium, Ἐγὼ μὲν ἐνόμιζον, etc. Hujus in priori parte breviter contra Arianos Verbi divinitatem tuetur : in altera autem parte, quam his verbis exorditur, Ἴσως θαυμάσεις, etc., primam contrahit epistolam. Videtur enim omnino non diversas esse epistolas, sed duas duntaxat ejusdem epistolae partes, quas postmodum distinctas veluti epistolas divisere amanuenses. Nec enim posteriorem partem quasi aliam epistolam exorditur : sed se excusat quod, rogatus ut primam de Spiritu sancto epistolam contraheret, prius de Filii divinitate disseruerit. Praeterea secundae epistolae initio se in ea praestitisse scribit quod postularat Serapion, ut scilicet primam, quae paulo fusior videbatur, verbis paucioribus vellet comprehendere : quod cum nonnisi in hac, quam dicimus, secunda parte praestiterit, clarum est ipsam non novam esse epistolam, sed partem tantum secundae epistolae posteriorem. Hinc etiam in plerisque et praestantioribus manuscriptis codicibus, secundae epistolae initio eam primae esse epitomen adnotatur, quod sane veri esset alienum, si pars ejus altera distincta esset epistola.
II. In the previously published works of St Athanasius those epistles stand in a very disturbed and inverted order. For that which ought to be first is second; while on the contrary that which ought to be second occupies the first place. Nay more, the latter part of the second epistle stands in the second volume, whereas the former part of the same is in the first volume. Similarly, the latter part of the last epistle is placed in the first volume, whereas the former part is in the second. But with the help of the manuscript codices we have restored each of them to its proper order, as follows. Namely, the first is that which begins, The letters of thy, etc., and since some of the brethren desired that it should be reduced to an epitome, Serapion asked of Athanasius that he would not be reluctant to do this. And this was the holy Doctor's reason for writing the second epistle to the same man, the beginning of which is, I indeed supposed, etc. In its former part he briefly defends the divinity of the Word against the Arians; while in the other part, which he begins with these words, Perhaps thou wilt wonder, etc., he abridges the first epistle. For it seems altogether that they are not different epistles, but only two parts of the same epistle, which copyists afterwards divided as though into distinct epistles. For he does not begin the latter part as though it were another epistle, but excuses himself because, having been asked to abridge the first epistle on the Holy Spirit, he has first discoursed on the divinity of the Son. Furthermore, at the beginning of the second epistle he writes that he has accomplished in it what Serapion had requested, namely that he would be willing to comprise in fewer words the first, which seemed somewhat diffuse; and since he accomplished this only in this second part of which we speak, it is clear that it is not a new epistle, but only the latter part of the second epistle. Hence also in most and the best manuscript codices it is noted at the beginning of the second epistle that it is an epitome of the first, which would certainly be foreign to the truth if its second part were a distinct epistle.
III. Nec vero soli secundae accidit epistolae ut in duas disjungeretur, sed idem quoque in ultima contigit, quae
III. Nor indeed did it happen to the second epistle alone to be disjoined into two, but the same thing happened also in the last, which