Migne Reading Room

PG 26 · cols. 381–392 · Read from the page

Third Oration against the Arians

Third Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:381Read from the page
παραπλήσια τότε μὲν Ἰουδαῖοι βλέποντες ἐγόγγυζον, νῦν δὲ ἀναγινώσκοντες οἱ Ἀρειομανῖται ἀπιστοῦσι, καὶ εἰς βλασφημίας ἐκπεπτώκασιν. Εἴ τις οὖν ἐκ παραλλήλου τὰ τούτων κἀκείνων ἐξετάζοι ῥήματα, εὑρήσει πάντως εἰς τὴν αὐτὴν αὐτοὺς συναντῶντας ἀπιστίαν, καὶ ἴσην αὐτῶν τὴν τῆς ἀσεβείας τόλμαν, καὶ κοινὴν αὐτῶν οὖσαν τὴν πρὸς ἡμᾶς μάχην. Ἰουδαῖοι μὲν γὰρ ἔλεγον· Πῶς, ἄνθρωπος ὢν, δύναται Θεὸς εἶναι; Ἀρειανοὶ δέ. Εἰ Θεὸς ἦν ἀληθινὸς ἐκ τοῦ Θεοῦ, πῶς ἠδύνατο ἄνθρωπος γενέσθαι; Καὶ Ἰουδαῖοι μὲν ἐσκανδαλίζοντο, καὶ ἐχλεύαζον λέγοντες· Οὐκ ἂν οὗτος, ει ἦν Υἱὸς τοῦ Θεοῦ, ὑπέμεινε σταυρόν· Ἀρειανοὶ δὲ εἰς τὸ κατ' ἀντικρὺ στήκοντες αὐτῶν, φάσκουσιν ἡμῖν· Πῶς τολμᾶτε λέγειν Λόγον ἴδιον εἶναι τῆς τοῦ Πατρὸς οὐσίας τὸν ἔχοντα σῶμα, ὥστε τοῦτο ὑπομεῖναι; Εἶτα τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν Κύριον, ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, καὶ ἴσον ἑαυτὸν ἐποίει, ἐργαζόμενος ἃ ἐργάζεται ὁ Πατὴρ, ἔμαθον οἱ Ἀρειανοὶ λέγειν καὶ αὐτοὶ, ὅτι οὔτε ἴσος τῷ Θεῷ ἐστιν, οὔτε Πατὴρ ἴδιός ἐστι καὶ φύσει τοῦ Λόγου ὁ Θεός· ἀλλὰ καὶ τοὺς ταῦτα φρονοῦντας ζητοῦσιν ἀποκτεῖναι. Πάλιν τε τῶν Ἰουδαίων λεγόντων· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, καὶ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; οἱ Ἀρειανοὶ καὶ αὐτοὶ ἐπακούουσιν ἐξ ἴσου λέγοντες· Πῶς δύναται Λόγος εἶναι ἢ Θεὸς ὁ κοιμώμενος ὡς ἄνθρωπος, καὶ κλαίων, καὶ πυνθανόμενος; Ἀμφότεροι γὰρ ἐκ τῶν ἀνθρωπίνων, ὧν ὑπέμεινεν ὁ Σωτὴρ δι' ἣν εἶχε σάρκα, ἀρνοῦνται τὴν ἀϊδιότητα καὶ θεότητα τοῦ Λόγου.
similar the Jews at that time murmured when they saw, and now the Arian madmen disbelieve when they read, and have fallen away into blasphemies. If anyone therefore should examine side by side the words of these and of those, he will altogether find them meeting in the same unbelief, and the audacity of their impiety equal, and their warfare against us common. For the Jews indeed said: How, being a man, can He be God? And the Arians: If He were true God from God, how could He become man? And the Jews indeed were offended, and mocked, saying: This man, if He were Son of God, would not have endured the cross; and the Arians standing over against them declare to us: How dare ye say that He Who has a body, so as to endure this, is the Word proper to the Father's essence? Then, whereas the Jews sought to kill the Lord, because He said that God was His own Father, and made Himself equal, working the things which the Father works (John 5:17-18), the Arians also have learned for themselves to say that neither is He equal to God, nor is God the proper and natural Father of the Word; nay, they even seek to kill those who think these things. And again, when the Jews say: Is not this the son of Joseph, whose father and mother we know? How then does He say: Before Abraham was, I am, and I have come down from heaven (John 6:42; 8:58)? the Arians themselves also chime in equally, saying: How can He Who sleeps as a man, and weeps, and inquires, be the Word or God? For both of them, from the human things which the Saviour endured on account of the flesh which He had, deny the eternity and deity of the Word.
28. Ἰουδαϊκῆς τοίνυν οὔσης, καὶ Ἰουδαϊκῆς τῆς ἐκ τοῦ προδότου Ἰούδα τῆς τοιαύτης παρανοίας, ἢ ἐκ φανεροῦ πάλιν ὁμολογείτωσαν ἑαυτοὺς τοῦ Καϊάφα καὶ Ἡρώδου μαθητὰς εἶναι, μὴ σκέποντες τὸν Ἰουδαϊσμὸν τῷ τοῦ Χριστιανισμοῦ ὀνόματι, καὶ ἀρνείσθωσαν τέλεον, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, τὴν τοῦ Σωτῆρος ἔνσαρκον παρουσίαν· τοῦτο
28. Since therefore such madness is Jewish, and Jewish from the traitor Judas, either let them openly again confess themselves to be disciples of Caiaphas and Herod, not cloaking Judaism with the name of Christianity, and let them utterly deny, even as we have said in what precedes, the incarnate presence of the Saviour; for this
Notes, col. 381

