Migne Reading Room

PG 26 · cols. 429–440 · Read from the page

Third Oration against the Arians

Third Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:429Read from the page
ἤδη προσετέθητε· αὐτῶν γὰρ τὸ τοιοῦτον τόλμημα· εἰ δὲ, φοβούμενοι φανερῶς ὀνομασθῆναι Μανιχαῖοι, βιάζεσθε ἑαυτοὺς εἰπεῖν, ὅτι γινώσκων πυνθάνεται· τί ἄτοπον ἢ τί ξένον ὁρῶντες, οὕτω πεπτώκατε, εἰ ὁ Υἱὸς, ἐν ᾧ τότε ἐπυνθάνετο ὁ Θεὸς, ὁ αὐτὸς Υἱὸς καὶ νῦν σάρκα περιβεβλημένος πυνθάνεται τῶν μαθητῶν ὡς ἄνθρωπος; εἰ μὴ ἄρα Μανιχαῖοι γενόμενοι μέμφεσθαι θελήσητε καὶ τὴν τότε γενομένην πρὸς τὸν Ἀδὰμ ἐρώτησιν, ἵνα μόνον καὶ ὑμεῖς νεανιεύησθε ἐν ταῖς κακονοίαις. Καὶ γὰρ ἐν πᾶσιν ἐλεγχόμενοι, τονθορύζετε πάλιν διὰ τὸ εἰρημένον παρὰ τοῦ Λουκᾶ, ὃ καλῶς μὲν εἴρηται, κακῶς δὲ ὑμεῖς διανοεῖσθε. Τί δὲ τοῦτό ἐστιν, ἀναγκαῖον παραθέσθαι, ἵνα καὶ οὕτως αὐτῶν ἡ διεφθαρμένη διάνοια δειχθῇ.
you have already joined yourselves, for such audacity is theirs; but if, fearing to be openly named Manichaeans, you force yourselves to say that He inquires while knowing, seeing what absurdity or what strange thing have you thus fallen, if the Son, in Whom God then inquired, the same Son even now clothed in flesh inquires of the disciples as man? unless indeed, having become Manichaeans, you should wish to find fault also with the question then addressed to Adam (Gen. 3:9), only that you too may act wantonly in your perverse notions. For indeed, being refuted in all things, you mutter again on account of what is said by Luke, which is spoken well, whereas you understand it ill. And what this is, it is necessary to set forth, so that thus also their corrupted mind may be shown.
51. Φησὶ τοίνυν ὁ Λουκᾶς· Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. Τὸ μὲν οὖν ῥητόν ἐστι τοῦτο· ἐπειδὴ δὲ καὶ ἐν τούτῳ προσκόπτουσιν, ἀναγκαῖον πάλιν αὐτοὺς ὡς τοὺς Φαρισαίους καὶ τοὺς Σαδδουκαίους ἐρωτῆσαι, περὶ οὗ φησιν ὁ Λουκᾶς. Ἔστι δὲ οὕτως· Ἰησοῦς Χριστὸς ἄνθρωπός ἐστιν, ὡς οἱ ἄλλοι πάντες ἄνθρωποι, ἢ Θεός ἐστι σάρκα φορῶν; Εἰ μὲν οὖν κοινὸς ἄνθρωπος κατὰ τοὺς ἄλλους ἀνθρώπους καὶ αὐτός ἐστιν, ἔστω πάλιν ὡς ἄνθρωπος προκόπτων. Τοῦτο μέντοι τοῦ Σαμοσατέως ἐστὶ τὸ φρόνημα, ὃ τῇ μὲν δυνάμει καὶ ὑμεῖς φρονεῖτε, τῷ δὲ ὀνόματι μόνον ἀρνεῖσθε διὰ τοὺς ἀνθρώπους. Εἰ δὲ Θεός ἐστι σάρκα φορῶν, ἐπειδὴ καὶ τοῦτό ἐστιν ἀληθῶς, καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ Θεὸς ὢν ἐπὶ γῆς κατῆλθε· ποίαν εἶχε προκοπὴν ὁ ἴσα Θεῷ ὑπάρχων; ἢ ποῦ εἶχεν αὐξάνειν ὁ Υἱὸς ἀεὶ ὢν ἐν τῷ Πατρί; Εἰ γὰρ ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ προκόπτει, τί ἄρα ἐστὶν ἐπέκεινα τοῦ Πατρὸς, ἵν' ἀπὸ τούτου καὶ προκόψῃ; Ἔπειτα ὡς ἐπὶ τοῦ λαβεῖν καὶ δοξασθῆναι τὰ αὐτὰ καλὸν εἰπεῖν· Εἰ ἄνθρωπος γενόμενος προέκοπτε, δῆλόν ἐστιν, ὡς, πρὸ τοῦ γενέσθαι ἄνθρωπος, ἀτελὴς ἦν· καὶ μᾶλλον ἡ σὰρξ αἰτία τῆς τελειώσεως αὐτοῦ γέγονεν, ἢ αὐτὸς τῆς σαρκός. Πάλιν τε εἰ Λόγος ὢν προκόπτει, τί μεῖζον ἔχει γενέσθαι Λόγου καὶ Σοφίας, καὶ Υἱοῦ, καὶ Θεοῦ δυνάμεως; ταῦτα γάρ ἐστιν ὁ Λόγος, ὧν εἴ τις ὡς ἀκτῖνα μετασχεῖν πως δύναιτο, ὁ τοιοῦτος παντέλειος ἐν ἀνθρώποις,
