PG 26:911Read from the pageὉ γοῦν δικαστὴς, βλέπων αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ τὸ ἄφοβον, καὶ τὴν εἰς τοῦτο σπουδὴν, παρήγγειλε μηδένα τῶν μοναχῶν ἐν τῷ δικαστηρίῳ φαίνεσθαι, μηδὲ ὅλως ἐν τῇ πόλει διατρίβειν. Οἱ μὲν οὖν ἄλλοι πάντες ἔδοξαν κρύπτεσθαι τὴν ἡμέραν ἐκείνην· ὁ δὲ Ἀντώνιος τοσοῦτον ἐφρόντισεν, ὥστε καὶ μᾶλλον πλῦναι τὸν ἐπενδύτην, καὶ τῇ ἑξῆς ἔμπροσθεν ἐφ' ὑψηλοῦ στῆναι, καὶ φαίνεσθαι τῷ ἡγεμόνι λαμπρόν. Πάντων οὖν ἐπὶ τούτῳ θαυμαζόντων, καὶ τοῦ ἡγεμόνος ὁρῶντος, καὶ μετὰ τῆς τάξεως αὐτοῦ διαβαίνοντος, αὐτὸς ἀτρέμας εἱστήκει, δεικνὺς ἡμῶν τῶν Χριστιανῶν τὴν προθυμίαν· ηὔχετο γὰρ καὶ αὐτὸς μαρτυρῆσαι, καθὰ προεῖπον. Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν ἡμῶν καὶ τὴν ἑτέρων ὠφέλειαν, ἵνα καὶ ἐν τῇ ἀσκήσει, ἣν ἐκ τῶν Γραφῶν αὐτὸς μεμάθηκε, πολλοῖς διδάσκαλος γένηται. Καὶ γὰρ καὶ μόνον βλέποντες αὐτοῦ τὴν ἀγωγὴν, πολλοὶ τῆς πολιτείας αὐτοῦ ἐσπουδάζοντο ζηλωταὶ γενέσθαι. Πάλιν οὖν ὑπηρέτει συνήθως τοῖς ὁμολογηταῖς, καὶ ὡς συνδεδεμένος αὐτοῖς, ἦν κοπιῶν ἐν ταῖς ὑπηρεσίαις.
The judge, therefore, seeing the fearlessness both of him and of those with him, and his zeal herein, commanded that none of the monks should appear in the court of judgement, nor tarry in the city at all. All the others, then, resolved to hide themselves that day; but Antony cared so much for this that he even washed his outer garment all the more, and on the next day stood in front upon a high place, and appeared resplendent to the governor. While all therefore marvelled at this, and the governor saw it as he passed through with his retinue, he stood calmly, showing the readiness of us Christians; for he himself also prayed to suffer martyrdom, even as I said before. He himself, then, was like one grieving because he had not suffered martyrdom; but the Lord was preserving him for our profit and that of others, that also in the ascetic discipline which he himself had learned from the Scriptures he might become a teacher to many. For indeed, merely seeing his deportment, many were eager to become imitators of his way of life. Again therefore he ministered as was his custom to the confessors, and as though bound with them, he laboured in his services.
47. Ἐπειδὴ δὲ λοιπὸν ὁ διωγμὸς ἐπαύσατο, καὶ μεμαρτύρηκεν ὁ μακαρίτης ἐπίσκοπος Πέτρος, ἀπεδήμησε, καὶ πάλιν εἰς τὸ μοναστήριον ἀνεχώρει, καὶ ἦν ἐκεῖ καθ' ἡμέραν μαρτυρῶν τῇ συνειδήσει, καὶ ἀγωνιζόμενος τοῖς τῆς πίστεως ἄθλοις. Καὶ γὰρ καὶ ἀσκήσει πολλῇ καὶ συντονωτέρᾳ ἐκέχρητο· ἐνήστευε γὰρ ἀεὶ, τὸ δὲ ἔνδυμα εἶχεν ἔνδον μὲν τρίχινον, ἐπάνω δὲ δερμάτινον, ὃ καὶ ἕως τελευτῆς τετήρηκε, μήτε σωμα διὰ ῥύπον ὕδατι λούσας, μήθ' ὅλως τοὺς πόδας ἀπονίψας, ἢ κἂν ἁπλῶς εἰς ὕδωρ αὐτοὺς χωρὶς ἀνάγκης ἀνασχόμενος ἐμβαλεῖν· ἀλλ' οὐδὲ γυμνωθέντα τις αὐτὸν ἑώρακεν, οὐδὲ ὅλως τὸ σῶμά τις εἶδε Ἀντωνίου γυμνὸν, εἰ μὴ ὅτε τελευτήσας ἐθάπτετο.
47. And when at length the persecution ceased, and the blessed Bishop Peter had suffered martyrdom, he departed, and withdrew again to his monastery, and was there daily bearing witness in his conscience, and contending in the contests of the faith. For indeed he practised a great and more strenuous ascetic discipline; for he fasted always, and had his clothing within of hair, and above of skin, which also he kept until his end, neither washing his body with water on account of dirt, nor washing his feet at all, nor even enduring simply to put them into water without necessity; nor yet did anyone see him stripped, nor did anyone at all see the body of Antony bare, save when at his death he was being buried.
