Migne Reading Room

PG 26 · cols. 357–368 · Read from the page

Third Oration against the Arians

Third Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:357Read from the page
θεία Γραφὴ μαρτυρεῖ λέγουσα· Ἀνέτειλε δὲ ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Τοῦτο δὲ ἦν ὁ λέγων· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· οὕτω γὰρ εἷς ἐστιν ὁ Θεὸς, καὶ μία ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις. Καὶ γὰρ τοῦ Λόγου ὄντος Θεοῦ, πάλιν Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι. Τοῦ γὰρ ἑνὸς ἴδιος καὶ ἀδιαίρετός ἐστιν ὁ Υἱὸς κατὰ τὴν ἰδιότητα καὶ οἰκειότητα τῆς οὐσίας.
sacred Scripture bears witness, saying: And the sun rose upon him, when the form of God passed by (Gen. 32:31). And this was He Who said: He who has seen Me has seen the Father (John 14:9); and, I am in the Father, and the Father is in Me (John 14:10); and I and the Father are one (John 10:30); for thus God is one, and one is the faith in the Father and Son. For indeed, since the Word is God, again the Lord our God is one Lord (Deut. 6:4). For the Son is proper to and indivisible from the One according to the propriety and intimacy of essence.
17. Ἀλλ' οὐδ' οὕτως ἐντραπέντες οἱ Ἀρειανοί φασιν· « Οὐχ ὡς ὑμεῖς λέγετε, ἀλλ' ὡς ἡμεῖς θέλομεν· ἀνατρεπόντων γὰρ ὑμῶν τὰς προτέρας ὑμῶν ἐπινοίας, ἐφεύρομεν καινοτέραν καὶ λέγομεν· Οὕτως ἐστὶν ὁ Υἱὸς καὶ ὁ Πατὴρ ἓν, καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς ἂν καὶ ἡμεῖς ἐν αὐτῷ γενοίμεθα· τοῦτο γὰρ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ γέγραπται, ὅπερ περὶ ἡμῶν ὁ Χριστὸς ἠξίου λέγων· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· καὶ πάλιν μετ' ὀλίγα· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας· κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἓν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας. » Εἶτα ὥσπερ εὑρόντες πρόφασιν, ἐπιλέγουσιν οἱ δόλιοι ταῦτα· « Εἰ ὥσπερ ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα ἓν, οὕτω καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν ἐστι, καὶ οὕτως ἐν τῷ Πατρὶ ἐστι καὶ αὐτός· πῶς ὑμεῖς ἐκ τοῦ λέγειν αὐτὸν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ἐγὼ ἐν
17. Yet not even thus put to shame, the Arians say: "Not as you say, but as we wish; for since you overturn our former inventions, we have devised a newer one and say: Thus the Son and the Father are one, and thus the Father is in the Son, and the Son in the Father, as we also may become in Him; for this is written in the Gospel according to John, which Christ asked concerning us, saying: Holy Father, keep them in Thy name, which Thou hast given Me, that they may be one, even as We are (John 17:11); and again after a little: Neither do I pray for these alone, but also for those who believe in Me through their word; that they all may be one, even as Thou, Father, art in Me, and I in Thee, that they also may be one in Us; that the world may believe that Thou hast sent Me; and the glory which Thou hast given Me, I have given them, that they may be one, even as We are one, I in them, and Thou in Me; that they may be perfected into one, and that the world may know that Thou hast sent Me (John 17:20-23)." Then, as though having found a pretext, the deceitful men add these things: "If, just as we become one in the Father, so also He and the Father are one, and thus He also is in the Father; how do you, from His saying, I and the Father are one (John 10:30), and, I am in
Notes, col. 357

On the reading

Printed ὑμῶν, for ἡμῶν.

Printed Πατρὶ ἐστι, for Πατρί ἐστι.