On the reading

Printed ει, for εἰ.

PG 26:384Read from the page
γὰρ τῆς αιρέσεως αὐτῶν οἰκεῖον τὸ φρόνημα· ἢ εἰ δεδοίκασιν Ἰουδαΐζειν ἐκ φανεροῦ, καὶ περιτέμνεσθαι, διὰ τὴν πρὸς Κωνστάντιον ἀρέσκειαν καὶ τοὺς ἀπατηθέντας παρ' αὐτῶν, μηδὲ λεγέτωσαν τὰ τῶν Ἰουδαίων· δίκαιον γὰρ ὧν τὰ ὀνόματα παραιτοῦνται, τούτων ἀποστρέφεσθαι καὶ τὸ φρόνημα. Χριστιανοὶ γάρ ἐσμεν, ὦ Ἀρειανοὶ, Χριστιανοί ἐσμεν ἡμεῖς· ἡμῶν τε ἴδιον καλῶς τὰ Εὐαγγέλια νοεῖν περὶ τοῦ Σωτῆρος, καὶ μήτε μετὰ Ἰουδαίων λιθάζειν αὐτὸν, ἐὰν περὶ τῆς θεότητος καὶ τῆς ἀϊδιότητος ἀκούωμεν αὐτοῦ, μήτε μεθ' ὑμῶν σκανδαλίζεσθαι, ἐφ' οἷς ἂν, ὡς ἄνθρωπος, ὑπὲρ ἡμῶν ταπεινοῖς φθέγγοιτο ῥήματιν. Εἰ θέλετε γοῦν καὶ ὑμεῖς γενέσθαι Χριστιανοὶ, ἀπόθεσθε τὴν Ἀρείου μανίαν, τήν τε ἀκοὴν ὑμῶν τὴν ῥυπωθεῖσαν ἀπὸ τῶν βλασφήμων ῥημάτων ἀπονίψασθε τοῖς τῆς εὐσεβείας λόγοις· γινώσκοντες, ὡς παυόμενοι τοῦ εἶναι Ἀρειανοὶ, παύσεσθε καὶ τῆς τῶν νῦν Ἰουδαίων κακοφροσύνης, εὐθύς τε ὡς ἀπὸ σκότους ἡ ἀλήθεια ὑμῖν λάμψει· καὶ οὐκέτι μὲν ἡμῖν ὀνειδίσετε, ὡς δύο ἀΐδια λέγουσιν, ἐπιγνώσεσθε δὲ καὶ ὑμεῖς, ὅτι τε ἀληθινὸς καὶ φύσει Υἱός ἐστι τοῦ Θεοῦ ὁ Κύριος, καὶ οὐχ ἁπλῶς ἀΐδιος, ἀλλὰ τῇ τοῦ Πατρὸς ἀϊδιότητι συνὼν γινώσκεται. Ἔστι γὰρ λεγόμενα ἀΐδια, ὧν αὐτὸς δημιουργός ἐστιν· ἐν γὰρ τῷ κγʹ ψαλμῷ γέγραπται· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αιώνιοι. Δῆλον δέ ἐστιν, ὅτι δι' αὐτοῦ καὶ ταῦτα γέγονεν· εἰ δὲ καὶ τῶν αἰωνίων αὐτός ἐστι δημιουργὸς, τίς ἡμῶν ἔτι λοιπὸν ἀμφιβάλλειν δυνήσεται, ὅτι καὶ τούτων τῶν ἀϊδίων ἀνώτερός ἐστι; Καὶ οὐ τοσοῦτον ἐκ τοῦ ἀϊδίου γνωρίζεται Κύριος, ὅσον ὅτι Υἱός ἐστι τοῦ Θεοῦ· Υἱὸς γὰρ ὢν, ἀχώριστός ἐστι τοῦ Πατρὸς, καὶ οὐκ ἦν ὅτε οὐκ ἦν, ἀλλ' ἀεὶ ἦν· καὶ εἰκὼν καὶ ἀπαύγασμα ὢν τοῦ Πατρὸς, ἔχει καὶ τὴν ἀϊδιότητα τοῦ Πατρός. Ὅπως μὲν οὖν ἠλέγχθησαν κακῶς νοοῦντες ἃ προεφασίζοντο ῥητὰ, δυνατόν πως ἐκ τῶν ἔμπροσθεν δι' ὀλίγων εἰρημένων καταμαθεῖν· ὅτι δὲ καὶ ἐν οἷς πάλιν προφασίζονται νῦν ἐκ τῶν Εὐαγγελίων, γνωρίζονται σαθρὰν ἔχοντες τὴν διάνοιαν, ῥᾴδιόν ἐστι συνιδεῖν, ἐὰν μάλιστα
