δείκνυσι τοῦ Ἰωνᾶ διὰ τὸ τριήμερον. Οὕτως ἄρα καὶ ἡμεῖς, λέγοντος τοῦ Κυρίου, καθὼς, οὔτε ὡς ὁ Υἱὸς γινόμεθα ἐν τῷ Πατρὶ, οὔτε ὡς ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ, οὕτω γινόμεθα. Ἡμεῖς μὲν γὰρ, καθὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὕτω γινόμεθα ἐν τῷ φρονήματι καὶ τῇ τοῦ πνεύματος συμφωνίᾳ· ὁ δὲ Σωτὴρ, καθὼς Ἰωνᾶς, ἔσται ἐν τῇ γῇ· ὥσπερ δὲ οὐκ ἔστιν Ἰωνᾶς ὁ Σωτὴρ, οὐδὲ ὡς ἐκεῖνος κατεπόθη, οὕτω καὶ ὁ Κύριος κατῆλθεν εἰς τὸν ᾅδην· ἀλλὰ ἄλλο καὶ ἄλλο ἐστίν. Οὕτως ἐὰν καὶ ἡμεῖς γενώμεθα ἓν, καθὼς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὐκ ἐσόμεθα ὥσπερ ὁ Υἱὸς, οὐδὲ ἴσοι αὐτῷ· ἄλλο γὰρ καὶ ἄλλο ἐσμέν· διὰ τοῦτο γὰρ ἐφ' ἡμῶν τὸ, καθὼς, πρόκειται, ἐπὶ τὰ μὴ κατὰ φύσιν ὄντα πρὸς ἄλλο τι βλέποντα γίνεται ὥσπερ ἐκεῖνα. Ὅθεν αὐτὸς μὲν ὁ Υἱὸς, ἁπλῶς καὶ χωρὶς συμπλοκῆς τινός ἐστιν ἐν τῷ Πατρί· φύσει γὰρ ὑπάρχει τοῦτ' αὐτῷ· ἡμεῖς δὲ, οὐκ ἔχοντες τὸ κατὰ φύσιν, δεόμεθα εἰκόνος καὶ παραδείγματος, ἵνα περὶ ἡμῶν εἴπῃ· Καθὼς σὺ ἐν ἐμοὶ, κἀγὼ ἐν σοί. Ὅταν δὲ, φησὶν, οὗτοι τελειωθῶσιν οὕτω, τότε γινώσκει ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας· εἰ γὰρ μὴ ἤμην ἐλθὼν καὶ φορέσας τὸ τούτων σῶμα, οὐδεὶς ἂν αὐτῶν ἐτελειώθη, ἀλλ' ἔμενον οἱ πάντες φθαρτοί. Ἐνέργησον τοίνυν ἐν αὐτοῖς, Πάτερ· καὶ ὥσπερ δέδωκάς μοι τοῦτο φορέσαι, δὸς αὐτοῖς τὸ Πνεῦμά σου, ἵνα καὶ οὗτοι ἐν τούτῳ ἓν γένωνται, καὶ τελειωθῶσιν ἐν ἐμοί. Ἡ γὰρ τούτων τελείωσις δείκνυσιν ἐπιδημίαν γεγενῆσθαι τοῦ σοῦ Λόγου· καὶ ὁ κόσμος δὲ, βλέπων τούτους τελείους καὶ θεοφορουμένους, πιστεύσει πάντως, ὅτι σύ με ἀπέστειλας, καὶ ἐπεδήμησα. Πόθεν γὰρ τούτοις ἡ τελείωσις, εἰ μὴ ἐγὼ ὁ σὸς Λόγος, τὸ σῶμα τούτων λαβὼν, ἐγενόμην ἄνθρωπος, καὶ ἐτελείωσα τὸ ἔργον ὃ δέδωκάς μοι, Πάτερ; Τετελείωται δὲ τὸ ἔργον, ὅτι, λυτρωθέντες ἀπὸ τῆς ἁμαρτίας οἱ ἄνθρωποι, οὐκέτι μένουσι νεκροί· ἀλλὰ καὶ θεοποιηθέντες ἔχουσιν, ἐν ἡμῖν βλέποντες, ἐν ἀλλήλοις τὸν σύνδεσμον τῆς ἀγάπης.
with Jonah on account of the three days' space. Thus, therefore, we also, when the Lord says even as, neither come to be in the Father as the Son is, nor come to be as the Father is in the Son. For we, even as the Father and the Son, become one in mind and in the harmony of the spirit; and the Saviour, even as Jonah, will be in the earth; and just as Jonah is not the Saviour, nor did the Lord descend into Hades in the same way as he was swallowed up, but it is one thing and another: so even if we too become one, even as the Son is in the Father, we shall not be as the Son is, nor equal to Him; for we are one thing and another. For on this account the word even as is set forth in reference to us, since things that are not so by nature become like those other things when they look towards something else. Whence the Son Himself is in the Father simply and without any complexity; for this belongs to Him by nature; whereas we, not having what is by nature, stand in need of an image and example, that He may say concerning us, Even as Thou art in Me, and I in Thee (John 17:21). And when, He says, these shall thus be perfected, then the world knows that Thou hast sent Me (John 17:23); for if I had not come and worn their body, none of them would have been perfected, but all would have remained corruptible. Work therefore in them, Father; and just as Thou hast given Me to wear this, give them Thy Spirit, that they also in Him may become one, and may be perfected in Me. For their perfection shows that the sojourn of Thy Word has taken place; and the world also, seeing them perfect and bearing God within them, will assuredly believe that Thou hast sent Me, and that I have sojourned here. For whence would perfection come to them, had not I, Thy Word, taking their body, become man, and perfected the work which Thou hast given Me, Father (John 17:4)? And the work is perfected because men, redeemed from sin, no longer remain dead; but having also been deified, they have among one another, by looking at Us, the bond of love.