PG 26:360Read from the page
τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἴδιον καὶ ὅμοιον τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸν φάσκετε; Ἀνάγκη γὰρ ἢ καὶ ἡμᾶς ἰδίους εἶναι τῆς οὐσίας τοῦ Πατρὸς, ἢ κἀκεῖνον ἀλλότριον εἶναι, ὥσπερ καὶ ἡμεῖς ἐσμεν ἀλλότριοι. » Ταῦτα μὲν ἐκεῖνοι ληροῦντες φλυαροῦσιν· ἐγὼ δὲ οὐδὲν ἕτερον ἐν τῇ τοιαύτῃ αὐτῶν κακονοίᾳ βλέπω ἢ ἀλόγιστον τόλμαν καὶ διαβολικὴν ἀπόνοιαν, λεγόντων καὶ αὐτῶν κατ' ἐκεῖνον, Εἰς τὸν οὐρανὸν ἀναβησόμεθα, ἐσόμεθα ὅμοιοι τῷ Ὑψίστῳ· τὰ γὰρ κατὰ χάριν διδόμενα τοῖς ἀνθρώποις, ταῦτα θέλουσιν ἴσα τῆς τοῦ διδόντος εἶναι θεότητος. Ἀκούοντες γοῦν υἱοὺς χρηματίζοντας τοὺς ἀνθρώπους, ἐνόμισαν καὶ ἑαυτοὺς ἴσους εἶναι τοῦ ἀληθινοῦ καὶ φύσει Υἱοῦ· καὶ νῦν πάλιν ἀκούοντες τοῦ Σωτῆρος, Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς, πλανῶσιν ἑαυ-
the Father, and the Father is in Me (John 14:10), assert Him to be proper and like to the Father's essence? For it is necessary either that we also be proper to the essence of the Father, or that He also be foreign, just as we also are foreign." These things, then, they prate while talking nonsense; but in such malice of theirs I see nothing other than irrational audacity and diabolical madness, since they also say after the manner of that one, We will ascend into heaven, we will be like the Most High (Isa. 14:13); for the things given to men by grace, these they wish to be equal to the deity of the Giver. Hearing, therefore, that men are called sons, they supposed that they themselves also are equal to the true Son Who is Son by nature; and now again, hearing the Saviour say, That they may be one, even as We are (John 17:11), they deceive them-
18. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴπομεν, ὁ αὐτός ἐστιν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐδὲν ἡμῶν διαφέρει ἢ χρόνῳ· ἔστω ἡμῖν ὅμοιος, καὶ τὴν αὐτὴν ἐχέτω χώραν παρὰ τῷ Πατρὶ, ἣν καὶ ἡμεῖς ἔχομεν· καὶ μήτε μονογενὴς, μήτε μόνος Λόγος, ἢ Σοφία τοῦ Πατρὸς λεγέσθω· ἀλλὰ κοινὸν ἔστω κατὰ πάντων ἡμῶν τῶν ὁμοίων τὸ αὐτὸ ὄνομα. Δίκαιον γὰρ, ὧν ἐστι φύσις μία, τούτων εἶναι καὶ τὸ ὄνομα κοινὸν, κἂν τοῖς χρόνοις ἀλλήλων διαφέρωσιν. Ἄνθρωπος γὰρ ὁ Ἀδὰμ, ἄνθρωπος δὲ καὶ ὁ Παῦλος, ἄνθρωπος δὲ καὶ ὁ νῦν γενόμενος· καὶ οὐχ ὁ χρόνος ἀλλοιοῖ τὴν φύσιν τοῦ γένους. Εἰ τοίνυν καὶ ὁ Λόγος χρόνῳ μόνον ἡμῶν διαφέρει, ἔδει καὶ ἡμᾶς ὡς ἐκεῖνον εἶναι. Ἀλλ' οὔτε ἡμεῖς Λόγος ἢ Σοφία, οὔτε ἐκεῖνος κτίσμα ἢ ποίημα τυγχάνει ὤν· ἐπεὶ διὰ τί οἱ πάντες ἐκ τοῦ ἑνὸς γεγόναμεν, καὶ μόνος ἐστὶν αὐτὸς Λόγος; Ἀλλὰ γὰρ, εἰ καὶ ἐκείνους λέγειν τοιαῦτα πρέπει, ἀλλ' ἡμῖν ἐνθυμεῖσθαι τὰς ἐκείνων βλασφημίας. Καὶ εἰ δὲ οὐδὲ περιεργάζεσθαί τι τῶν ῥητῶν ἐχρῆν πρὸς τὴν οὕτω φανερὰν καὶ εὐσεβῆ διάνοιαν, καὶ τὴν ἐν ἡμῖν ὀρθὴν πίστιν· ὅμως ἵνα καὶ ἐντεῦθεν δειχθῶσιν ἀσεβεῖς, φέρε συντόμως, ὡς παρὰ τῶν Πατέρων μεμαθήκαμεν, ἐκ τοῦ ῥητοῦ τὴν ἑτεροδοξίαν ἐκείνων ἐλέγξωμεν. Ἔθος τῇ θείᾳ
