το. Ἀρχὴ, φησὶν, ὅταν μὴ βίος ἀκριβὴς παρῇ. Καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι, οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς πρῶτον χρὴ, καὶ μηδὲ ἀμφιβάλλειν περὶ αὐτῶν. Εἰ δὲ δέοιτο πάλιν διδασκαλίαν, οὔπω τὸν θεμέλιον ἔχει. Τὸν γὰρ ἑδραῖον πεπηγέναι χρὴ καὶ ἑστάναι, καὶ μὴ μετακινεῖσθαι. Εἰ δὲ μέλλοι τις, κατηχηθεὶς καὶ βαπτισθεὶς, μετὰ ἔτη δέκα περὶ πίστεως πάλιν ἀκούειν, καὶ ὅτι πιστεῦσαι χρὴ εἰς ἀνάστασιν νεκρῶν, οὔπω τὸν θεμέλιον ἔχει· πάλιν τὴν ἀρχὴν τοῦ Χριστιανισμοῦ ζητεῖ. Ὅτι γὰρ ἡ πίστις θεμέλιος, τὸ δὲ λοιπὸν οἰκοδομεῖ, ἄκουε αὐτοῦ λέγοντος· Ἐγὼ θεμέλιον τέθεικα· ἄλλος ἐποικοδομεῖ. Τί δέ ἐστιν, Ἐπὶ τὴν τελειότητα φερώμεθα; Πρὸς αὐτὴν χωρῶμεν λοιπὸν, φησὶ, τὴν ὀροφὴν, τουτέστι, βίον ἄριστον ἔχωμεν. Ὥσπερ γὰρ ἐπὶ τῶν στοιχείων τὸ πᾶν τὸ ἄλφα συνέχει, καὶ ὁ θεμέλιος τὴν πᾶσαν οἰκοδομὴν, οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα ἡ περὶ τὴν πίστιν πληροφορία· ταύτης δὲ ἄνευ οὐκ ἔστιν εἶναι Χριστιανὸν, ὥσπερ οὐδὲ θεμελίων ἄνευ οἰκοδομὴν, οὐδὲ στοιχείων χωρὶς ἔμπειρον γραμμάτων γενέσθαι. Ἀλλ' ἐάν τις ἀεὶ περὶ τὰ στοιχεῖα στρέφηται, ἢ εἴ τις περὶ τὸν θεμέλιον, οὐδέπω ἔσται αὐτῷ τι πλέον· οὕτω καὶ ἐφ' ἡμῶν. Ἂν γὰρ ἀεὶ ἐν τῇ ἀρχῇ τῆς πίστεως μένωμεν, οὐδέποτε πρὸς τῷ τέλει ταύτης ἀναβησόμεθα. Σὺ δὲ μὴ νομίσῃς ἠλαττῶσθαι τὴν πίστιν, διὰ τὸ στοιχεῖον κληθῆναι. Ἡ γὰρ πᾶσα δύναμις αὕτη ἐστίν. Ὅταν γοῦν λέγει· Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν· οὐ γάλα ταύτην καλεῖ· ἀλλὰ τὸ ἀμφιβάλλειν ἔτι περὶ τούτων, τοῦτό ἐστιν ἀσθενοῦς διανοίας, καὶ λόγων δεομένης πολλῶν. Τὰ γὰρ δόγματα ταῦτά ἐστι τὰ ὑγιῆ· τέλειον γὰρ ἐκεῖνον καλοῦμεν, τὸν μετὰ τῆς πίστεως βίον ἔχοντα ὀρθόν. Ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς δὲ ταύτης ἀμφιβάλλῃ, καὶ ὑβρίζῃ τὴν διδασκαλίαν· εἰκότως αὐτὸν φήσομεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα. Ὥστε, κἂν μυρία ἔτη ἐν τῇ πίστει ἔχωμεν, καὶ μὴ βέβαιοι ὦμεν, ἐν αὐτῇ νήπιοί ἐσμεν· ὅταν βίον αὐτῇ μὴ συμβαίνοντα ἐπιδεικνύμεθα· ὅταν ἔτι θεμέλιον καταβαλλόμεθα. Τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλο ἐγκαλεῖ, ὡς παρασαλευθείσῃ καὶ δεομένοις θεμέλιον καταβάλλειν μετανοίας ἀπὸ νεκρῶν ἔργων. Τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον, καὶ τὸ μὲν ἀφιέντα, τὸ δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ' ἕτερον. Εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, πῶς τοῦ δευτέρου ἅψεται; Τί φῂς, κατέγνωμεν τοῦ νόμου, καὶ πάλιν ἐπ' αὐτὸν ἀνατρέχειν κελεύεις; Τοῦτο οὐκ ἔστι μετάθεσις· καὶ γὰρ ἐνταῦθα ἔχομεν νόμον. Νόμον οὖν, φησὶ, καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο! ἀλλὰ νόμον ἱστῶμεν. Ἐγὼ δὲ περὶ πονηρῶν εἶπον πραγμάτων, ἀλλ' οὐ περὶ νόμου. Ὁ γὰρ μέλλων ἐπ' ἀρετὴν ἐπιέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε αὐτὴν μετελθεῖν.
A beginning, he says, is when an exact life is not yet present. For just as one entering upon the learning of letters must first hear the elements, so also the Christian must first know these things accurately, and not even doubt concerning them. But if he should again need teaching, he does not yet have the foundation. For the steadfast man must be fixed and stand firm, and not be shifted about. And if someone, after being instructed and baptized, should after ten years again hear concerning faith, and that one must believe in a resurrection of the dead, he does not yet have the foundation; he is seeking again the beginning of Christianity. For that faith is the foundation, and the rest builds up, hear him saying: I have laid a foundation, and another builds thereon (1 Cor. 3:10). And what is: Let us be borne on unto perfection (Heb. 6:1)? Let us advance, then, he says, towards the roof itself, that is, let us have a most excellent life. For just as among the elements the alpha holds the whole together, and the foundation holds the whole building, so also full assurance concerning the faith holds together purity of life; and without this it is impossible to be a Christian, just as there can be no building without foundations, nor can anyone become skilled in letters apart from the elements. Yet if someone is always occupied with the elements, or if someone is always about the foundation, he will not yet have anything more; so also is it with us. For if we always remain at the beginning of the faith, we shall never ascend to the end thereof. Do not suppose, however, that faith is disparaged because it is called an element. For this is the whole power. When, therefore, he says: For everyone who partakes of milk is unskilled in the word of righteousness, for he is an infant (Heb. 5:13), he does not call faith itself milk; rather, still doubting concerning these things belongs to a weak mind, and one in need of many words. For these doctrines are the sound ones; for we call that man perfect who together with faith holds an upright life. But if someone has faith indeed, yet practises evil things, and doubts concerning this faith itself, and insults the teaching, we shall reasonably call him an infant, who has run back to the beginning. Wherefore, even if we have ten thousand years in the faith, and are not steadfast, we are infants in it: when we exhibit a life not in keeping with it, when we are still laying a foundation. And besides their life he brings another charge against them, as having been shaken and needing to lay a foundation of repentance from dead works. For he who is transferred from one thing to another, leaving the one and choosing the other, must first condemn it and withdraw in his disposition, and then come to the other. But if he is going to cling again to the former, how will he lay hold of the second? What sayest thou, have we condemned the law, and dost thou bid us run back to it again? This is not a transference; for here too we have a law. Do we then, says he, make void the law through faith? God forbid! Rather, we establish the law (Rom. 3:31). Now I spoke concerning evil deeds, and not concerning the law. For he who is about to advance unto virtue ought first to condemn vice, and then pursue virtue.