μελῶν τρεφομένων τὸ περιττὸν ἀποπέμπειν· οἷον κεφαλῆς περιττώματα, τρίχες, καὶ τὰ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα, καὶ γαστρὸς διαχωρήματα, καὶ τοίνυν τῶν σπερματικῶν πόρων ἐκεῖνο περίττωμα. Ποία τοίνυν ἐστὶ πρὸς Θεοῦ, ὦ πρεσβῦτα θεοφιλέστατε, ἁμαρτία, αὐτοῦ τοῦ πλάσαντος τὸ ζῶον δεσπότου θελήσαντος καὶ ποιήσαντος ταῦτα τὰ μέλη τοιαύτας ἔχειν διεξόδους; Ἐπειδὴ δὲ δεῖ προσλαμβάνειν τὰ τῶν πονηρῶν ἐναντιώματα, εἴποιεν γὰρ ἄν· Οὐκ οὖν οὐκ ἔστιν ἁμαρτία οὐδὲ ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ τοῦ Δημιουργοῦ διαπέπλασται. Πρὸς τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύσωμεν φάσκοντες· Ποίαν λέγεις χρῆσιν, τὴν ἔννομον, ἣν καὶ ὁ Θεὸς ἐπέτρεψεν, Αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν· ἣν ὁ Ἀπόστολος ἀπεδέξατο εἰπών· Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος· ἢ τὴν δημιώδη μὲν, λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελουμένην; Ἐπεὶ καὶ τῶν ἄλλων, τῶν ἐν τῷ βίῳ γινομένων, εὑρήσομεν τὰς διαφορὰς κατά τι γινομένας· οἷον φονεύειν οὐκ ἔξεστιν, ἀλλ' ἐν πολέμοις ἀναιρεῖν τοὺς ἀντιπάλους καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον. Οὕτω γοῦν καὶ τιμῶν μεγάλων οἱ κατὰ πόλεμον ἀριστεύσαντες ἀξιοῦνται, καὶ στῆλαι τούτων ἐγείρονται κηρύττουσαι τὰ κατορθώματα. Ὥστε τὸ αὐτὸ κατά τι μὲν καὶ κατὰ καιρὸν οὐκ ἔξεστι, κατά τι δὲ καὶ εὐκαίρως ἀφίεται καὶ συγκεχώρηται. Ὁ αὐτὸς τοίνυν λόγος καὶ περὶ τῆς μίξεως· Μακάριος ὃς ἐν νεότητι, ζυγὸν ἔχων ἐλεύθερον, τῇ φύσει πρὸς παιδοποιίαν κέχρηται· εἰ δὲ πρὸς ἀσέλγειαν, πόρνους καὶ μοιχοὺς ἡ παρὰ τῷ Ἀποστόλῳ γραφεῖσα τιμωρία ἐκδέξεται. Δύο γὰρ οὐσῶν ὁδῶν ἐν τῷ βίῳ περὶ τούτων, μιᾶς μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ γάμου λέγω· τῆς δὲ ἑτέρας ἀγγελικῆς καὶ ἀνυπερβλήτου, τῆς παρθενίας· εἰ μέν τις τὴν κοσμικὴν, τοῦτ' ἔστι τὸν γάμον, ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει· τοσαῦτα δὲ χαρίσματα οὐ λήψεται. Λήψεται γὰρ, ἐπείπερ φέρει καὶ αὐτὸς καρπὸν τῶν τριάκοντα. Εἰ δὲ τὴν ἁγνήν τις καὶ ὑπερκόσμιον ἀσπάσοιτο, εἰ καὶ τραχεῖα παρὰ τὴν πρώτην καὶ δυσκατόρθωτος ἡ ὁδὸς, ὅμως ἔχει χαρίσματα θαυμασιώτερα· τὸν γὰρ τέλειον καρπὸν τὴν ἑκατοντάδα ἐβλάστησεν. Ὥστε τὰ ἀκάθαρτα αὐτῶν καὶ πονηρὰ ζητήματα λύσεις ἰδίας ἔσχε καὶ παρὰ τῶν θείων Γραφῶν πάλαι προλυθείσας. Ὑποστήριζε τοίνυν, ὦ Πάτερ, τὰς ὑπὸ σαυτὸν ἀγέλας, ἐκ τῶν ἀποστολικῶν παρακαλῶν, ἐκ τῶν εὐαγγελικῶν ψυχαγωγῶν, ἐκ τῶν ψαλμῶν συμβουλεύων· Ζῆσόν με, λέγων, κατὰ τὸ λόγιόν σου· λόγιον δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς καρδίας λατρεύειν αὐτῷ. Τοῦτο γὰρ εἰδὼς ὁ αὐτὸς Προφήτης, ὥσπερ ἑαυτὸν μεταφράζων, λέγει· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· ἵνα μὴ ῥυπώδεις λογι-
of the members being nourished, to send away the superfluity: such as the superfluities of the head, hairs, and the watery discharges sent from the head, and the evacuations of the belly, and accordingly also that superfluity of the seminal passages. What sin, therefore, in the name of God, O most God-loving elder, is there when the Master Himself Who fashioned the living creature willed and made these members to have such outlets? But since one must anticipate the objections of wicked men—for they might say: Therefore neither is the actual use a sin, if the organs have been fashioned by the Creator—against this let us stop them by way of question, saying: What sort of use do you mean? The lawful one, which God also permitted, saying, Increase, and multiply, and fill the earth; which the Apostle approved, saying, Marriage is honourable and the bed undefiled; or that which is vulgar, and accomplished secretly and adulterously? For in the other things also that take place in life, we shall find differences arising in some respect: for instance, to murder is not lawful, yet in wars to slay opponents is both lawful and worthy of praise. Thus at all events those who excel in war are deemed worthy of great honours, and pillars are raised for them proclaiming their achievements. So that the same thing in some respect and at some time is not lawful, while in another respect and seasonably it is permitted and conceded. The same reckoning, therefore, holds also concerning intercourse: Blessed is he who in youth, having a free yoke, has used nature for the begetting of children; but if for licentiousness, the punishment written in the Apostle will await fornicators and adulterers. For since there are two roads in life concerning these matters, the one more moderate and belonging to ordinary life—I mean marriage—and the other angelic and unsurpassed, namely virginity: if indeed someone should choose the worldly one, that is, marriage, he does not incur blame, yet he will not receive so great gifts. For he will receive some, since he too bears fruit thirtyfold. But if someone should embrace the chaste and supermundane road, even though the road is rugged compared with the first and hard to achieve, nevertheless it has more wonderful gifts; for it sprouted the perfect fruit, the hundredfold. So that their unclean and wicked questionings had their own solutions resolved long ago from the divine Scriptures also. Support therefore, O Father, the flocks under yourself, exhorting from the apostolic writings, comforting from the evangelical writings, counselling from the Psalms; saying, Quicken me according to Thy word; and His word is to serve Him from a pure heart. For knowing this, the same Prophet, as though paraphrasing himself, says: Create in me a clean heart, O God; so that filthy reason-