48. Ἀναχωροῦντι τοίνυν αὐτῷ, καὶ προθεμένῳ ποιῆσαι χρόνον, ὥστε μήτε αὐτὸν προϊέναι, μήτε τινὰ δέξασθαι, Μαρτινιανός τις ἄρχων στρατιωτῶν, ἐλθὼν, ἐγίνετο δι' ὄχλου τῷ Ἀντωνίῳ· εἶχε γὰρ
48. As he was withdrawing, therefore, and purposing to spend a period of time neither coming forth himself nor receiving anyone, one Martinianus, a commander of soldiers, having come, importuned Antony; for he had
Notes, col. 911
PG 26:915Read from the pageτέραν ἔρημον. Τοῦ δὲ Ἀντωνίου λέγοντος· Καὶ τίς δείξει μοι τὴν ὁδόν; ἄπειρος γάρ εἰμι ταύτης· εὐθὺς ἔδειξεν αὐτῷ Σαρακηνοὺς μέλλοντας ὁδεύειν τὴν ὁδὸν ἐκείνην. Προσελθὼν τοίνυν, καὶ ἐγγίσας αὐτοῖς ὁ Ἀντώνιος, ἠξίου σὺν αὐτοῖς εἰς τὴν ἔρημον ἀπελθεῖν. Οἱ δὲ, ὥσπερ ἐξ ἐπιτάγματος τῆς Προνοίας, προθύμως αὐτὸν ἐδέξαντο· καὶ ὁδεύσας τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας μετ' αὐτῶν, ἦλθεν εἰς ὄρος ὑψηλὸν λίαν· καὶ ὕδωρ μὲν ἦν ὑπὸ τὸ ὄρος διειδέστατον, γλυκὺ, καὶ μάλα ψυχρόν. Πεδιὰς δὲ ἔξωθεν, καὶ φοίνικες ἀμεληθέντες ὀλίγοι.
most desert. And when Antony said: And who will show me the way? for I am unacquainted with it; straightway He showed him Saracens about to travel that way. Having approached, therefore, and drawn near to them, Antony asked to depart with them into the desert. And they, as though by command of Providence, readily received him; and having travelled three days and three nights with them, he came to a mountain exceedingly high; and there was water beneath the mountain most pellucid, sweet, and very cold; and outside there was a plain, and a few neglected date-palms.
50. Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λαλήσας αὐτῷ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ. Τὴν μὲν οὖν ἀρχὴν δεξάμενος παρὰ τῶν συνοδευσάντων ἄρτους, ἔμενεν ἐν τῷ ὄρει μόνος, οὐδενὸς ἑτέρου συνόντος αὐτῷ· ὡς γὰρ ἴδιον οἶκον ἐπιγνοὺς, εἶχε λοιπὸν τὸν τόπον ἐκεῖνον. Αὐτοί τε οἱ Σαρακηνοὶ, θεωρήσαντες τὴν Ἀντωνίου προθυμίαν, ἐξεπίτηδες ἐκείνην τὴν ὁδὸν διήρχοντο, καὶ χαίροντες ἔφερον ἄρτους αὐτῷ· εἶχε δὲ καὶ τὴν ἀπὸ τῶν φοινίκων ὀλίγην τινὰ τότε καὶ εὐτελῆ παραμυθίαν. Μετὰ δὲ ταῦτα, μαθόντες οἱ ἀδελφοὶ τὸν τόπον, ὡς τέκνα, πατρὸς μνημονεύοντες, ἐφρόντιζον ἀποστέλλειν αὐτῷ· ἀλλ' ὁρῶν ὁ Ἀντώνιος, ὅτι προφάσει τοῦ ἄρτου σκύλλονταί τινες ἐκεῖ, καὶ κάματον ὑπομένουσι· φειδόμενος καὶ ἐν τούτῳ τῶν μοναχῶν, ἐβουλεύσατο καθ' ἑαυτὸν, καὶ τῶν εἰσερχομένων τινὰς πρὸς αὐτὸν ἠξίωσε κομίσαι αὐτῷ δίκελλαν, καὶ πέλεκυν, καὶ σῖτον ὀλίγον. Ὡς δὲ ἐκομίσθη ταῦτα, διοδεύσας τὴν περὶ τὸ ὄρος γῆν, βραχύτατόν τινα τόπον εὑρὼν ἐπιτήδειον, ἐγεώργησε· καὶ τὸν ἐκ τοῦ ὕδατος ποτισμὸν ἀφθόνως ἔχων, ἔσπειρε. Καὶ κατ' ἐνιαυτὸν τοῦτο ποιῶν, εἶχεν ἐκεῖθεν τὸν ἄρτον· χαίρων, ὅτι μηδενὶ διὰ τοῦτο γενήσεται ὀχληρὸς, καὶ ὅτι ἐν πᾶσιν ἑαυτὸν ἀβαρῆ φυλάττει. Ἀλλὰ μετὰ ταῦτα βλέπων πάλιν τινὰς ἐρχομένους, ἐγεώργησε καὶ ὀλιγοστὰ λάχανα, ἵνα ὁ εἰσερχόμενος ἔχῃ τινὰ παραμυθίαν ὀλίγην τοῦ καμάτου τῆς χαλεπῆς ἐκείνης ὁδοῦ. Τὴν μὲν οὖν ἀρχὴν τὰ ἐν τῇ ἐρήμῳ θηρία
50. Antony therefore, as though moved by God, loved the place; for this was the one which he who spoke to him by the banks of the river had signified. At the beginning, then, having received loaves from his fellow-travellers, he remained on the mountain alone, no other being with him; for recognizing it as his own home, he held that place thenceforth. And the Saracens themselves, having beheld the readiness of Antony, purposely passed along that way, and rejoicing brought loaves to him; and he had also at that time the small and frugal solace from the date-palms. But after these things, the brethren, having learned of the place, like children remembering a father, took care to send to him; yet Antony, seeing that on account of the bread some were put to trouble there and endured toil, sparing the monks in this also, took counsel with himself, and asked some of those who came in unto him to bring him a two-pronged hoe, and an axe, and a little corn. And when these were brought, having gone over the land around the mountain, finding a very small suitable spot, he tilled it; and having watering from the water in abundance, he sowed. And doing this yearly, he had his bread from thence, rejoicing that on this account he would be burdensome to no one, and that in all things he kept himself unburdensome. But after these things, seeing again some coming, he cultivated also a very few herbs, that he who came in might have some slight solace from the toil of that difficult road. At the beginning, then, the wild beasts in the desert,
PG 26:919Read from the pageρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου διωκόμεναι.
draw; for I am a servant of Christ. When Antony said these things, they fled, as though driven away by the whip of his word.
