τέρας τούτους, ὧν οὐκ ἀποδέχονται τὴν ὁμολογίαν τὴν καλῶς καὶ ἀποστολικῶς γραφεῖσαν; Ἐπεὶ, εἰ νομίζουσιν ἀντιλέγειν δύνασθαι, εἰπάτωσαν, μᾶλλον δὲ ἀποκρινάσθωσαν, ἵνα καὶ ἑαυτοῖς περιπίπτοντες ἐλεγχθῶσιν, εἰ πιστεύουσι λέγοντι τῷ Υἱῷ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα; Ναὶ, εἴποιεν ἂν, ἐπειδὴ γέγραπται, πιστεύομεν. Ἀλλὰ καὶ Πῶς ἕν εἰσι, καὶ πῶς ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε καὶ τὸν Πατέρα, ἐὰν ἐρωτηθῶσιν εἰπεῖν, πάντως που φήσουσι, Δι' ὁμοιότητα· εἰ μὴ τέλεον συμπεπτώκασι τοῖς ἀδελφὰ φρονοῦσιν αὐτοῖς, καὶ λεγομένοις Ἀνομοίοις. Ἀλλ' ἐὰν πάλιν ἐρωτηθῶσι, Πῶς ὅμοιος; ἀποθρασυνόμενοι φήσουσιν· Ἀρετῇ τελείᾳ καὶ συμφωνίᾳ τὸ αὐτὸ θέλειν τῷ Πατρὶ, καὶ μὴ θέλειν ὅπερ ὁ Πατὴρ οὐ θέλει. Ἀλλὰ μαθέτωσαν, ὅτι ἐξ ἀρετῆς καὶ τοῦ θέλειν ὁμοιούμενος τῷ Θεῷ, ἔχει μὲν καὶ τοῦ τρέπεσθαι τὴν προαίρεσιν· οὐκ ἔστι δὲ οὕτως ὁ Λόγος, εἰ μὴ ἄρα ἐκ μέρους καὶ καθ' ἡμᾶς ὅμοιος, ὅτι μὴ καὶ κατ' οὐσίαν ὅμοιός ἐστι. Ταῦτα δὲ ἴδια ἡμῶν τῶν γενητῶν καὶ κτιστὴν ἐχόντων τὴν φύσιν. Καὶ γὰρ καὶ ἡμεῖς, καίτοι μὴ δυνάμενοι ὅμοιοι κατ' οὐσίαν τοῦ Θεοῦ γενέσθαι, ὅμως, ἐξ ἀρετῆς βελτιούμενοι, μιμούμεθα τὸν Θεὸν, χαρισαμένου καὶ τοῦτο τοῦ Κυρίου, καὶ λέγοντος· Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. Γίνεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Τρεπτὰ δὲ τὰ γενητὰ, οὐκ ἄν τις ἀρνήσαιτο, ἀγγέλων μὲν παραβάντων, τοῦ δὲ Ἀδὰμ παρακούσαντος, καὶ πάντων δεομένων τῆς τοῦ Λόγου χάριτος. Τρεπτὸν δὲ ἀτρέπτου ὄντος τοῦ Θεοῦ οὐκ ἂν εἴη ὅμοιον· ὥσπερ οὐδὲ τὸ κτισθὲν τοῦ κτίσαντος. Διὰ τοῦτο περὶ μὲν ἡμῶν σκοπῶν ὁ ἅγιος ἔλεγεν· Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; καὶ, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; θεοὺς λέγων, τοὺς κτισθέντας μὲν, μετόχους δὲ γενομένους τοῦ Λόγου, ὡς αὐτὸς εἶπεν· Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο. Τὰ δὲ μετέχοντα οὐκ ἂν εἴη τὰ αὐτὰ οὐδὲ ὅμοια τοῦ μετεχομένου. Περὶ ἑαυτοῦ γοῦν ἔλεγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὡς τῶν γενητῶν μὴ ὄντων οὕτως. Ἐπεὶ ἀποκρινάσθωσαν οἱ τὴν Ἀρίμηνον προτείνοντες, εἰ κτιστὴ οὐσία δύναται εἰπεῖν· Ἃ βλέπω τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ. Ποιούμενα γάρ ἐστι τὰ γενητὰ, καὶ οὐ ποιοῦντα· εἰ δὲ μή γε, καὶ ἑαυτὰ ἐποίησαν. Ἀμέλει εἰ, ὡς λέγουσι, κτίσμα ἐστὶν ὁ Υἱὸς, καὶ ποιεῖ αὐτὸν ὁ Πατὴρ, πάντως ἂν ἐποίησε καὶ ἑαυτὸν ὁ Υἱὸς, δυνάμενος ποιεῖν ἃ ποιεῖ ὁ Πατὴρ, ὡς εἶπεν αὐτός· ἀλλ' ἄτοπον καὶ λίαν ἀσύστατόν ἐστι τὸ τοιοῦτον· ποιεῖν γὰρ ἑαυτὸν οὐδεὶς δύναται.
thers these men, whose confession, nobly and apostolically written, they do not accept? For if they think that they are able to contradict it, let them say, or rather let them answer—so that falling foul of themselves they may be convicted—whether they believe the Son when He says: I and the Father are one (John 10:30); and: He who has seen Me has seen the Father (John 14:9)? Yes, they would say, since it is written, we believe. Yet if they are asked to say how They are one, and how he who has seen the Son has seen the Father also, they will doubtless say: By likeness; unless they have completely fallen in with those who hold kindred views to theirs and are called Anomoeans. But if they are asked again: How is He like? growing bold they will say: By perfect virtue and harmony in willing the same thing as the Father, and not willing what the Father wills not. But let them learn that he who is likened to God from virtue and willing has also the deliberate choice capable of turning; whereas the Word is not thus, unless indeed He is like only in part and after our manner, because He is not like according to essence also. But these things belong properly to us who are originate and have a created nature. For we also, although unable to become like God according to essence, nevertheless, advancing through virtue, imitate God, the Lord having granted this also to us and saying: Be merciful, even as your Father is merciful (Luke 6:36). Be perfect, even as your heavenly Father is perfect (Matt. 5:48). Now that originate things are mutable, no one would deny, seeing that angels transgressed, and Adam disobeyed, and all stand in need of the grace of the Word. And a mutable thing cannot be like God Who is immutable, just as neither can that which is created be like Him Who created it. On this account, considering us, the saint said: O God, who shall be likened to Thee (Ps. 82:2)? and: Who is like Thee among the gods, O Lord (Ps. 85:8)? calling gods those who were created indeed, yet became partakers of the Word, as He Himself said: If He called them gods, to whom the Word of God came (John 10:35). Now things that partake cannot be the same as nor like that of which they partake. Concerning Himself, therefore, He said: I and the Father are one (John 10:30), inasmuch as originate things are not so. Otherwise, let those who put forward Ariminum answer whether a created essence can say: Whatever things I see the Father doing, these things I also do (John 5:19). For originate things are things made, and not makers; or else they made themselves as well. Indeed, if, as they say, the Son is a creature, and the Father makes Him, the Son would assuredly have made Himself as well, being able to do what the Father does, as He Himself said; but such a thing is absurd and utterly incoherent; for no one is able to make himself.