18. If, therefore, as we have often said, the Word of God is the same as we, and differs from us in nothing except time, let Him be like us, and let Him have the same place with the Father which we also have; and let Him be called neither Only-begotten, nor sole Word, or Wisdom of the Father; but let the same name be common over all of us who are alike. For it is just that those whose nature is one should also have their name in common, even if they differ from one another in times. For Adam is a man, and Paul also is a man, and he who is born now is also a man; and time does not alter the nature of the race. If, then, the Word also differs from us in time alone, we also ought to be as He is. But neither are we Word or Wisdom, nor does He happen to be a creature or a work; else why have we all come into being from the One, and is He alone the Word? Yet indeed, even if it befits them to speak such things, it does not befit us even to ponder their blasphemies. And although one ought not even to pry curiously into any of the expressions in view of a sense so manifest and pious, and the right faith that is in us; nevertheless, that from this also they may be shown to be impious, come, let us briefly, as we have learned from the Fathers, refute their heterodoxy from the text. It is the custom of sacred
PG 26:361Read from the page
Γραφῇ τὰ κατὰ φύσιν ὄντα πράγματα, ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν· τοῦτο δὲ ποιεῖ, ἵν' ἐκ τῶν κατὰ φύσιν ἐκείνων τὰ ἐκ προαιρέσεως φαίνηται τῶν ἀνθρώπων κινήματα· καὶ οὕτως ἢ φαῦλος ἢ δίκαιος ὁ τούτων δείκνυται τρόπος. Ἐπὶ μὲν οὖν τῶν φαύλων, ὡς ἐὰν παραγγέλλῃ· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἢ καὶ ὅταν, μεμφόμενος τοὺς οὕτω γενομένους, λέγῃ· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· καὶ πάλιν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν. Καὶ ὁ Σωτὴρ δὲ, τὸν μὲν Ἡρώδην δεικνὺς ὁποῖός ἐστιν, ἔλεγεν· Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· τοῖς δὲ μαθηταῖς παρήγγελλεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα τῇ φύσει γενώμεθα κτήνη, ἢ γενώμεθα ὄφεις καὶ περιστεραί· οὐ γὰρ οὕτως ἡμᾶς αὐτὸς πεποίηκε· διὸ οὐδὲ τοῦτο οἶδεν ἡ φύσις· ἀλλ' ἵν' ἡμεῖς τῶν μὲν τὰς ἀλόγους ὁρμὰς φεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον ἵνα γινώσκοντες, μὴ ἀπατώμεθα παρ' αὐτοῦ, καὶ τῆς περιστερᾶς τὸ πρᾶον ἀναλάβωμεν.