is the mindset proper to their heresy; or if they fear to Judaize openly, and to be circumcised, on account of pleasing Constantius and those deceived by them, let them not even speak the things of the Jews; for it is just to turn away also from the mindset of those whose names they decline. For we are Christians, O Arians, Christians are we; and it is proper to us to understand well the Gospels concerning the Saviour, and neither with Jews to stone Him, if we hear Him concerning His deity and eternity, nor with you to be offended at whatever humble words, as a man, He may utter on our behalf. If therefore ye also wish to become Christians, put away the madness of Arius, and wash away your hearing, defiled by blasphemous words, with the words of piety; knowing that in ceasing to be Arians, ye will cease also from the malice of the present Jews, and straightway as from darkness the truth will shine upon you; and ye will no longer reproach us as saying two eternals, and ye yourselves also will recognize both that the Lord is the true and natural Son of God, and is known not simply as eternal, but as coexisting with the Father's eternity. For there are things called eternal, of which He Himself is Creator; for in the twenty-third Psalm it is written: Lift up your gates, ye princes, and be ye lifted up, ye everlasting gates (Ps. 23:7). And it is manifest that through Him these things also came to be; and if He Himself is Creator even of the everlasting things, who of us will any longer be able to doubt that He is superior even to these eternal things? And the Lord is recognized not so much from the eternal, as because He is Son of God; for being Son, He is inseparable from the Father, and there was not when He was not, but He always was; and being the image and radiance of the Father, He has also the eternity of the Father. How indeed, then, they were convicted of understanding ill the passages which they alleged as pretexts, it is possible in some way to learn thoroughly from what has been briefly said before; and that in the things also which they again now allege as pretexts from the Gospels, they are recognized as having an unsound mind, it is easy to perceive, especially if
Notes, col. 384

On the reading

Printed αιρέσεως, for αἱρέσεως.