51. Luke says, therefore: And Jesus advanced in wisdom, and stature, and grace before God and men (Luke 2:52). Now the text is this; but since they stumble in this also, it is necessary again to ask them, like the Pharisees and the Sadducees, concerning Whom Luke speaks. And it is thus: Is Jesus Christ a man, like all other men, or is He God bearing flesh? If, therefore, He too is an ordinary man according to other men, let Him again be advancing as man. This, however, is the sentiment of the Samosatene, which in effect you also hold, though in name alone you deny it on account of men. But if He is God bearing flesh, since this He truly is, and the Word became flesh, and being God came down upon earth, what advancement did He have Who exists on an equality with God? Or wherein had the Son to grow, being ever in the Father? For if He Who is ever in the Father advances, what then is beyond the Father, that from this He may also advance? Next, as in the case of receiving and being glorified, it is well to say the same things: If having become man He advanced, it is clear that before becoming man He was imperfect; and the flesh rather became the cause of His perfection, than He of the flesh. And again, if being the Word He advances, what greater thing has He to become than Word and Wisdom, and Son, and Power of God? For the Word is these things, of which if anyone could in some way partake as of a ray, such a man becomes all-perfect among men,
PG 26:432Read from the page
καὶ ἴσος ἀγγέλοις γίνεται. Καὶ γὰρ καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ κυριότητες, καὶ πᾶσαι αἱ δυνάμεις, καὶ θρόνοι, τοῦ Λόγου μετέχοντες, βλέπουσι διαπαντὸς τὸ πρόσωπον τοῦ Πατρὸς αὐτοῦ. Πῶς οὖν ὁ ἄλλοις τὴν τελειότητα παρασχών, αὐτὸς μετ' ἐκείνους προκόπτει; Ἄγγελοι γὰρ καὶ τὴν ἀνθρωπίνην αὐτοῦ γένεσιν διηκόνησαν· καὶ τὸ λεγόμενον παρὰ τοῦ Λουκᾶ μετὰ τὴν διακονίαν τῶν ἀγγέλων εἴρηται. Πῶς οὖν ὅλως κἂν εἰς ἐνθύμησιν ἐλθεῖν ἀνθρώπου δύναται; Ἢ πῶς ἡ Σοφία ἐν σοφίᾳ προέκοπτεν; Ἢ πῶς ὁ ἄλλοις χάριν διδοὺς (καθὼς ὁ Παῦλος, διὰ πάσης ἐπιστολῆς δι' αὐτοῦ δίδοσθαι τὴν χάριν γινώσκων, φησίν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν), αὐτὸς ἐν χάριτι προέκοπτεν; Ἢ γὰρ ψεύδεσθαι τὸν Ἀπόστολον λεγέτωσαν, ἢ μηδὲ Σοφίαν εἶναι τὸν Υἱὸν λέγειν τολμάτωσαν. Ἢ εἰ Σοφία ἐστὶν, ὡς εἶπεν ὁ Σολομὼν, καὶ ὁ Παῦλος ἔγραψε, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· ποίαν ἡ Σοφία προκοπὴν ἐπεδέχετο;
and becomes equal to angels. For indeed angels also, and archangels, and dominions, and all the powers, and thrones, partaking of the Word, behold continually the face of His Father. How then does He Who granted perfection to others Himself advance after them? For angels also ministered to His human birth; and what is spoken by Luke is said after the ministry of the angels. How then can it at all even come into the thought of a man? Or how did Wisdom advance in wisdom? Or how did He Who gives grace to others (even as Paul, knowing through every epistle that grace is given through Him, says: The grace of our Lord Jesus Christ be with you all (2 Thess. 3:18)) Himself advance in grace? For either let them say that the Apostle lies, or let them dare to say that the Son is not even Wisdom. Or if He is Wisdom, as Solomon said, and Paul wrote, Christ the power of God and the wisdom of God (1 Cor. 1:24), what advancement did Wisdom admit of?