Scripture to take the things that exist by nature as images and examples for men; and it does this in order that from those natural things the movements of men that come from free choice may appear; and thus their character is shown to be either base or righteous. In the case of the base, then, as when it charges: Become not as horse and mule, which have no understanding (Ps. 31:9); or again when, blaming those who have become thus, it says: Man, being in honour, did not understand; he was compared to the senseless beasts, and was made like to them (Ps. 48:13); and again: They became stallions mad after females (Jer. 5:8). And the Saviour also, showing what sort of man Herod was, said: Go tell that fox (Luke 13:32); and to the disciples He charged: Behold, I send you forth as sheep in the midst of wolves; become therefore prudent as serpents, and guileless as doves (Matt. 10:16). And He said this, not that we might become beasts in nature, or become serpents and doves; for He Himself has not made us thus, wherefore nature does not know this either; but in order that we might flee the irrational impulses of the former, and knowing the prudence of the serpent might not be deceived by it, and might take up the gentleness of the dove.
19. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώποις λαμβάνων, φησὶν ὁ Σωτήρ· Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρμων ἐστί· καὶ, Ἔσεσθε ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γινώμεθα πάλιν ὡς ὁ Πατήρ· γενέσθαι γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γενομένους· ἀλλ' ὥσπερ οὐχ ἵνα μὴ γενώμεθα κτήνη, παρήγγειλε, Μὴ γίνεσθε ὡς ἵππος, ἵνα δὲ μὴ τὸ ἄλογον ἐκείνων μιμησώμεθα· οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς, ἔλεγε, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ, ἀλλ' ἵνα πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ δι' ἀνθρώπους, ἀλλὰ δι' αὐτὸν ποιῶμεν, ὥστε παρ' αὐτοῦ, καὶ μὴ παρ' ἀνθρώπων τὸν μισθὸν ἔχειν. Ὡς γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει, καὶ ἀληθινοῦ, καὶ μονογενοῦς, γινόμεθα καὶ ἡμεῖς υἱοὶ, οὐχ ὡς ἐκεῖνος φύσει καὶ ἀληθείᾳ, ἀλλὰ κατὰ χάριν τοῦ καλέσαντος· καὶ ἄνθρωποι τυγχάνοντες ἀπὸ γῆς, θεοὶ χρη-
19. And again, in the case of divine things, taking images for men, the Saviour says: Become merciful, as your Father Who is in the heavens is merciful (Luke 6:36); and, You shall be perfect, as your heavenly Father is perfect (Matt. 5:48). And He said this also, not that we might again become as the Father; for it is impossible for us to become as the Father, since we are a creature, and have been brought out of nothing into being; but just as He charged, Become not as a horse, not in order that we might not become beasts, but that we might not imitate their irrationality; so He said, Become merciful as the Father, not that we might become as God, but that looking towards His beneficences, the good things which we do, we might do not on account of men, but on account of Him, so as to have the reward from Him, and not from men. For just as, there being one Son by nature, both true and Only-begotten, we also become sons, not as He is by nature and in truth, but according to the grace of Him Who called us; and though happening to be men from the earth, we are called gods—