Printed ῥήματιν, for ῥήμασιν.

Printed αιώνιοι, for αἰώνιοι.

PG 26:385Read from the page
καὶ νῦν τὸν σκοπὸν τῆς καθ' ἡμᾶς τοὺς Χριστιανοὺς πίστεως λάβωμεν, καὶ τούτῳ ὥσπερ κανόνι χρησάμενοι, προσέχωμεν, ὡς εἶπεν ὁ Ἀπόστολος, τῇ ἀναγνώσει τῆς θεοπνεύστου Γραφῆς. Οἱ γὰρ χριστομάχοι, τοῦτον ἀγνοήσαντες, ἐπλανήθησαν ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, φρονοῦντες παρ' ὃ δεῖ φρονεῖν.
now also we take the scope of the faith among us Christians, and using this as a rule, give heed, as the Apostle said, to the reading of the divinely inspired Scripture (1 Tim. 4:13; 2 Tim. 3:16). For the enemies of Christ, being ignorant of this, erred from the way of the truth, and stumbled against the stone of stumbling (Rom. 9:32-33), thinking beyond what one ought to think (Rom. 12:3).
29. Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς ἁγίας Γραφῆς, ὡς πολλάκις εἴπομεν, διπλῆν εἶναι τὴν περὶ τοῦ Σωτῆρος ἐπαγγελίαν ἐν αὐτῇ· ὅτι τε ἀεὶ Θεὸς ἦν καὶ Υἱός ἐστι, Λόγος ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ Πατρός· καὶ ὅτι ὕστερον, δι' ἡμᾶς σάρκα λαβὼν ἐκ Παρθένου τῆς Θεοτόκου Μαρίας, ἄνθρωπος γέγονε. Καὶ ἔστι μὲν τοῦτον εὑρεῖν διὰ πάσης τῆς θεοπνεύστου Γραφῆς σημαινόμενον, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἵνα δὲ μὴ, πάντα τὰ ῥητὰ συνάγων, πολὺς ἐν τῷ γράφειν γένωμαι, ἀρκεσθῶμεν ὡς πάντων μνημονεῦσαι, τοῦ μὲν Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Εἶτα· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός· τοῦ δὲ Παύλου γράφοντος· Ὅς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἀπὸ τούτων γὰρ, τῇ αὐτῇ διανοίᾳ διερχόμενός τις πᾶσαν τὴν Γραφὴν, ὄψεται πῶς ἐν ἀρχῇ μὲν εἶπε τούτω ὁ Πατήρ· Γενηθήτω φῶς,
29. This therefore is the scope and character of the holy Scripture, as we have often said, that the declaration concerning the Saviour in it is twofold: both that He always was God and is Son, being the Word and radiance and wisdom of the Father; and that afterwards, having taken flesh for our sake from the Virgin Mary, Bearer of God, He became man. And indeed one may find this signified throughout the whole divinely inspired Scripture, as the Lord Himself has said: Search the Scriptures, for it is they that bear witness concerning Me (John 5:39); but lest, gathering together all the passages, I become prolix in writing, let us be content to mention these in place of all, John indeed saying: In the beginning was the Word, and the Word was with God, and the Word was God; He was in the beginning with God. All things came to be through Him, and without Him came to be not even one thing (John 1:1-3). Then: And the Word became flesh, and dwelt among us, and we beheld His glory, glory as of an only-begotten from the Father (John 1:14); and Paul writing: Who, existing in the form of God, counted not the being on an equality with God a thing to be grasped; but emptied Himself, taking the form of a servant, becoming in the likeness of men, and being found in fashion as a man. He humbled Himself, becoming obedient unto death, yea, the death of the cross (Phil. 2:6-8). For from these, anyone going through the whole Scripture with the same understanding will see how in the beginning indeed the Father said to Him: Let there be light (Gen. 1:3),
Notes, col. 385

On the reading

Printed τούτω, for τούτῳ.