53. Εἶτα μεθ' ἡμέρας ὀλίγας, ὡς εἰργάζετο (ἔμελε γὰρ αὐτῷ καὶ κοπιᾷν), ἐπιστάς τις τῇ θύρᾳ, εἷλκε τὴν σειρὰν τοῦ ἔργου· σπυρίδας γὰρ ἔῤῥαπτε, καὶ ταύτας τοῖς εἰσερχομένοις ἀντὶ τῶν κομιζομένων αὐτῷ ἐδίδου. Ἀναστὰς δὲ, εἶδε θηρίον, ἀνθρώπῳ μὲν ἐοικὸς ἕως τῶν μηρῶν, τὰ δὲ σκέλη καὶ τοὺς πόδας ὁμοίους ἔχον ὄνῳ. Καὶ ὁ μὲν Ἀντώνιος μόνον ἑαυτὸν ἐσφράγισε, καὶ εἶπε· Χριστοῦ δοῦλός εἰμι· εἰ ἀπεστάλης κατ' ἐμοῦ, ἰδοὺ πάρειμι. Τὸ δὲ θηρίον σὺν τοῖς ἑαυτοῦ δαίμοσιν οὕτως ἔφυγεν, ὡς ὑπὸ τῆς ὀξύτητος πεσεῖν καὶ ἀποθανεῖν. Ὁ δὲ τοῦ θηρίου θάνατος πτῶμα τῶν δαιμόνων ἦν. Πάντα γὰρ ἐσπούδαζον ποιεῖν, ἵνα καταγάγωσιν αὐτὸν ἐκ τῆς ἐρήμου, καὶ οὐκ ἴσχυσαν.
53. Then after a few days, as he was working (for he took care to labour also), someone standing by the door pulled the plait of his work; for he used to stitch baskets, and gave these to those who came in, in return for the things brought to him. And rising up, he saw a beast, like unto a man as far as the thighs, but having its legs and feet like unto an ass. And Antony merely signed himself with the cross, and said: I am a servant of Christ; if thou hast been sent against me, behold, here I am. And the beast with its demons fled in such wise that from its swiftness it fell and died. And the death of the beast was the fall of the demons. For they were eager to do all things that they might bring him down from the desert, and they did not prevail.
54. Ἀξιωθεὶς δέ ποτε παρὰ τῶν μοναχῶν κατελθεῖν πρὸς αὐτοὺς, καὶ ἐπισκέψασθαι διὰ χρόνου αὐτούς τε καὶ τοὺς τόπους, ὥδευσε σὺν τοῖς μοναχοῖς τοῖς ἀπαντήσασι· κάμηλος δὲ ἐβάσταζε αὐτοῖς τοὺς ἄρτους καὶ τὸ ὕδωρ. Ἄνυδρος γὰρ ἡ ἔρημός ἐστιν ἐκείνη πᾶσα, καὶ οὐκ ἔστιν ὕδωρ πότιμον ὅλως, εἰ μὴ ἐν ἐκείνῳ τῷ ὄρει μόνῳ, ὅθεν καὶ ὑδρεύσαντο, ἐν ᾧ καὶ τὸ μοναστήριόν ἐστιν αὐτοῦ. Λείψαντος τοίνυν τοῦ ὕδατος ἐν τῇ ὁδῷ, καὶ καύματος ὄντος σφοδροτάτου, πάντες ἔμελλον κινδυνεύειν. Περιελθόντες γὰρ τοὺς τόπους, καὶ μὴ εὑρόντες ὕδωρ, οὐδὲ περιπατεῖν ἐδύναντο λοιπὸν, ἀλλὰ κατέκειντο χαμαὶ, τήν τε κάμηλον ἀφῆκαν ἀπελθεῖν, ἀπογνόντες ἑαυτῶν. Ὁ δὲ γέρων, ὁρῶν πάντας κινδυνεύοντας, πάνυ λυπηθεὶς καὶ στενάξας, ὀλίγον ἀπ' αὐτῶν ἀπελθὼν, καὶ
54. And having once been asked by the monks to come down unto them, and after a time to visit both them and the places, he travelled with the monks who had met him; and a camel carried the loaves and the water for them. For all that desert is waterless, and there is no drinkable water at all, save in that mountain alone, whence also they had drawn water, in which also his monastery was. When the water therefore failed on the way, and the heat was most intense, all were about to be in peril. For having gone around the places and not having found water, they were no longer able even to walk, but lay upon the ground, and let the camel depart, despairing of themselves. But the old man, seeing all in peril, being greatly grieved and groaning, having departed a little from them, and