52. Ἄνθρωποι μὲν γὰρ, κτίσματα τυγχάνοντες, ἐπεκτείνεσθαί πως καὶ προκόπτειν ἐν ἀρετῇ δύνανται· Ἐνὼχ γοῦν οὕτω μετετέθη· καὶ Μωσῆς αὐξάνων ἐτελειοῦτο· Ἰσαὰκ δὲ προκόπτων ἐγίνετο μέγας· καὶ ὁ Ἀπόστολος ἐπεκτείνεσθαι καθ' ἡμέραν τοῖς ἔμπροσθεν ἔλεγεν· εἶχε γὰρ ἕκαστος ποῦ προκόψει, βλέπων εἰς τὸν ἔμπροσθεν αὐτοῦ βαθμόν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ὁ μόνος ὢν, ποῦ εἶχεν ἐπεκτείνεσθαι; Πάντα γὰρ εἰς αὐτὸν βλέποντα προκόπτει· αὐτὸς δὲ μόνος ὢν, ἐν τῷ μόνῳ Πατρί ἐστιν, ἀφ' οὗ οὐδὲ ἐπεκτείνεται, ἀλλ' ἐν αὐτῷ μένων ἐστὶν ἀεί. Ἀνθρώπων μὲν οὖν ἐστι τὸ προκόπτειν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ἐπεὶ προκόπτειν οὐκ εἶχε, τέλειος ὢν ἐν τῷ Πατρὶ, ἐταπείνωσεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα ἐν τῷ ἐκείνου ταπεινῷ μᾶλλον ἡμεῖς αὐξῆσαι δυνηθῶμεν. Ἡ δὲ αὔξησις ἡμῶν οὐκ ἄλλη τίς ἐστιν ἢ τὸ ἀφίστασθαι μὲν τῶν αἰσθήτῶν, εἰς αὐτὸν δὲ τὸν Λόγον γενέσθαι· ἐπεὶ καὶ τὸ ἐκείνου ταπεινὸν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ λαβεῖν τὴν ἡμετέραν σάρκα. Οὐκ ἄρα ὁ Λόγος ἦν, ᾗ Λόγος ἐστὶν, ὁ προκόπτων, ὁ τέλειος ἐκ τελείου ὢν τοῦ Πατρὸς, ὁ μηδενὸς δεόμενος, ἀλλὰ καὶ τοὺς ἄλλους εἰς προκοπὴν ἀνάγων. Ἀλλὰ ἀνθρωπίνως εἴρηται καὶ ἐνταῦθα τὸ προ-
52. For men indeed, being creatures, are able in some way to stretch forward and advance in virtue; Enoch, at any rate, was thus translated; and Moses, growing, was made perfect; and Isaac, advancing, became great; and the Apostle said that he stretched forward day by day to the things ahead (Phil. 3:13); for each had a point to which he might advance, looking towards the step ahead of him; but the Son of God, Who alone is, whither had He to stretch forward? For all things advance by looking towards Him; whereas He, being alone, is in the only Father, from Whom He does not even stretch forward, but abides in Him ever. To advance, therefore, belongs to men; but the Son of God, since He could not advance, being perfect in the Father, humbled Himself on our behalf, so that in His lowliness we might rather be able to grow. And our growth is nothing else than to depart from sensible things, and to come unto the Word Himself; since His lowliness also is nothing other than the taking of our flesh. It was not, therefore, the Word, in so far as He is Word, Who advanced, Who is perfect from the perfect Father, Who needs nothing, nay, Who even leads others up to advancement. Rather, here also it is spoken after the manner of men, that He ad-
Notes, col. 432

On the reading

Printed αἰσθήτῶν, for αἰσθητῶν.