PG 26:388Read from the page
καὶ, Γενηθήτω στερέωμα, καὶ, Ποιήσωμεν ἄνθρωπον· ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων ἀπέστειλεν αὐτὸν εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ· καὶ γέγραπται· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.
and, Let there be a firmament (Gen. 1:6), and, Let Us make man (Gen. 1:26); and at the consummation of the ages He sent Him into the world, not that He might judge the world, but that the world might be saved through Him (John 3:17); and it is written: Behold, the Virgin shall be with child, and shall bring forth a Son; and they shall call His name Emmanuel, which is, being interpreted, God with us (Matt. 1:23).
30. Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ Γραφῇ, ἀπὸ μὲν τῶν Παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν Εὐαγγελίων θεωρείτω τὸν Κύριον γενόμενον ἄνθρωπον· Ὁ Λόγος γὰρ, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ἄνθρωπος δὲ γέγονε, καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀναγκαῖον εἰδέναι· μήποτε καὶ, εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς, ἀπατήσωσί τινας, κἀκεῖνοι νομίσωσιν, ὅτι, ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς ἕκαστον τῶν ἁγίων ἐγίνετο, οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδήμησεν ὁ Λόγος ἁγιάζων καὶ τοῦτον, καὶ φανερούμενος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν, καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν, οὐδὲν ἦν παράδοξον, οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες· Ποταπὸς ἄρα ἐστὶν οὗτος; καὶ, Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; Εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες· Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς ἕκαστον τῶν προφητῶν. Νῦν δὲ, ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος, δι' οὗ γέγονε τὰ πάντα, ὑπέμεινε καὶ Υἱὸν ἀνθρώπου γενέσθαι, καὶ ἐταπείνωσεν ἑαυτὸν, λαβὼν δούλου μορφήν· διὰ τοῦτο Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν ὁ τοῦ Χριστοῦ σταυρὸς, ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· Ὁ Λόγος γὰρ, ὡς εἶπεν ὁ Ἰωάννης, σὰρξ ἐγένετο· τῆς Γραφῆς ἔθος ἐχούσης λέγειν σάρκα τὸν ἄνθρωπον, ὡς διὰ Ἰωὴλ τοῦ προφήτου φησίν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ ὡς Δανιὴλ εἴρηκε τῷ Ἀστυάγῃ· Οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν· σάρκα γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων γένος λέγουσιν.
30. Let him therefore who reads the divine Scripture learn thoroughly the passages from the Old Testament, and from the Gospels let him behold the Lord become man; for, The Word, he says, became flesh, and dwelt among us (John 1:14). And He became man, and did not come into a man; for this also it is necessary to know, lest perchance the impious, falling into this too, deceive some, and those suppose that, just as in former times the Word came unto each of the saints, so now also He sojourned in a man, sanctifying him also, and being manifested just as in the others as well. For if it were so, and He had only appeared in a