τειν· καὶ τὸ μὲν πρῶτον ἐπείραζεν αὐτὸν ἀπὸ τῆς ἀσκήσεως καταγαγεῖν, ὑποβάλλων μνήμην τῶν κτημάτων, τῆς ἀδελφῆς τὴν κηδεμονίαν, τοῦ γένους τὴν οἰκειότητα, φιλαργυρίαν, φιλοδοξίαν, τροφῆς τὴν ποικίλην ἡδονὴν, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου, καὶ τέλος τὸ τραχὺ τῆς ἀρετῆς, καὶ ὡς πολὺς αὐτῆς ἐστιν ὁ πόνος· τοῦ τε σώματος τὴν ἀσθένειαν ὑπετίθετο, καὶ τοῦ χρόνου τὸ μῆκος. Καὶ ὅλως πολὺν ἤγειρεν αὐτῷ κονιορτὸν λογισμῶν ἐν τῇ διανοίᾳ, θέλων αὐτὸν ἀποσχοινίσαι τῆς ὀρθῆς προαιρέσεως. Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν τοῦ Ἀντωνίου πρόθεσιν, καὶ μᾶλλον ἑαυτὸν καταπαλαιόμενον ὑπὸ τῆς ἐκείνου στεῤῥότητος, καὶ ἀνατρεπόμενον τῇ πολλῇ πίστει, καὶ πίπτοντα ταῖς συνεχέσιν Ἀντωνίου προσευχαῖς· τότε δὴ τοῖς ἐπ' ὀμφαλοῦ γαστρὸς ὅπλοις ἑαυτοῦ θαῤῥῶν, καὶ καυχώμενος ἐπὶ τούτοις (ταῦτα γάρ ἐστιν αὐτοῦ τὰ πρῶτα κατὰ τῶν νεωτέρων ἔνεδρα), προσέρχεται κατὰ τοῦ νεωτέρου, νυκτὸς μὲν αὐτὸν θορυβῶν, μεθ' ἡμέραν δὲ οὕτως ἐνοχλῶν, ὡς καὶ τοὺς ὁρῶντας αἰσθέσθαι τὴν γινομένην ἀμφοτέρων πάλην. Ὁ μὲν γὰρ ὑπέβαλλε λογισμοὺς ῥυπαροὺς, ὁ δὲ ταῖς εὐχαῖς ἀνέτρεπε τούτους· καὶ ὁ μὲν ἐγαργάλιζεν, ὁ δὲ, ὡς ἐρυθριᾷν δοκῶν, τῇ πίστει καὶ ταῖς εὐχαῖς καὶ νηστείαις ἐτείχιζε τὸ σῶμα· καὶ ὁ μὲν διάβολος ὑπέμενεν ὁ ἄθλιος καὶ ὡς γυνὴ σχηματίζεσθαι νυκτὸς, καὶ πάντα τρόπον μιμεῖσθαι, μόνον ἵνα τὸν Ἀντώνιον ἀπατήσῃ· ὁ δὲ τὸν Χριστὸν ἐνθυμούμενος, καὶ τὴν δι' αὐτὸν εὐγένειαν, καὶ τὸ νοερὸν τῆς ψυχῆς λογιζόμενος, ἀπεσβέννυε τὸν ἄνθρακα τῆς ἐκείνου πλάνης. Πάλιν τε ὁ μὲν ἐχθρὸς ὑπέβαλλε τὸ λεῖον τῆς ἡδονῆς· ὁ δὲ, ὀργιζομένῳ καὶ λυπουμένῳ ἐοικὼς, τὴν ἀπειλὴν τοῦ πυρὸς καὶ τοῦ σκώληκος τὸν πόνον ἐνεθυμεῖτο· καὶ ἀντιτιθεὶς ταῦτα, διέβαινε τούτων ἀβλαβής. Ἦν δὲ ταῦτα πάντα πρὸς αἰσχύνην γινόμενα τοῦ
—and at first he tried to draw him down from his asceticism, suggesting the remembrance of his possessions, the guardianship of his sister, the kinship of his family, love of money, love of glory, the varied pleasure of food, and the other relaxations of life, and finally the roughness of virtue, and how great its labour is; and he suggested the weakness of the body and the length of time. And altogether he raised up against him a great dust-cloud of thoughts in his mind, wishing to sever him from his right purpose. But when the enemy saw himself growing weak before Antony's resolve, and rather himself being wrestled down by his firmness, and overturned by his great faith, and falling before Antony's continual prayers, then indeed, trusting in the weapons at the navel of his belly and boasting in these (for these are his first ambushes against the young), he advances against the young man, disturbing him by night, and by day so harassing him that even those who looked on perceived the wrestling going on between them both. For the one suggested foul thoughts, and the other overturned them by his prayers; and the one tickled him, and the other, appearing as though blushing, walled his body with faith and prayers and fastings; and the wretched devil even endured to fashion himself as a woman by night and to imitate every manner, only in order that he might deceive Antony; while he, calling Christ to mind, and the nobility that is through Him, and considering the intellectual part of the soul, quenched the coal of that one's deceit. And again the enemy suggested the smoothness of pleasure; while he, like one angry and grieved, called to mind the threat of the fire and the pain of the worm; and setting these in opposition, he passed through them unharmed. And all these things were happening to the shame of the