PG 26:433Read from the page
κόπτειν· ἐπεὶ καὶ τῶν ἀνθρώπων ἐστὶ πάλιν ἡ προκοπή. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς οὕτω μετὰ ἀκριβοῦς τῆς παρατηρήσεως λέγων, τῇ προκοπῇ συνῆψε τὴν ἡλικίαν· Λόγος δὲ καὶ Θεὸς ἡλικίᾳ οὐ μετρεῖται, ἀλλὰ τῶν σωμάτων εἰσὶν αἱ ἡλικίαι. Τοῦ σώματος ἄρα ἐστὶν ἡ προκοπή· αὐτοῦ γὰρ προκόπτοντος, προέκοπτεν ἐν αὐτῷ καὶ ἡ φανέρωσις τῆς θεότητος τοῖς ὁρῶσιν· ὅσῳ δὲ ἡ θεότης ἀπεκαλύπτετο, τοσούτῳ πλεῖον ἡ χάρις ηὔξανεν ὡς ἀνθρώπου παρὰ πᾶσιν ἀνθρώποις. Παιδίον μὲν γὰρ ἐβαστάζετο παῖς δὲ γενόμενος, ἀπέμενεν ἐν τῷ ἱερῷ, καὶ τοὺς ἱερέας ἀνέκρινε περὶ τοῦ νόμου· κατ' ὀλίγον δὲ τοῦ σώματος αὐξάνοντος, καὶ τοῦ Λόγου φανεροῦντος ἑαυτὸν ἐν αὐτῷ, ὁμολογεῖται λοιπὸν παρὰ μὲν Πέτρου πρῶτον, εἶτα καὶ παρὰ πάντων, ὅτι ἀληθῶς Υἱὸς Θεοῦ ἐστιν οὗτος· εἰ καὶ Ἰουδαῖοι οἵ τε παλαιοὶ καὶ οἱ νέοι οὗτοι θέλοντες καμμύουσι τοὺς ὀφθαλμοὺς, ἵνα μὴ βλέπωσιν, ὅτι τὸ, ἐν σοφίᾳ προκόπτειν, οὐκ ἔστι τὴν Σοφίαν αὐτὴν προκόπτειν, ἀλλὰ τὸ ἀνθρώπινον μᾶλλον ἐν αὐτῇ προκόπτειν. Καὶ Ἰησοῦς γὰρ προέκοπτε σοφίᾳ
vanced; since advancement, again, belongs to men. For indeed the Evangelist also, speaking thus with exact observation, joined stature to advancement; whereas the Word and God is not measured by stature, but statures belong to bodies. Of the body, therefore, is the advancement; for as it advanced, there advanced in it also the manifestation of the Godhead to those who beheld; and the more the Godhead was revealed, the more did grace increase as of a man before all men. For as an infant He was carried, and having become a boy, He remained in the temple, and questioned the priests concerning the law; and as the body grew little by little, and the Word manifested Himself in it, He is confessed henceforth first by Peter, and then by all as well, that truly this is the Son of God; even though the Jews, both the ancient ones and these new ones, wilfully close their eyes, lest they see that to advance in wisdom is not for Wisdom Himself to advance, but rather for the human element to advance in Him. For Jesus advanced in wisdom (Luke 2:52)
53. Τίς δέ ἐστιν ἡ λεγομένη προκοπὴ ἢ, καθὰ προεῖπον, ἡ παρὰ τῆς Σοφίας μεταδιδομένη τοῖς ἀνθρώποις θεοποίησις καὶ χάρις, ἐξαφανιζομένης ἐν αὐτοῖς τῆς ἁμαρτίας καὶ τῆς ἐν αὐτοῖς φθορᾶς κατὰ τὴν ὁμοιότητα καὶ συγγένειαν τῆς σαρκὸς τοῦ Λόγου; Οὕτω γὰρ αὐξάνοντος ἐν ἡλικίᾳ τοῦ σώματος, συνεπεδίδοτο ἐν αὐτῷ καὶ ἡ τῆς θεότητος φανέρωσις, καὶ ἐδείκνυτο παρὰ πᾶσιν, ὅτι ναὸς Θεοῦ ἐστι, καὶ Θεὸς ἦν ἐν τῷ σώματι. Ἐὰν δὲ φιλονεικῶσιν, ὅτι Ἰησοῦς ἐκλήθη ὁ Λόγος γενόμενος σὰρξ, καὶ εἰς αὐτὸν ἀναφέρουσι τὸ λεγόμενον, προέκοπτεν· ἀκουέτωσαν, ὅτι οὐδὲ τοῦτο μὲν ἐλαττοῖ τὸ πατρικὸν φῶς· τοῦτο γάρ ἐστιν ὁ Υἱός· δείκνυσι δὲ πάλιν, ὅτι γέγονεν ἄνθρωπος ὁ Λόγος, καὶ ἀληθινὴν ἐφόρεσε σάρκα. Καὶ ὥσπερ εἴπομεν, ὅτι σαρκὶ πέπονθε, καὶ σαρκὶ ἐπείνα, καὶ σαρκὶ ἐκοπίασεν· οὕτω καὶ εἰκότως ἂν λέγοιτο, ὅτι σαρκὶ προέκοπτεν. Οὐδὲ γὰρ οὐδὲ ἔξωθεν ὄντος τοῦ Λόγου ἐγίνετο ἡ προκοπὴ, οἵα ἐστὶν,