man, it would have been nothing paradoxical, nor would those who saw Him have been astonished, saying: Whence then is this man (John 19:9)? and, Why dost Thou, being a man, make Thyself God (John 10:33)? For they had the custom of hearing: And the Word of the Lord came unto each of the prophets. But now, since the Word of God, through Whom all things came to be, endured also to become Son of man, and humbled Himself, taking the form of a servant, on this account to the Jews indeed the cross of Christ is a stumbling-block, but to us Christ is the power of God and the wisdom of God (1 Cor. 1:23-24); for, The Word, as John said, became flesh (John 1:14); the Scripture having the custom of calling man flesh, as it says through Joel the prophet: I will pour out of My Spirit upon all flesh (Joel 2:28); and as Daniel has said to Astyages: I do not worship idols made with hands, but the living God, Who created the heaven and the earth, and has lordship over all flesh (Bel and the Dragon 5); for both he and Joel call the race of men flesh.
31. Πάλαι μὲν οὖν πρὸς ἕκαστον τῶν ἁγίων ἐγίνετο, καὶ ἡγίαζε μὲν τοὺς γνησίως δεχομένους αὐτόν· οὔτε δὲ, γεννωμένων ἐκείνων, εἴρηται, ὅτι αὐτὸς γεγένηται ἄνθρωπος, οὔτε, πασχόντων ἐκείνων, εἴρηται· Πέπονθεν αὐτός. Ὅτε δὲ ἐκ Μαρίας ἐπεδήμησεν ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας (οὕτω γὰρ εὐδοκήσας ὁ Πατὴρ
31. Of old, therefore, He came unto each of the saints, and sanctified those who genuinely received Him; yet neither, when they were born, was it said that He Himself had become man, nor, when they suffered, was it said: He Himself has suffered. But when He sojourned once for all from Mary at the consummation of the ages for the putting away of sin (Heb. 9:26) (for the Father, having been so well pleased,
PG 26:389Read from the page
ἔπεμψε τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον), τότε εἴρηται, ὅτι σάρκα προσλαβὼν γεγένηται ἄνθρωπος, καὶ ἐν ταύτῃ πέπονθεν ὑπὲρ ἡμῶν, ὡς εἶπεν ὁ Πέτρος· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί· ἵνα δειχθῇ, καὶ πάντες πιστεύσωμεν, ὅτι, ἀεὶ ὢν Θεὸς, καὶ ἁγιάζων, πρὸς οὓς ἐγένετο, διακοσμῶν τε κατὰ τὸ βούλημα τοῦ Πατρὸς τὰ πάντα, ὕστερον καὶ δι' ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ σωματικῶς, ὥς φησιν ὁ Ἀπόστολος, κατῴκησεν ἡ θεότης ἐν τῇ σαρκί· ἴσον τῷ φάναι, Θεὸς ὢν, ἴδιον ἔσχε σῶμα, καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος δι' ἡμᾶς. Καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης αὐτοῦ λέγεται, ἐπειδὴ ἐν αὐτῇ ἦν, οἷά ἐστι τὸ πεινῆν, τὸ διψῆν, τὸ πάσχειν, τὸ κοπιᾷν, καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ Αόγου ἴδια ἔργα, οἷά ἐστι, τὸ ἐγείρειν νεκροὺς, καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν, καὶ τὴν αἱμοῤῥοοῦσαν ἰᾶσθαι αὐτὸν, διὰ τοῦ ἰδίου σώματος αὐτὸς ἐποίει· καὶ ὁ μὲν Λόγος τὰς τῆς σαρκὸς ἐβάσταζεν ἀσθενείας, ὡς ἰδίας· αὐτοῦ γὰρ ἦν ἡ σάρξ· καὶ ἡ σὰρξ δὲ ὑπούργει τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγένετο· Θεοῦ γὰρ ἦν σῶμα. Εὖ δὲ ὁ προφήτης εἴρηκεν, ἐβάσταξε· καὶ οὐκ εἴρηκε, Τὰς ἀσθενείας