PG 26:364Read from the page
ματίζομεν, οὐχ ὡς ὁ ἀληθινὸς Θεὸς, ἢ ὁ τούτου Λόγος, ἀλλ' ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι τῷ Θεῷ, οὐδὲ φύσει καὶ ἀληθινοὶ εὐεργέται γινόμενοι· οὐ γὰρ ἡμῶν εὕρεμα τὸ εὐεργετεῖν, ἀλλὰ τοῦ Θεοῦ· ἵνα δὲ τὰ παρ' αὐτοῦ τοῦ Θεοῦ κατὰ χάριν εἰς ἡμᾶς γενόμενα, ταῦτα καὶ ἡμεῖς μεταδιδῶμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐποιίαν· κατὰ τοῦτο γὰρ μόνον δυνάμεθά πως αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως, ὅτι τὰ παρ' αὐτοῦ διακονοῦμεν ἀλλήλοις. Ὥσπερ δὲ ταῦτα καλῶς καὶ ὀρθῶς διανοούμεθα, οὕτω καὶ τὸ κατὰ Ἰωάννην ἀνάγνωσμα τὴν αὐτὴν ἔχει διάνοιαν. Οὐ γὰρ ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτως ἵνα καὶ ἡμεῖς γενώμεθά φησι· πόθεν, ὅπου γε ὁ μὲν Λόγος καὶ σοφία τοῦ Θεοῦ ἐστιν, ἡμεῖς δὲ ἐκ γῆς ἐπλάσθημεν, καὶ ὁ μὲν φύσει καὶ τῇ οὐσίᾳ Λόγος καὶ Θεὸς ἀληθινός ἐστιν· οὕτω γὰρ καὶ ὁ Ἰωάννης φησίν· Οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος· ἡμεῖς δὲ θέσει καὶ χάριτι υἱοποιούμεθα δι' αὐτοῦ, μετέχοντες τοῦ Πνεύματος αὐτοῦ; Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Διὸ καὶ αὐτὸς μὲν ἔστιν ἡ ἀλήθεια, λέγων· Ἐγώ εἰμι ἡ ἀλήθεια· ὅτε καὶ τῷ Πατρὶ αὐτοῦ προσομιλῶν ἔλε-
name, not as the true God or His Word, but as God Who bestowed this willed; so also we become merciful as God, not being made equal to God, nor becoming benefactors by nature and in truth (for to do good is not our invention, but God's), in order that the things which have come to us from God Himself by grace, these we too may impart to others, making no distinction, but simply extending our beneficence towards all; for in this way alone can we somehow become imitators of Him, and in no other way, in that we minister to one another the things that come from Him. And just as we understand these things well and rightly, so also the reading according to John has the same sense. For He does not say that as the Son is in the Father, so we too should become—how could that be, seeing that He is the Word and Wisdom of God, whereas we were fashioned out of the earth, and He is by nature and in essence the Word and true God? For so also John says: We know that the Son of God is come, and hath given us an understanding, that we may know the true God; and we are in the true One, in His Son Jesus Christ: this is the true God, and eternal life (1 John 5:20); whereas we are adopted as sons by position and grace through Him, partaking of His Spirit. For as many as received Him, he says, to them gave He power to become children of God, to them that believe on His name (John 1:12). Wherefore He Himself is the truth, saying, I am the truth (John 14:6); as also when conversing with His Father He was say-