PG 26:923Read from the pageἐπὶ μόνῳ παροργισμῷ, ἀλλὰ μηδὲ ἐπὶ ἄλλῃ ἁμαρτίᾳ ἡμῶν ὁ ἥλιος ἐπιδύνῃ· καλὸν γὰρ καὶ ἀναγκαῖον, μήτε τὸν ἥλιον περὶ ἡμερινῆς κακίας, μήτε τὴν σελήνην περὶ νυκτερινῆς ἁμαρτίας, ἢ ὅλως ἐνθυμήσεως, καταγινώσκειν ἡμῶν. Ἵν' οὖν τοῦτο ἡμῖν περισώζηται, καλὸν ἀκοῦσαι τοῦ Ἀποστόλου καὶ φυλάξαι· φησὶ γάρ· Ἑαυτοὺς ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμάζετε. Καθ' ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυκτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ' ἑαυτῷ λαμβανέτω· καὶ, εἰ μὲν ἥμαρτε, παυέσθω· εἰ δὲ μὴ ἥμαρτε, μὴ καυχάσθω· ἀλλ' ἐπιμενέτω τῷ καλῷ, καὶ μὴ ἀμελείτω, μηδὲ κατακρινέτω τὸν πλησίον, μηδὲ δικαιούτω ἑαυτὸν, ὡς εἶπεν ὁ μακάριος ἀπόστολος Παῦλος, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὁ τὰ κρυπτὰ ἐρευνῶν. Πολλάκις γὰρ καὶ ἑαυτοὺς, ἐν οἷς πράττομεν, λανθάνομεν· καὶ ἡμεῖς μὲν οὐκ οἴδαμεν, ὁ δὲ Κύριος καταλαμβάνει πάντα. Αὐτῷ οὖν τὸ κρῖμα διδόντες, ἀλλήλοις συμπάσχωμεν, καὶ ἀλλήλων μὲν τὰ βάρη βαστάζωμεν, ἑαυτοὺς δὲ ἀνακρίνωμεν, καὶ ἃ ὑστεροῦμεν, ἀναπληροῦν σπουδάζωμεν. Ἔστω δὲ καὶ αὕτη πρὸς ἀσφάλειαν τοῦ μὴ ἁμαρτάνειν παρατήρησις· Ἕκαστος τὰς πράξεις καὶ τὰ κινήματα τῆς ψυχῆς, ὡς μέλλοντες ἀλλήλοις ἀπαγγέλλειν, σημειώμεθα καὶ γράφωμεν· καὶ θαῤῥεῖτε, ὅτι, πάντως αἰσχυνόμενοι γνωσθῆναι, παυσόμεθα τοῦ ἁμαρτάνειν, καὶ ὅλως τοῦ ἐνθυμεῖσθαί τι φαῦλον. Τίς γὰρ ἁμαρτάνων θέλει βλέπεσθαι; ἢ τίς ἁμαρτήσας, οὐ μᾶλλον ψεύδεται, λανθάνειν θέλων; Ὥσπερ οὖν βλέποντες ἀλλήλους, οὐκ ἂν πορνεύσαιμεν, οὕτως, ἐὰν ὡς ἀπαγγέλλοντες ἀλλήλοις τοὺς λογισμοὺς γράφωμεν, μᾶλλον τηρήσομεν ἑαυτοὺς ἀπὸ λογισμῶν ῥυπαρῶν, αἰσχυνόμενοι γνωσθῆναι. Ἔστω οὖν ἡμῖν τὸ γράμμα ἀντὶ ὀφθαλμῶν τῶν συνασκητῶν· ἵνα, ἐρυθριῶντες γράφειν ὡς τὸ βλέπεσθαι, μήθ' ὅλως ἐνθυμηθῶμεν τὰ φαῦλα· οὕτω
upon wrath alone, nor upon any other sin of ours, should the sun go down; for it is good and necessary that neither the sun for wickedness by day, nor the moon for sin by night, or for any thought at all, should condemn us. That this therefore may be preserved for us, it is good to hear the Apostle and keep his word; for he says: Examine yourselves, and prove yourselves (2 Cor. 13:5). Daily therefore let each one take account with himself of his actions by day and by night; and if indeed he has sinned, let him cease; and if he has not sinned, let him not boast, but let him abide in what is good, and not be negligent, nor condemn his neighbour, nor justify himself, as the blessed Apostle Paul said, until the Lord come, Who searches the hidden things (1 Cor. 4:5; Rom. 2:16). For oftentimes even we ourselves are unaware of the things that we do; and we indeed do not know, but the Lord apprehends all things. Giving the judgement therefore to Him, let us have compassion on one another, and let us bear one another's burdens (Gal. 6:2), but examine ourselves, and what we lack let us be diligent to supply. And let this observance also be for a safeguard against sinning: let each of us note and write down our actions and the movements of our soul, as though we were about to report them to one another; and be confident that, being utterly ashamed to be known, we shall cease from sinning and from pondering anything base at all. For who, when he sins, wishes to be seen? Or who, after sinning, does not rather lie, wishing to escape notice? Just as, therefore, while looking at one another we would not commit fornication, so if we write down our thoughts as though reporting them to one another, we shall all the more guard ourselves from filthy thoughts, being ashamed to be known. Let the written record, therefore, stand for us in place of the eyes of our fellow ascetics, so that, blushing to write just as to be seen, we may never ponder base things at all; thus
VERSIO EVAGRII.