53. And what is the advancement spoken of other than, as I said before, the deification and grace imparted by Wisdom to men, sin being obliterated in them and the corruption that is in them according to the likeness and kinship of the flesh of the Word? For thus, as the body grew in stature, the manifestation of the Godhead also increased with it in Him, and it was shown before all that it is a temple of God, and that God was in the body. And if they contend contentiously that the Word having become flesh (John 1:14) was called Jesus, and refer to Him what is said, He advanced, let them hear that neither does this diminish the paternal Light—for this is the Son—but it shows again that the Word has become man, and bore true flesh. And just as we said that in the flesh He suffered, and in the flesh He hungered, and in the flesh He grew weary, so also may it reasonably be said that in the flesh He advanced. For neither did the advancement, such as it is, take place with the Word being outside,
PG 26:436Read from the page
ἣν εἰρήκαμεν. Ἐν αὐτῷ γὰρ ἦν ἡ σὰρξ ἡ προκόπτουσα καὶ αὐτοῦ λέγεται· καὶ τοῦτο ἵνα πάλιν ἡ τῶν ἀνθρώπων προκοπὴ ἄπτωτος διὰ τὸν συνόντα Λόγον διαμείνῃ. Οὔτ' οὖν τοῦ Λόγου ἡ προκοπὴ, οὔτε ἡ σὰρξ ἦν ἡ Σοφία, ἀλλὰ τῆς Σοφίας σῶμα γέγονεν ἡ σάρξ. Διὰ τοῦτο, ὡς προείπομεν, οὐχ ἡ Σοφία, ᾗ Σοφία ἐστὶν, αὐτὴ καθ' ἑαυτὴν προέκοπτεν· ἀλλὰ τὸ ἀνθρώπινον ἐν τῇ Σοφίᾳ προέκοπτεν, ὑπεραναβαῖνον κατ' ὀλίγον τὴν ἀνθρωπίνην φύσιν, καὶ θεοποιούμενον, καὶ ὄργανον αὐτῆς πρὸς τὴν ἐνέργειαν τῆς Θεότητος καὶ τὴν ἔκλαμψιν αὐτῆς γινόμενον καὶ φαινόμενον πᾶσι. Διὸ οὐδὲ εἶπεν, Ὁ Λόγος προέκοπτεν, ἀλλ', Ὁ Ἰησοῦς, ὅπερ ὄνομα γενόμενος ἄνθρωπος ὁ Κύριος ἐκλήθη· ὡς εἶναι τῆς ἀνθρωπίνης φύσεως τὴν προκοπὴν οὕτως ὡς ἐν τοῖς ἔμπροσθεν εἴπομεν.
of which we have spoken. For in Him was the flesh that advanced, and it is called His; and this, in order that again the advancement of men might abide unfailing through the Word Who is with it. Neither, therefore, was the advancement of the Word, nor was the flesh Wisdom, but the flesh became the body of Wisdom. Wherefore, as we said before, it was not Wisdom, in so far as He is Wisdom, that advanced of Himself; but the human element advanced in Wisdom, gradually ascending above human nature, and being deified, and becoming and appearing to all as His instrument for the operation of the Godhead and Its radiance. Wherefore neither did he say, The Word advanced, but, Jesus, by which name the Lord was called when He became man; so that the advancement belongs to the human nature in the way that we have stated in what precedes.
54. Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέγεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιότητα· οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λεγόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι, χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Ἄνω γὰρ καὶ κάτω περιιόντες, καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες, φάσκουσιν· Ἰδοὺ ἔκλαυσε καὶ εἶπε· Νῦν ἡ ψυχή μου τετάρακται· καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον· πῶς οὖν, εἰ ταῦτα εἴρηκε, Θεός ἐστι καὶ Λόγος τοῦ Πατρός; Ναὶ γέγραπται, ὅτι ἔκλαυσεν, ὦ Θεομάχοι, καὶ ὅτι εἶπεν, Ἐταράχθην, καὶ ἐπὶ τοῦ σταυροῦ εἶπεν, Ἐλωΐ, Ἐλωΐ λιμασαβαχθανὶ, ὅ ἐστι, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Καὶ παρεκάλεσε δὲ τοῦ παρελθεῖν τὸ ποτήριον· γέγραπται γὰρ ταῦτα. Ἀλλ' ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι· τὸ αὐτὸ γὰρ ἐφ' ἑκάστου τῶν παρ' ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη. Εἰ μὲν ἄνθρωπος ψιλός ἐστιν ὁ λαλῶν, κλαιέτω καὶ φοβείσθω τὸν θάνατον, ὡς ἄνθρωπος· εἰ δὲ Λόγος ἐστὶν ἐν σαρκὶ (τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον), τίνα Θεὸς ὢν εἶχε φοβεῖσθαι; Ἢ διὰ τί τὸν θάνατον ἐφοβεῖτο ζωὴ ὢν αὐτὸς, καὶ ἄλλους ἐκ τοῦ θανάτου ῥυόμενος; Ἢ πῶς λέγων, Μὴ φοβεῖσθε τὸν ἀποκτείνοντα τὸ σῶμα, αὐτὸς ἐφοβεῖτο; Πῶς δὲ ὁ τῷ Ἀβραὰμ λέγων, Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· καὶ τὸν Μωσῆν παραθαρσύνων κατὰ τοῦ Φα-
54. Therefore, just as, when the flesh advances, He Himself is said to advance because of the proper relationship to the body, so also the things said around the time of His death—to be troubled, to weep—must be taken in the same sense. For going up and down, and as though establishing their heresy again from these things, they say: Behold, He wept and said, Now is My soul troubled (John 12:27); and He besought that the cup might pass away (Matt. 26:39); how then, if He has spoken these things, is He God and the Word of the Father? Yes, it is written that He wept, O fighters against God, and that He said, I was troubled, and upon the cross He said, Eloi, Eloi, limasabachthani, which is, My God, My God, why hast Thou forsaken Me? (Mark 15:34). And He also besought that the cup might pass away; for these things are written. Yet I would wish you to answer again; for it is necessary to retort the same thing against each of the points put forward by you. If he who speaks is a mere man, let him weep and fear death, as a man; but if He is the Word in flesh (for one must not shrink from always saying the same things), whom had He to fear, being God? Or why did He fear death, being Himself life, and rescuing others from death? Or how, when He said, Fear not him who kills the body (Matt. 10:28; Luke 12:4), was He Himself afraid? And how did He Who said to Abraham, Fear not, for I am with you (Gen. 26:24), and Who emboldened Moses against Pha-
PG 26:437Read from the page
ραὼ, καὶ τῷ τοῦ Ναυῆ λέγων, Ἴσχυε καὶ ἀνδρίζου, αὐτὸς ἐδειλία τὸν Ἡρώδην καὶ τὸν Πιλᾶτον; Εἶτα, ἄλλοις γινόμενος βοηθὸς εἰς τὸ μὴ φοβεῖσθαι (Κύριος γὰρ, φησὶν, ἐμοὶ βοηθός· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος), αὐτὸς ἡγεμόνας θνητοὺς ἀνθρώπους ἐφοβεῖτο; αὐτὸς ἐλθὼν κατὰ τοῦ θανάτου, ἐδειλία τὸν θάνατον; Πῶς δὲ οὐκ ἄτοπον καὶ δυσσεβὲς, λέγειν τοῦτον δειλιᾷν τὸν θάνατον ἢ τὸν ᾅδην, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου βλέποντες ἔπτηξαν; Εἰ δὲ καθ' ὑμᾶς ἐδειλία ὁ Λόγος, διὰ τί πρὸ πολλοῦ λέγων περὶ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων οὐκ ἔφευγεν, ἀλλὰ καὶ ζητούμενος ἔλεγεν· Ἐγώ εἰμι; Καὶ γὰρ ἠδύνατο μὴ ἀποθανεῖν, ὡς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ.