20. Οὐκοῦν οὐχ ἵνα ὡς αὐτὸς γινώμεθα, ἔλεγεν, Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς, ἀλλ' ἵνα ὥσπερ ἐκεῖνος Λόγος ὢν ἔστιν ἐν τῷ ἰδίῳ Πατρὶ, οὕτως ἵνα καὶ ἡμεῖς, τύπον τινὰ λαβόντες, καὶ εἰς ἐκεῖνον βλέποντες, γενώμεθα ἓν πρὸς ἀλλήλους τῇ ὁμοψυχίᾳ, καὶ τῇ τοῦ πνεύματος ἑνότητι, μὴ διαφωνῶμέν τε, ὡς οἱ Κορίνθιοι, τὸ αὐτὸ δὲ φρονῶμεν, ὡς οἱ ἐν ταῖς Πράξεσι πεντακισχίλιοι, οἵτινες ὡς εἷς ἐτύγχανον ὄντες. Ὡς γὰρ υἱοὶ, οὐχ ὡς ὁ Υἱός· καὶ θεοὶ, οὐχ ὡς αὐτός· καὶ οἰκτίρμονες ὡς ὁ Πατὴρ, οὐχ ὡς ὁ Πατήρ. Ἀλλ' ὥσπερ εἴρηται, οὕτω γινόμενοι ἓν, καθ-
20. Therefore not that we might become as He Himself is did He say, That they may be one, even as we (John 17:11, 21), but that just as He, being the Word, is in His own Father, so we too, taking a certain pattern and looking towards Him, might become one with one another in unanimity and in the unity of the spirit, and might not be at variance, like the Corinthians, but might mind the same thing, like the five thousand in the Acts, who were as one (Acts 4:32). For it is as sons, not as the Son; and gods, not as He Himself; and merciful as the Father, not as the Father. But, as has been said, in thus becoming one, even as-
PG 26:365Read from the page
ὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὐχ οὕτως ἐσόμεθα, ὡς ἔστι φύσει ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἀλλ' ὡς ἔχομεν φύσεως, καὶ δυνατὸν ἡμῖν ἐστιν ἐκεῖθεν τυπωθῆναι καὶ μαθεῖν, πῶς ὀφείλομεν ἓν γενέσθαι, ὥσπερ καὶ τὸ οἰκτείρειν ἐμάθομεν. Τὰ γὰρ ὅμοια πρὸς τὰ ὅμοια πέφυκε τὴν ἕνωσιν ἔχειν· ἐπειδὴ καὶ πᾶσα σὰρξ κατὰ γένος συνάγεται. Ἡμῶν μὲν οὖν ἀνόμοιός ἐστιν ὁ Λόγος, τοῦ δὲ Πατρὸς ὅμοιος· διὰ τοῦτο ἐκεῖνος μὲν ἔστι φύσει καὶ ἀληθείᾳ ἓν μετὰ τοῦ ἑαυτοῦ Πατρός· ἡμεῖς δὲ ἀλλήλων ὄντες ὁμογενεῖς (ἐκ γὰρ ἑνὸς οἱ πάντες γεγόναμεν, καὶ μία πάντων ἀνθρώπων ἡ φύσις), ἓν πρὸς ἀλλήλους τῇ διαθέσει γινόμεθα, ἔχοντες ὑπογραμμὸν τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φυσικὴν ἑνότητα· καθάπερ γὰρ τὴν πραότητα ἐξ ἑαυτοῦ ἐδίδασκε λέγων· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· οὐχ ἵνα ἐξισωθῶμεν αὐτῷ· ἀδύνατον γάρ· ἀλλ' ἵνα βλέποντες εἰς ἐκεῖνον διαμείνωμεν πρᾶοι διὰ παντός· οὕτω καὶ ἐνταῦθα θέλων ἡμᾶς ἀληθῆ καὶ βεβαίαν καὶ ἀδιάλυτον τὴν διάθεσιν ἔχειν πρὸς ἀλλήλους, ἐξ ἑαυτοῦ λαμβάνει τὸ παράδειγμα, καί φησιν· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· ἀδιαίρετος δέ ἐστιν ἡ ἐν ἡμῖν ἑνότης· οὕτως ἵνα καὶ αὐτοὶ μαθόντες ἐξ ἡμῶν τὴν ἀδιαίρετον φύσιν, οὕτω καὶ τὴν πρὸς ἀλλήλους συμφωνίαν διαφυλάττωσιν· ἀσφαλεστέρα δὲ ἡ μίμησις ἐκ τῶν κατὰ φύσιν λαμβάνεται τοῖς ἀνθρώποις, ὥσπερ εἴρηται. Ἐπειδὴ γὰρ ταῦτα μὲν μένει, καὶ οὔποτε μεταβάλλεται, ὁ δὲ τῶν ἀνθρώπων τρόπος εὐμετάβλητος τυγχάνει· δύναται, πρὸς τὸ ἀμετάβλητον τῇ φύσει βλέπων, τὰ μὲν φαῦλα φεύγειν, ἐν δὲ τοῖς βελτίστοις ἑαυτὸν ἀνατυποῦν. Καὶ γὰρ οὕτω καὶ τὸ λεγόμενον, Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ὀρθὴν πάλιν ἔχει τὴν διάνοιαν.