VERSION OF EVAGRIUS.
quam nostrorum aut in nocte luna, aut in die sol testis abscederet. Illius quoque admonebat praecepti memores esse, quo dicitur : Dijudicate vosmetipsos, et probate, ut rationem diei noctisque facientes, si in se delictum deprehendissent, peccare desisterent. Sin autem nullus error decepisset, perseverantes instarent potius incoepto, quam arrogantia tumidi aut alios contemnerent, aut sibi justitiam vindicarent, juxta supradicti doctoris eloquium dicentis : Nolite judicare ante tempus ; magis debere eos Christi, cui soli occulta patent, reservare judicio. Multas esse, ut scriptum est, vias, quae videntur hominibus justae, sed fines earum ad profundum respicere inferni : saepe nostra non posse nos intelligere peccata, saepe falli ignoratione gestorum : aliud esse Dei cuncta cernentis judicium, qui non ex superficie corporum, sed ex mentium judicat arcanis ; aequum autem esse nos nobis compati, et invicem onera nostra portare : ut concesso examine Salvatori, proprias conscientias nosmetipsos judicantes intueremur. Necnon dicebat magnam esse ad virtutem viam, si singuli vel observarent quid agerent, vel universas mentium cogitationes fratribus referrent. Non enim posse aliquem peccare, cum relaturus esset ad alium quaecunque peccasset ; et subire pudorem in publicum turpia proferendi. Denique nullum peccantem, coram alio audere peccare : etiamsi peccet, tamen testem vitare peccati, mentiri magis et negare, et vetus delictum novo inficiandi augere delicto. Igitur quasi sub oculis, aiebat, nostris et cogitatu confundimur et actu, si omnia referenda faciamus ; multo autem magis, si peccata nostra fideliter describentes digeramus in ordinem. Tunc vero annotatio delictorum fratrum videbitur oculi. Si timebimus peccati ceras conscias, ipsi nos arguent apices, et quomodo meretricibus membra miscentes, confunduntur ad praesentiam caeterorum ; ita et nos erubescemus ad litteras. Haec agamus, hac virtutis gradiamur via, et corpora mentibus subjugantes, perniciosas diaboli conteramus insidias.
er either the moon by night or the sun by day should depart as a witness. He also admonished them to be mindful of that precept wherein it is said: Judge yourselves, and prove yourselves (2 Cor. 13:5), so that, taking account of the day and the night, if they detected any fault in themselves, they might cease to sin. But if no error had deceived them, they should persevere and press on in their undertaking rather than, swollen with arrogance, either despise others or claim righteousness for themselves, according to the utterance of the aforesaid teacher who says: Judge not before the time (1 Cor. 4:5); and that they ought rather to reserve them for the judgement of Christ, to Whom alone hidden things are open. That there are many ways, as it is written, which seem right to men, but their ends look toward the depth of hell (Prov. 14:12); that often we cannot understand our own sins, and often we are deceived through ignorance of what has been done; that the judgement of God Who beholds all things is different, Who judges not from the outward surface of bodies, but from the secrets of minds; and that it is right for us to have compassion on one another, and to bear one another's burdens (Gal. 6:2), so that, yielding the examination to the Saviour, we may look into our own consciences, judging our own selves. Furthermore, he used to say that it is a great way to virtue if each one either observed what he did, or reported all the thoughts of his mind to the brethren. For no one could sin when he was about to report to another whatsoever he had sinned, and undergo the shame of bringing base things out into public. In short, no one who sins dares to sin in the presence of another; even if he sins, yet he shuns a witness of his sin, and rather lies and denies, and increases the old offence by a new offence of denial. Therefore, as though beneath our own eyes, he said, we are put to shame both in thought and in deed if we do all things as having to be reported; and much more so if, faithfully writing down our sins, we set them out in order. For then the record of offences will seem to be the eyes of the brethren. If we fear the wax tablets conscious of our sin, the very letters will convict us; and just as those who join their members with harlots are put to shame at the presence of others, so we also shall blush before what is written. Let us do these things, let us walk by this way of virtue, and subjecting our bodies to our minds, let us crush the baneful snares of the devil.
PG 26:927Read from the pageτοις. Τῶν δὲ ἀνασχομένων, οἱ μὲν γονεῖς μετὰ τῆς παιδὸς ἔμειναν ἔξω τοῦ ὄρους παρὰ Παφνουτίῳ τῷ ὁμολογητῇ καὶ μοναχῷ· οἱ δὲ εἰσῆλθον, καὶ μόνον ὡς ἠθέλησαν ἀπαγγεῖλαι περὶ τῆς παρθένου, ἔφθασεν αὐτοὺς αὐτὸς, καὶ διηγήσατο τό τε πάθος τῆς παιδὸς, καὶ πῶς συνώδευσεν αὐτοῖς. Εἶτα τούτων ἀξιούντων ἐπιτραπῆναι κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην. Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵνα καὶ πρὸς ἐμὲ τὸν οἰκτρὸν ἄνθρωπον ἔλθῃ· ἀλλὰ τοῦ Σωτῆρός ἐστιν ἡ θεραπεία, τοῦ ποιοῦντος ἐν παντὶ τόπῳ τὸ ἔλεος αὐτοῦ τοῖς ἐπικαλουμένοις αὐτόν. Κἀκείνῃ τοίνυν ἐπένευσεν ὁ Κύριος εὐξαμένῃ, κἀμοὶ δεδήλωκεν ἡ αὐτοῦ φιλανθρωπία, ὅτι τὸ πάθος ἐκεῖ οὔσης τῆς παιδὸς θεραπεύσει. Γέγονε γοῦν τὸ θαῦμα, καὶ ἐξελθόντες εὗρον τοὺς γονεῖς χαίροντας, καὶ τὴν παῖδα λοιπὸν ὑγιαίνουσαν.
se monks. And when they consented, the parents indeed remained with the child outside the mountain with Paphnutius the confessor and monk; and the others went in, and just as they wished to report concerning the virgin, he himself anticipated them, and related both the affliction of the child and how she had travelled together with them. Then when they asked that those also be permitted to come in, this indeed he did not permit, but said: Go, and you shall find her healed, if she has not died. For this achievement is not mine, that she should come to me, a wretched man; but the healing belongs to the Saviour, Who works His mercy in every place for those who call upon Him. To her also, therefore, as she prayed, the Lord has granted favour, and His loving-kindness has made known to me that He will heal the affliction while the child is there. The miracle, then, took place, and going out they found the parents rejoicing and the child henceforth in health.