ἡμῶν αὐτὸς ἐθεράπευσεν, ἵνα μὴ, ὡς ἐκτὸς ὢν τοῦ σώματος, καὶ μόνον αὐτὸ ἰασάμενος, ὡς ἀεὶ πεποίηκεν, ὑπευθύνους πάλιν τοῦ θανάτου τοὺς ἀνθρώπους καταλείψῃ. Τὰς δὲ ἀσθενείας ἡμῶν βαστάζει, καὶ τὰς ἁμαρτίας ἡμῶν αὐτὸς φέρει, ἵνα δειχθῇ ὅτι τε ἄνθρωπος δι' ἡμᾶς γέγονε, καὶ σῶμα τὸ ἐν αὐτῷ φέρον αὐτὰς αὐτοῦ ἴδιόν ἐστι· καὶ αὐτὸς μὲν οὐδὲν ἐβλάπτετο ἀναφέρων τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον τῷ σώματι αὐτοῦ, ὡς εἶπεν ὁ Πέτρος· ἡμεῖς δὲ οἱ ἄνθρωποι, ἀπὸ μὲν τῶν ἰδίων παθῶν ἐλυτρούμεθα, τῆς δὲ τοῦ Λόγου δικαιοσύνης ἐπληρούμεθα.
sent forth His own Son, born of a woman, born under the law (Gal. 4:4)), then it was said that, having taken to Himself flesh, He became man, and in this suffered on our behalf, as Peter said: Christ therefore having suffered on our behalf in the flesh (1 Pet. 4:1); that it might be shown, and we all might believe, that He Who always is God, and sanctifies those unto whom He came, and orders all things according to the will of the Father, afterwards also for our sake became man, and bodily, as the Apostle says, the Godhead dwelt in the flesh (Col. 2:9); which is equivalent to saying that, being God, He had His own body, and using this as an instrument, He became man for our sake. And on this account the properties of this flesh are said to be His, since He was in it, such as to hunger, to thirst, to suffer, to be weary, and the like, of which the flesh is susceptible; while the proper works of the Word Himself, such as to raise the dead, and to make the blind recover sight, and His healing the woman with an issue of blood, He Himself did through His own body; and the Word indeed bore the infirmities of the flesh as His own, for the flesh was His; and the flesh ministered to the works of the Godhead, because it was in it that they were wrought, for it was the body of God. And well has the prophet said, He bore (Isa. 53:4; Matt. 8:17); and He has not said, He Himself healed our infirmities, lest, as being outside the body, and having only healed it, as He has always done, He should leave men subject again to death. But He bears our infirmities, and He Himself carries our sins, that it might be shown both that He became man for our sake, and that the body which in Him carries them is His own; and He Himself indeed suffered no harm in bearing up our sins in His body onto the tree, as Peter said (1 Pet. 2:24); while we men were redeemed from our own passions, and were filled with the righteousness of the Word.
32. Ὅθεν τῆς σαρκὸς πασχούσης, οὐκ ἦν ἐκτὸς ταύτης ὁ Λόγος· διὰ τοῦτο γὰρ αὐτοῦ λέγεται καὶ τὸ πάθος· καὶ θεϊκῶς δὲ ποιοῦντος αὐτοῦ τὰ ἔργα τοῦ Πατρὸς, οὐκ ἦν ἔξωθεν αὐτοῦ ἡ σάρξ· ἀλλ' ἐν αὐτῷ τῷ σώματι ταῦτα πάλιν ὁ Κύριος ἐποίει· διὰ τοῦτο
32. Whence, while the flesh suffered, the Word was not outside it; for on this account the passion also is said to be His; and while He divinely wrought the works of the Father, the flesh was not external to Him, but in the body itself the Lord again did these things; on this account
Notes, col. 389