raoh, and Who said to the son of Nun, Be strong and play the man (Josh. 1:6), Himself cower before Herod and Pilate? Next, becoming a helper to others so that they might not fear (for The Lord, it says, is my helper; I will not fear what man shall do to me (Ps. 117:6)), did He Himself fear mortal men who were governors? Having come Himself against death, did He cower before death? And how is it not absurd and impious to say that He cowered before death or Hades, seeing Whom the gatekeepers of Hades crouched in terror? And if according to you the Word cowered, why, when speaking long beforehand about the plot of the Jews, did He not flee, but even when sought for said, I am He (John 18:5)? For indeed He was able not to die, as He said: I have authority to lay down My soul, and I have authority to take it again; and, No one takes it from Me (John 10:18).
55. Ἀλλ' οὐκ ἦν ἴδια φύσει τοῦ Λόγου ταῦτα, ᾗ Λόγος ἦν· ἐν δὲ τῇ τοιαῦτα πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, ὦ Χριστομάχοι καὶ ἀχάριστοι Ἰουδαῖοι. Καὶ γὰρ οὐκ εἴρηται ταῦτα πρὸ τῆς σαρκός· ἀλλ' ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, καὶ γέγονεν ἄνθρωπος, τὸ τηνικαῦτα καὶ ἀνθρωπίνως εἰρῆσθαι γέγραπται ταῦτα. Ἀμέλει, περὶ οὗ γέγραπται ταῦτα, αὐτὸς ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ οἶνον πεποίηκε, καὶ τῷ ἐκ γενετῆς τυφλῷ ἐχαρίσατο τὸ βλέπειν, καὶ εἶπεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Εἴπερ οὖν ἐκ τῶν ἀνθρωπίνων προφασίζονται ταπεινὰ νοεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· μᾶλλον δὲ ἄνθρωπον αὐτὸν ὅλον ἐκ γῆς, καὶ οὐκ ἐξ οὐρανοῦ νομίζουσι· διὰ τί μὴ καὶ ἐκ τῶν θεϊκῶν ἔργων ἐπιγινώσκουσι τὸν ἐν τῷ Πατρὶ Λόγον, καὶ λοιπὸν ἀρνοῦνται τὴν ἰδίαν ἀσέβειαν; Ἔξεστι γὰρ αὐτοὺς ὁρᾷν, πῶς ὁ τὰ ἔργα ποιῶν ὁ αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα παθητὸν δεικνὺς ἐν τῷ ἀφιέναι κλαίειν καὶ πεινᾷν αὐτὸν, καὶ τὰ ἴδια τοῦ σώματος ἐν αὐτῷ φαίνεσθαι. Ἐκ μὲν γὰρ τῶν τοιούτων ἐγνώριζεν, ὅτι,
55. But these things were not proper by nature to the Word, in so far as He was Word; rather, the Word was in the flesh that suffered such things, O fighters against Christ and ungrateful Jews. For indeed these things were not spoken before the flesh; but when the Word became flesh, and became man, then also it is written that these things were spoken after the manner of men. Assuredly, He concerning Whom these things are written Himself raised Lazarus from the dead, and made the water wine, and granted sight to the man blind from birth, and said: I and the Father are one (John 10:30). If, therefore, from the human things they make a pretext for thinking lowly things concerning the Son of God—or rather suppose Him to be a man wholly from earth, and not from heaven—why do they not also from the divine works recognize the Word Who is in the Father, and henceforth renounce their own impiety? For it is possible for them to see how He Who does the works is the same One Who also shows the body to be passible by permitting Himself to weep and to hunger, and the properties of the body to appear in Him. For from such things He made known that,
PG 26:440Read from the page
Θεὸς ὢν ἀπαθὴς, σάρκα παθητὴν ἔλαβεν· ἐκ δὲ τῶν ἔργων ἐδείκνυεν ἑαυτὸν Λόγον ὄντα τοῦ Θεοῦ, καὶ ὕστερον γενόμενον ἄνθρωπον, λέγων· Κἂν ἐμοὶ μὴ πιστεύητε, βλέποντες ἀνθρώπινόν με περιβεβλημένον σῶμα, ἀλλὰ κἂν τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Πάνυ δέ μοι δοκοῦσιν ἀναισχυντίαν ἐσχηκέναι καὶ βλασφημίαν οἱ Χριστομάχοι. Ἀκούοντες μὲν γὰρ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, βιάζονται τὴν διάνοιαν παρεξηγεῖσθαι, καὶ διαιρεῖν τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀκούοντες δὲ, ὅτι ἔκλαυσεν, ἵδρωσε, πέπονθεν, οὐκ ἐνορῶσι τῷ σώματι, ἀλλ' ἐκ τούτων τῇ κτίσει συναριθμοῦσι τὸν δι' οὗ γέγονεν ἡ κτίσις. Τί οὖν ἔτι λοιπὸν καὶ οὗτοι τῶν Ἰουδαίων διαφέρουσιν; Ὡς γὰρ ἐκεῖνοι τὰ τοῦ Θεοῦ ἔργα τῷ Βεελζεβοὺλ ἐλογίζοντο βλασφημοῦντες· οὕτω καὶ οὗτοι, τὸν ταῦτα ἐργασάμενον Κύριον τοῖς κτίσμασι συναριθμοῦντες, τὴν αὐτὴν ἐκείνοις ἀσύγγνωστον ὑποίσονται καταδίκην.