59. Εἰσερχομένων δὲ δύο ἀδελφῶν τινων, καὶ λείψαντος ἐν τῇ ὁδῷ τοῦ ὕδατος, ὁ μὲν εἷς ἀπέθανεν, ὁ δὲ ἕτερος ἔμελλε· μηκέτι γοῦν ἰσχύων ὁδεύειν, ἔκειτο καὶ αὐτὸς ἐπὶ τῆς γῆς τεθνήξεσθαι προσδοκῶν. Ὁ δὲ Ἀντώνιος, καθήμενος ἐν τῷ ὄρει, φωνήσας δύο μοναχοὺς (συνέβη γὰρ ἐκεῖ τούτους εἶναι), ἤπειγε λέγων· Λάβετε κεράμιον ὕδατος, καὶ δράμετε τὴν ἐπ' Αἴγυπτον ὁδόν· δύο γὰρ ἐρχομένων, ὁ μὲν εἷς ἄρτι τετελεύτηκεν, ὁ δὲ ἕτερος μέλλει, ἐὰν μὴ σπεύσητε. Τοῦτο γὰρ εὐχομένῳ μοι νῦν πεφανέρωται. Ἐλθόντες τοίνυν οἱ μοναχοὶ, εὗρον τὸν μὲν κείμενον νεκρὸν, καὶ ἔθαψαν, τὸν δὲ ἕτερον ἀνεκτήσαντο τῷ ὕδατι, καὶ ἀπήγαγον πρὸς τὸν γέροντα· ἦν γὰρ τὸ διάστημα ἡμέρας ὁδός. Ἐὰν δὲ ζητήσῃ τις, διὰ τί μὴ πρὸ τοῦ τελευτῆσαι τὸν ἄλλον οὐκ εἴρηκεν· οὐκ ὀρθῶς ζητεῖ τοῦτο λέγων. Οὐ γὰρ ἦν Ἀντωνίου τὸ
59. And as two brethren were coming in, and the water failed on the way, the one died and the other was about to die; having no longer strength to journey, he too lay upon the ground expecting to die. But Antony, sitting in the mountain, called two monks (for it happened that these were there), and urged them on, saying: Take a jar of water, and run down the road towards Egypt; for of two men who were coming, the one has just died, and the other is about to die unless you hasten. For this has now been revealed to me as I prayed. Going therefore, the monks found the one lying dead, and buried him, and the other they revived with the water and brought to the old man; for the distance was a day's journey. Now if anyone should ask why he did not speak before the other died, he does not ask rightly in saying this. For it did not belong to Antony
VERSIO EVAGRII.
VERSION OF EVAGRIUS.
perversos contra naturam habens. Hujus parentes cum ad Antonium monachos ire didicissent, credentes in Domino, qui pertinacem sanguinis fluxum in Evangelio tactu fimbriae stare praeceperat, rogaverunt ut miserabilem filiae comitatum susciperent. Illis renitentibus eam usque ad Antonium perducere, remansere parentes ejus foris montem cum filia debili apud beatum confessorem et monachum Paphnutium, qui effosso pro Christo oculo sub Maximiano persecutore, tali dehonestamento corporis plurimum gloriabatur. Pervenerunt igitur ad Antonium monachi. Cumque de morbo puellae referre disponerent, relationem eorum senis sermo praevenit, et omnem debilitatis et itineris usque ad sanctum Paphnutium causam, quasi ipse interfuisset, exposuit. Rogantibus autem eum monachis ut parentibus cum filia permitteretur ingressus, non concessit, sed ait : Ite, et invenietis puellam, si non est mortua, curatam. Et adjecit : Nullus debet ad meam humilitatem venire, quia largitio curationum non est humanae miseriae, sed Jesu Christi misericordiae, qui ubique in se credentibus praestare consuevit auxilium. Quamobrem et illa, pro qua petitis, suis precibus liberata est, et cum ad Dominum orarem ego, mihi praescientia sanitatis ejus indulta est. Dixit, et verba ejus puellae incolumitas consecuta est. Nam exeuntes foras ad beatum Paphnutium, et filiam sospitem, et parentes laetos repererunt.
turned awry contrary to nature. When her parents learned that monks were going to Antony, believing in the Lord Who in the Gospel had commanded the stubborn flux of blood to stand still at the touch of His hem (Matt. 9:20), they asked them to receive the pitiable company of their daughter. As those monks declined to conduct her all the way to Antony, her parents remained outside the mountain with their crippled daughter with the blessed confessor and monk Paphnutius, who, having had his eye gouged out for Christ under the persecutor Maximian, gloried greatly in such a disfigurement of his body. The monks therefore reached Antony. And when they were preparing to report concerning the girl's sickness, the speech of the old man forestalled their account, and set forth the whole matter of her infirmity and of her journey as far as the holy Paphnutius, just as though he himself had been present. And when the monks asked him that entrance might be permitted to the parents with their daughter, he did not grant it, but said: Go, and you will find the girl cured, if she is not dead. And he added: No one ought to come to my lowliness, because the bestowal of healings belongs not to human misery, but to the mercy of Jesus Christ, Who is accustomed everywhere to grant help to those who believe in Him. Wherefore she also, for whom you ask, has been delivered by her own prayers, and while I was praying to the Lord, foreknowledge of her health was vouchsafed to me. He spoke, and the girl's recovery followed upon his words. For going out to the blessed Paphnutius, they found both the daughter safe and sound and the parents joyful.
59. Non multos autem post ista dies, cum duobus fratribus euntibus ad Antonium aqua in itinere defecisset, et uno siti mortuo, alter jaceret in terra mortem exspectans, Antonius sedens in monte, celeriter ad se duos monachos vocat, qui forte ibidem sunt reperti, et festinato praecepit, ut lagenam aquae assumentes, invaderent iter quod ducit ad Aegyptum, dixitque : Unus e fratribus huc advenientibus, modo migravit ad Dominum ; alter, si non succurreritis, addetur : hoc enim mihi nunc oranti revelatum est. Sic ait, et juxta praeceptum ejus monachi festinantes, exstinctum corpus inveniunt, terraque id operientes, alterum refocillatum suo junxerunt comitatui : erat autem spatium itineris unius diei. Fortasse aliquis quaerit, cur non antequam moreretur, Antonius dixerit ; incongruo prorsus Christianis argumento, quia non Antonii, sed Dei judicium fuit, qui et de recedente quam voluit, sententiam tulit,
59. Not many days after these things, when water failed on the way for two brethren going to Antony, and after one had died of thirst the other lay on the ground awaiting death, Antony, sitting on the mountain, quickly calls to himself two monks who happened to be found there, and bade them in haste to take a flask of water and enter upon the road that leads to Egypt, and said: One of the brethren coming hither has just departed to the Lord; the other, if you do not bring help, will be added to him; for this has now been revealed to me as I prayed. Thus he spoke, and the monks, hastening according to his command, find the dead body, and covering it with earth, joined the other, revived, to their company; now the distance was a journey of one day. Perhaps someone asks why Antony did not speak before he died—by a reasoning utterly unbecoming for Christians, since the judgement belonged not to Antony, but to God, Who both pronounced what sentence He willed concerning him who departed,
PG 26:931Read from the pageαὐτὸς ἐπιτρέψῃ, ὡς τῷ μεγάλῳ ἀποστόλῳ Πέτρῳ πεποίηκεν. Ὁ μὲν οὖν Θεόδωρος μετὰ θάνατον τοῦ Ἀμοῦν διηγήσατο τοῦτο· οἱ δὲ μοναχοὶ, οἷς εἶπεν ὁ Ἀντώνιος περὶ τοῦ θανάτου τοῦ Ἀμοῦν, ἐσημειώσαντο τὴν ἡμέραν· καὶ ἀνελθόντων τῶν ἀδελφῶν ἀπὸ τῆς Νιτρίας μετὰ τριάκοντα ἡμέρας, ἐπύθοντο, καὶ ἔγνωσαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέρων αὐτοῦ. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, πῶς τὸ ἀπὸ διαστήματος ἡμερῶν δεκατριῶν γενόμενον παρ' αὐτὰ μεμάθηκε, καὶ τὴν ψυχὴν εἶδεν ἀναγομένην.
He Himself permits it, as He did for the great Apostle Peter (Matt. 14:28-29). Theodore therefore related this after the death of Amun; and the monks to whom Antony spoke concerning the death of Amun noted down the day; and when the brethren came up from Nitria after thirty days, they inquired and learned that Amun had fallen asleep on that very day and at that very hour in which the old man saw his soul being borne upwards. And both these and those marvelled greatly at the purity of Antony's soul, how he had immediately learned what had taken place at a distance of thirteen days' journey, and had seen his soul being led upwards.
61. Καὶ μὴν καὶ Ἀρχέλαός ποτε ὁ κόμης, εὑρὼν αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω, προσεύξασθαι μόνον ἠξίωσεν αὐτὸν περὶ Πολυκρατείας τῆς ἐν Λαοδικείᾳ θαυμαστῆς καὶ Χριστοφόρου παρθένου. Ἔπασχε γὰρ ἐκείνη δεινῶς τὸν στόμαχον καὶ τὸ πλευρὸν ἀπὸ τῆς ἄγαν ἀσκήσεως, καὶ ὅλη ἦν ἀσθενὴς τῷ σώματι. Ὁ μὲν οὖν Ἀντώνιος ηὔχετο· ὁ δὲ κόμης ἐσημειώσατο τὴν ἡμέραν, ἐν ᾗ γέγονεν ἡ εὐχή· καὶ ἀπελθὼν εἰς τὴν Λαοδίκειαν, εὗρεν ὑγιῆ τὴν παρθένον. Πυνθανόμενος δὲ, πότε καὶ ποίᾳ ἡμέρᾳ πέπαυται τῆς ἀσθενείας, προήνεγκε τὸν χάρτην, ἐν ᾧ τὸν χρόνον τῆς εὐχῆς ἔγραψε· καὶ μαθὼν, ἔδειξε καὶ αὐτὸς εὐθὺς τὴν ἐν τῷ χάρτῃ γραφήν· καὶ πάντες ἐθαύμασαν ἐπιγνόντες, ὅτι τότε πέπαυκεν ὁ Κύριος αὐτὴν τῶν πόνων, ὅτε ἦν εὐχόμενος ὁ Ἀντώνιος καὶ παρακαλῶν τὴν ἀγαθότητα τοῦ Σωτῆρος περὶ αὐτῆς.
61. Moreover, Archelaus the count also once found him in the outer mountain, and asked him only to pray for Polycratia, the admirable and Christ-bearing virgin in Laodicea. For she was suffering terribly in her stomach and her side from excessive ascetic discipline, and was wholly weak in body. Antony therefore prayed; and the count noted down the day on which the prayer was made; and departing to Laodicea, he found the virgin in health. And inquiring when and on what day she had ceased from her infirmity, he brought forth the paper on which he had written the time of the prayer; and upon learning it, he himself also immediately showed the writing on the paper; and all marvelled on recognizing that the Lord had caused her to cease from her pains at that very time when Antony was praying and entreating the goodness of the Saviour on her behalf.