On the reading

Printed Αόγου, for Λόγου.

PG 26:392Read from the page
γὰρ καὶ ἄνθρωπος γενόμενος ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· ει δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν αὐτῷ. Ἀμέλει ὅτε χρεία γέγονε τὴν πενθερὰν τοῦ Πέτρου πυρέσσουσαν ἐγεῖραι, ἀνθρωπίνως μὲν ἐξέτεινε τὴν χεῖρα, θεϊκῶς δὲ ἦν παύων τὴν νόσον. Καὶ ἐπὶ μὲν τοῦ ἐκ γενετῆς τυφλοῦ ἀνθρώπινον ἀπὸ τῆς σαρκὸς ἠφίει τὸ πτύσμα, θεϊκῶς δὲ τοὺς ὀφθαλμοὺς ἤνοιγε διὰ τοῦ πηλοῦ· ἐπὶ δὲ τοῦ Λαζάρου φωνὴν μὲν, ὡς ἄνθρωπος, ἀνθρωπίνην ἠφίει· θεϊκῶς δὲ, ὡς Θεὸς, τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν. Ταῦτα δὲ οὕτως ἐγίνετο, καὶ ἐδείκνυτο, ὅτι μὴ φαντασίᾳ ἀλλὰ ἀληθῶς ἦν ἔχων σῶμα· ἔπρεπε δὲ τὸν Κύριον, ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύτην μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύσασθαι, ἵνα, ὥσπερ ἴδιον αὐτοῦ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ τὴν θεότητα αὐτοῦ. Εἰ μὲν οὖν ἑτέρου ἦν τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ Λόγου ἡ σὰρξ (ὁ γὰρ Λόγος σὰρξ ἐγένετο), ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ ἡ σάρξ ἐστιν. Οὗ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾷν, καὶ ὁ σταυρὸς, καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστί. Διὰ τοῦτο τοίνυν ἀκολούθως καὶ πρεπόντως οὐκ ἄλλου, ἀλλὰ τοῦ Κυρίου λέγεται τὰ τοιαῦτα πάθη· ἵνα καὶ ἡ χάρις παρ' αὐτοῦ ᾖ καὶ μὴ ἄλλου λάτραι γινώμεθα, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γενητῶν, μηδὲ κοινόν τινα ἄνθρωπον, ἀλλὰ τὸν ἐκ τοῦ Θεοῦ φύσει καὶ ἀληθινὸν Υἱὸν τοῦτον καὶ γενόμενον ἄνθρωπον, οὐδὲν ἧττον Κύριον αὐτὸν καὶ Θεὸν καὶ Σωτῆρα ἐπικαλούμεθα.
for even having become man He said: If I do not the works of My Father, believe Me not; but if I do them, even if ye believe not Me, believe the works, that ye may know that the Father is in Me, and I in Him (John 10:37-38). Doubtless, when there was need to raise Peter's mother-in-law who was sick of a fever (Matt. 8:14-15), He stretched forth His hand humanly, but divinely He was stopping the disease. And in the case of the man blind from birth (John 9:1-7), human was the spittle which He sent forth from the flesh, but divinely He opened his eyes through the clay; and in the case of Lazarus (John 11:43-44), He uttered a human voice as man, but divinely as God He raised Lazarus from the dead. And these things were done thus, and it was shown that He had a body not in phantom but in truth; and it was fitting that the Lord, in putting on human flesh, should put it on whole with the passions proper to it, so that, just as we say that the body was His own, so also the passions of the body might be said to be proper to Him alone, even though they did not touch Him according to His Godhead. If therefore the body were another's, the passions also would be said to be that one's; but if the flesh is the Word's (for the Word became flesh (John 1:14)), of necessity the passions of the flesh also are called His, Whose also the flesh is. And Whose the passions are said to be—such as are especially to be condemned, to be scourged, to thirst, and the cross, and death, and the other infirmities of the body—His also is the triumph and the grace. On this account, therefore, consistently and fittingly such passions are said to be not another's, but the Lord's; that the grace also may be from Him, and that we may not become worshippers of another, but truly devout towards God, because we invoke none of the things originate, nor any common man, but this natural and true Son from God, even when become man, none the less as Himself Lord and God and Saviour.
Notes, col. 392

On the reading

Printed ει, for εἰ.