the Father and the Son, we shall not be so as the Father is by nature in the Son and the Son in the Father, but according as our nature allows, and as it is possible for us to be moulded from thence and to learn how we ought to become one, just as we also learned to be merciful. For like things are by nature fitted to have union with like; since also all flesh is gathered together according to kind. Now the Word is unlike us, but like the Father; and on this account He is by nature and in truth one with His own Father; whereas we, being of one race with one another (for from one have we all come into being, and the nature of all men is one), become one with one another in disposition, having as our model the natural unity of the Son with the Father. For just as He taught meekness from Himself, saying, Learn of Me, for I am meek and lowly in heart (Matt. 11:29)—not that we might be made equal to Him, for that is impossible, but that looking towards Him we might remain meek continually—so also here, wishing us to have a true and firm and indissoluble disposition towards one another, He takes the example from Himself, and says, That they may be one, even as we also are (John 17:11, 22), for the unity that is in Us is indivisible; so that they also, having learned from Us the indivisible nature, may thus preserve mutual concord; and imitation drawn from things that exist by nature is safer for men, as has been said. For since these things abide and never change, whereas the character of men is easily changed, one who looks towards what is unchangeable by nature is able to shun what is base and to fashion himself after what is best. And for this reason the saying also, That they also may be one in Us (John 17:21), again has a right sense.
21. Εἰ γοῦν δυνατὸν ἦν γενέσθαι ἡμᾶς ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἔδει λέγειν, Ἵνα καὶ αὐτοὶ ἐν σοὶ ἓν ὦσιν, ὥσπερ ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρί· νῦν δὲ τοῦτο μὲν οὐκ εἴρηκε· λέγων δὲ τὸ, ἐν ἡμῖν, ἔδειξε τὴν διάστασιν καὶ τὴν διαφοράν· ὅτι αὐτὸς μὲν μόνος ἐν μόνῳ τῷ Πατρί ἐστιν, ὡς μόνος Λόγος καὶ Σοφία, ἡμεῖς δὲ ἐν Υἱῷ, καὶ δι' αὐτοῦ τῷ Πατρί.
21. If, then, it had been possible for us to become as the Son is in the Father, He ought to have said, That they also may be one in Thee, just as the Son is in the Father; but as it is, He has not said this; and by saying in Us, He showed the distance and the difference: that He Himself alone is in the Father alone, as sole Word and Wisdom, whereas we are in the Son, and through Him in the Father.
PG 26:368Read from the page
Τοῦτο δὲ λέγων, οὐδὲν ἕτερον ἐσήμανεν, ἢ ὅτι τῇ ἡμῶν ἑνότητι γένοιντο καὶ αὐτοὶ ἓν πρὸς ἀλλήλους οὕτως, ὡς ἡμεῖς ἕν ἐσμεν φύσει καὶ ἀληθείᾳ· ἄλλως δὲ οὐκ ἂν γένοιντο ἓν, εἰ μὴ ἐν ἡμῖν μάθωσι τὴν ἑνότητα· καὶ ὅτι τὸ, ἐν ἡμῖν, ταύτην ἔχει τὴν σημασίαν, ἀκοῦσαι Παύλου λέγοντος ἔστι· Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται φυσιοῦσθαι. Τὸ ἄρα, ἐν ἡμῖν, οὐκ ἔστιν ἐν τῷ Πατρὶ, ὡς ἔστιν ὁ Υἱὸς ἐν αὐτῷ, ἀλλὰ παράδειγμα καὶ εἰκὼν, ἀντὶ τοῦ εἰπεῖν, Ἐξ ἡμῶν μαθέτωσαν. Ὡς γὰρ ὁ Παῦλος τοῖς Κορινθίοις, οὕτως ἡ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑνότης, τοῖς πᾶσιν ὑπογραμμὸς καὶ μάθησίς ἐστι, καθ' ἣν δύνανται μανθάνειν, βλέποντες εἰς τὴν κατὰ φύσιν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πῶς καὶ αὐτοὶ ὀφείλουσιν ἓν πρὸς ἀλλήλους γίνεσθαι τῷ φρονήματι. Εἰ δὲ δεῖ καὶ ἑτέρως ἀπολογήσασθαι περὶ τοῦ ῥητοῦ, δύναται πάλιν τὸ, ἐν ἡμῖν, ἴσον εἶναι τῷ λέγειν, τῇ δυνάμει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἵνα ἓν γένωνται, τὸ αὐτὸ λέγοντες· ἄνευ γὰρ Θεοῦ τοῦτο γενέσθαι ἀδύνατον· καὶ τοῦτο πάλιν ἔστιν εὑρεῖν ἐν τοῖς θείοις λόγοις, ὡς τὸ, Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ, Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οὐκοῦν δῆλον, ὅτι ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ δυνάμεθα, τὸ ἓν γενόμενοι, βέβαιον ἔχειν τῆς ἀγάπης τὸν σύνδεσμον. Πάλιν γὰρ, τὴν αὐτὴν διάνοιαν ἐπεκτείνων, φησὶν ὁ Κύριος· Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν. Καλῶς καὶ ἐνταῦθα οὐκ εἶπεν, ἵνα ὦσιν ἐν σοὶ, ὡς κἀγώ εἰμι· ἀλλὰ, καθὼς ἡμεῖς, εἶπεν· ὁ δὲ λέγων, καθως, οὐ ταυτότητα δείκνυσιν, ἀλλ' εἰκόνα καὶ παράδειγμα τοῦ λεγομένου.
And in saying this, He signified nothing else than this: that by Our unity they also might become one with one another, even as We are one by nature and in truth; for otherwise they could not become one, unless they learn unity in Us. And that the phrase in Us has this meaning, one may hear Paul saying: And these things I have in a figure transferred to myself and Apollos, that in us ye might learn not to be puffed up above that which is written (1 Cor. 4:6). The phrase in Us, therefore, is not to be in the Father as the Son is in Him, but is an example and image, instead of saying, Let them learn from Us. For as Paul was to the Corinthians, so the unity of the Son and of the Father is a model and lesson for all, whereby they are able to learn, looking at the natural unity of the Father and of the Son, how they themselves also ought to become one with one another in mind. And if one must also defend the text in another way, the phrase in Us can again be equivalent to saying, by the power of the Father and of the Son, that they may become one, speaking the same thing (1 Cor. 1:10); for without God it is impossible for this to come to pass; and this again can be found in the divine Scriptures, as in the saying, In God we shall do valiantly (Ps. 59:14), and, In Thee shall we push down our enemies with our horn (Ps. 43:6). Therefore it is plain that in the name of the Father and of the Son we are able, becoming one, to hold fast the bond of love. For again, extending the same thought, the Lord says: And the glory which Thou hast given Me, I have given them, that they may be one, even as We are one (John 17:22). Well here also He did not say, that they may be in Thee, as I also am; but He said, even as We; and he who says even as shows not identity, but an image and example of what is spoken of.
22. Ὁ μὲν οὖν Λόγος τὴν ὄντως καὶ ἀληθῶς ταυτότητα τῆς φύσεως τῷ Πατρὶ ἔχει· ἡμῖν δὲ ἄρα τὸ μιμεῖσθαι πρόσεστιν, ὥσπερ εἴρηται· καὶ γὰρ εὐθὺς ἐπήγαγε, λέγων· Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν. Ἐνταῦθα λοιπὸν μεῖζόν τι καὶ τελειότερον περὶ ἡμῶν ὁ Κύριος αἰτεῖ, δῆλον γὰρ, ὡς ἐν ἡμῖν γέγονεν ὁ Λόγος· τὸ γὰρ ἡμέτερον ἐνεδύσατο σῶμα. Καὶ σὺ δὲ
22. The Word, therefore, has true and real identity of nature with the Father; whereas to us belongs imitation, as has been said; for indeed He immediately added, saying: I in them, and Thou in Me, that they may be perfected into one (John 17:23). Here, then, the Lord asks something greater and more perfect concerning us; for it is plain that the Word has come to be in us, since He put on our body. And Thou also
Notes, col. 368

On the reading

Printed καθως, for καθὼς.