62. Καὶ περὶ τῶν ἐρχομένων δὲ πρὸς αὐτὸν πολλάκις προέλεγε πρὸ ἡμερῶν, ἦν δὲ ὅτε καὶ πρὸ μηνὸς, καὶ τὴν αἰτίαν, δι' ἣν ἤρχοντο· οἱ μὲν γὰρ ἕνεκα τοῦ μόνον ἰδεῖν αὐτὸν ἤρχοντο, οἱ δὲ δι' ἀσθένειαν, καὶ ἄλλοι πάσχοντες ὑπὸ δαιμόνων. Καὶ πάντες οὐ σκυλμὸν οὐδὲ ζημίαν ἡγοῦντο τὸν κόπον τῆς ὁδοῦ· ἀνέκαμπτε γὰρ ἕκαστος αἰσθόμενος τῆς ὠφελείας. Τοιαῦτα δὲ λέγων καὶ βλέπων, ἠξίου μηδένα θαυμάζειν αὐτὸν ἐν τούτῳ· ἀλλὰ μᾶλλον θαυμάζειν τὸν Κύριον, ὅτι ἀνθρώποις ἡμῖν οὖσιν ἐχαρίσατο κατὰ δύναμιν γινώσκειν αὐτόν
62. And concerning those who came to him he often foretold days beforehand, and sometimes even a month beforehand, and the cause for which they were coming; for some came only for the sake of seeing him, others on account of sickness, and others suffering from demons. And none of them accounted the labour of the journey a trouble or a loss; for each returned conscious of the benefit. And while speaking and seeing such things, he asked that no one marvel at him in this, but rather marvel at the Lord, because to us, though we are men, He has granted according to our capacity to know Him.
VERSIO EVAGRII.
VERSION OF EVAGRIUS.
hoc ante suam mortem indicaret, atque ita confessus est se subito in alteram ripam fuisse transpositum, neque vero omnino undis impressisse vestigia : Dominici corporis hoc tantummodo privilegium asserens, et eorum quibus ipse, ut apostolo Petro, donaverit, ut aquarum levitati humanum corpus insisteret. Haec autem Theodorus promisso tempore non dixit, post ejus mortem retulit. Monachi vero, quibus dixerat Antonius de morte Ammonis, notaverunt diem : et venientibus de Nitria fratribus post dies triginta, sciscitantes, repererunt illo die, illaque hora dormisse Ammonem, qua animam ejus ferri senex viderat. Utrique igitur puritatem mentis in Antonio mirati sunt, quomodo rei tam longe gestae statim ad eum fuisset perlata cognitio.
should he disclose this before his death; and thus he confessed that he had suddenly been carried across to the other bank, and had not at all planted his footsteps upon the waves, declaring that this is the privilege of the Lord's body alone, and of those to whom He Himself, as to the Apostle Peter, has granted that a human body should tread upon the lightness of the waters. Now Theodore did not tell these things during the promised time, but recounted them after his death. And the monks to whom Antony had spoken concerning the death of Ammon noted down the day; and when brethren came from Nitria after thirty days, inquiring of them, they found that Ammon had fallen asleep on that day and at that hour in which the old man had seen his soul being borne aloft. Both parties therefore marvelled at the purity of mind in Antony, how the knowledge of a matter wrought so far away had immediately been brought to him.
61. Archelaus quoque comes, cum eum invenisset in exteriori monte, rogavit ut oraret pro Polycratia, quae in Laodicea erat, admirabili et Christo dedita virgine. Patiebatur enim pessimos stomachi et lateris dolores, quos jejuniis nimiis vigiliisque contraxerat, et erat penitus toto debilis corpore. Oravitque Antonius et diem quo oratio fuerat facta annotavit Archelaus. Redit Laodiceam, et invenit virginem incolumem. Percontatus diem sanitatis, reperit tempus medelae cum annotatione congruere, et omnes admirati sunt, agnoscentes eo tempore illam a Domino fuisse a doloribus liberatam, quo orans Antonius pro ipsa bonitatem Salvatoris invocaverat.
61. Archelaus the count also, having found him on the outer mountain, asked him to pray for Polycratia, who was in Laodicea, an admirable virgin devoted to Christ. For she suffered most severe pains of the stomach and side, which she had contracted through excessive fastings and watchings, and was utterly weak throughout her whole body. And Antony prayed, and Archelaus noted down the day on which the prayer had been made. He returns to Laodicea and finds the virgin sound. Inquiring into the day of her healing, he found that the time of her cure agreed with his record, and all marvelled, recognizing that she had been delivered from her pains by the Lord at that very time when Antony in prayer had invoked the goodness of the Saviour on her behalf.
62. Saepe etiam ad se venientium, ante dies et menses, et causas praedixit et tempora. Nam quosdam videndi eum tantum desiderium, alios imbecillitas, nonnullos obsessa a daemonibus corpora pertrahebant. Nemo tamen unquam vexationem aut detrimentum laboriosi itineris conquestus est. Regrediebantur omnes spirituali cibo pleni. At ille praecipiebat non suae laudi hanc admirationem ab eis applicari debere : sed Domini, qui sui notionem hominibus pro capacitate mortalitatis indulserit.
62. Often also, days and months beforehand, he foretold both the causes and the times of those coming to him. For the desire of seeing him alone drew some, weakness drew others, and bodies possessed by demons drew several. Yet no one ever complained of the hardship or loss of the toilsome journey. All returned full of spiritual food. But he charged them that this admiration ought not to be ascribed by them to his own praise, but to that of the Lord, Who has vouchsafed the knowledge of Himself to men according to the capacity of mortality.