while being impassible God, He took passible flesh; and from the works He showed Himself to be the Word of God, Who afterwards became man, saying: Even if you do not believe Me, beholding Me clothed in a human body, yet believe the works, so that you may know that I am in the Father, and the Father in Me (John 10:38). The fighters against Christ seem to me to have acquired utter shamelessness and blasphemy. For when they hear, I and the Father are one (John 10:30), they force themselves to misinterpret the sense, and to divide the unity of the Father and the Son; whereas when they hear that He wept, sweated, suffered, they do not look to the body, but from these things they number together with the creation Him through Whom the creation came to be. Wherein then do these men any longer differ from the Jews? For just as those men blasphemously reckoned the works of God to Beelzebul, so these men also, numbering the Lord Who wrought these things together with the creatures, will undergo the same unpardonable condemnation as they.
56. Ἔδει δὲ ἀκούοντας μὲν αὐτοὺς, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, μίαν ὁρᾷν τὴν θεότητα καὶ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός· ἀκούοντας δὲ τὸ, ἔκλαυσε, καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν, μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχουσι τὴν ἀφορμὴν εὔλογον, ὅτι τὰ μὲν ὡς περὶ Θεοῦ γέγραπται, τὰ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. Οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἂν ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἦν καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. Εἴ τε τοίνυν ἔκλαυσε, καὶ ἐταράχθη, οὐκ ἦν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ὁ κλαίων καὶ ταρασσόμενος, ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο· εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον, οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος, καὶ τὸ λέγειν· Ἵνα τί με ἐγκατέλιπες; ὡς αὐτοῦ μέντοι πάλιν, κατὰ τὰ ἐν τοῖς ἔμπροσθεν εἰρημένα, καίτοι μηδὲν πάσχοντος, ἀπαθὴς γὰρ ἦν ὁ Λόγος, εἰρήκασιν ὅμως οἱ εὐαγγελισταὶ ταῦτα· ἐπεὶ καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος, καὶ ὡς παρὰ ἀνθρώπου γίνεται καὶ λέγεται ταῦτα, ἵνα καὶ, ταῦτα τὰ
56. Yet when they heard, I and the Father are one, they ought to have seen the one Godhead and the property of the essence of the Father; and when they heard, He wept, and the like, to say that these things are proper to the body, especially since in each of these they have a reasonable ground, because the former are written as concerning God, whereas the latter are said on account of His human body. For the things of the body would not have taken place in One incorporeal, had He not taken a corruptible and mortal body; for holy Mary, from whom also the body was, was mortal. Wherefore of necessity also, when He had come to be in a suffering, and weeping, and toiling body, these things too, which are proper to the flesh, are said of Him together with the body. Whether, therefore, He wept and was troubled, it was not the Word, in so far as He is Word, Who wept and was troubled, but this was proper to the flesh; and if He also besought that the cup might pass away, it was not the Godhead that cowered, but this affection also was proper to the humanity, as was the saying: Why hast Thou forsaken Me? (Mark 15:34); nevertheless, as being His again, according to what has been said in what precedes, although He suffered nothing—for the Word was impassible—the Evangelists have nonetheless spoken these things; since the Lord also became man, and these things are done and spoken as from a man, in order that He Himself, having lightened these