Migne Reading Room

PG 26 · cols. 1029–1040 · Read from the page

Epistle to the Africans

Epistle to the Africans

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:1029Read from the page
ΤΩΝ ΚΑΤ' ΑΙΓΥΠΤΟΝ ΚΑΙ ΛΙΒΥΗΝ
OF THE NINETY BISHOPS OF EGYPT AND LIBYA
ΕΠΙΣΚΟΠΩΝ ΕΝΕΝΗΚΟΝΤΑ
AND OF THE BLESSED ATHANASIUS
ΚΑΙ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΚΑΤΑ ΑΡΙΑΝΩΝ ΠΡΟΣ ΤΟΥΣ ΕΝ Τῌ ΑΦΡΙΚῌ ΤΙΜΙΩΤΑΤΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ.
EPISTLE AGAINST THE ARIANS TO THE MOST HONOURED BISHOPS IN AFRICA.
1. Ἱκανὰ μὲν τὰ γραφέντα παρά τε τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ ἡμῶν Δαμάσου, τοῦ ἐπισκόπου τῆς μεγάλης Ῥώμης, καὶ τῶν σὺν αὐτῷ τοσούτων συνελθόντων ἐπισκόπων· οὐδὲν δὲ ἧττον καὶ τὰ τῶν ἄλλων γενομένων συνόδων ἔν τε τῇ Γαλλίᾳ καὶ τῇ Ἰταλίᾳ περὶ τῆς ὑγιαινούσης πίστεως, ἣν ὁ μὲν Χριστὸς ἐχαρίσατο, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν, καὶ οἱ Πατέρες παραδεδώκασιν οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἀπὸ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης. Τοσαύτη γὰρ γέγονε τότε σπουδὴ διὰ τὴν Ἀρειανὴν αἵρεσιν, ἵνα οἱ μὲν πεπτωκότες εἰς αὐτὴν ἀνασπασθῶσιν, οἱ δὲ ἐφευρόντες ἔκδηλοι γένωνται. Ταύτῃ γοῦν καὶ πάλαι πᾶσα ἡ οἰκουμένη συμπεφώνηκε, καὶ νῦν δὲ πολλῶν συνόδων γενομένων, ὑπομνησθέντες πάντες οἵ τε κατὰ τὴν Δαλματίαν, καὶ Δαρδανίαν, καὶ Μακεδονίαν, Ἠπείρους τε καὶ τὴν Ἑλλάδα, καὶ Κρήτην, καὶ τὰς ἄλλας νήσους, Σικελίαν τε καὶ Κύπρον, καὶ Παμφυλίαν, Λυκίαν τε καὶ Ἰσαυρίαν, καὶ πᾶσάν τε τὴν Αἴγυπτον καὶ τὰς Λιβύας, καὶ πλεῖστοι τῶν ἐν τῇ Ἀραβίᾳ ταύτην ἐπέγνωσαν· καὶ ἐθαύμασάν τε τοὺς ὑπογράψαντας, ὅτι, εἰ καί τι περιελέλειπτο παρ' αὐτοῖς ἐκ τῆς ῥίζης τῶν Ἀρειανῶν ἄνω φύουσα πικρία, Αὐξέντιόν φαμεν καὶ Οὐρσάκιον, καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς, διὰ τῶν γραμμάτων τούτων ἐξεκόπησαν καὶ ἀπελείφθησαν. Ἱκανὰ μὲν οὖν τὰ ἐν τῇ Νικαίᾳ ὁμολογηθέντα, καὶ αὐτάρκη, καθὰ προείπομεν, πρός τε ἀνατροπὴν πάσης ἀσεβοῦς αἱρέσεως, καὶ πρὸς ἀσφάλειαν καὶ ὠφέλειαν τῆς ἐκκλησιαστικῆς διδασκαλίας. Ἐπειδὴ δὲ ἠκούσαμεν, ὅτι τινὲς, βουλόμενοι μάχεσθαι
1. Sufficient indeed are the things written both by our beloved fellow-minister Damasus, the bishop of great Rome, and by the so many bishops who assembled with him; and no less also the decrees of the other synods held both in Gaul and in Italy concerning the sound faith, which Christ indeed bestowed, and the apostles preached, and the Fathers handed down who assembled at Nicaea from the whole inhabited world known to us. For so great was the zeal that arose at that time on account of the Arian heresy, so that those who had fallen into it might be drawn back up, while those who had invented it might be made manifest. With this faith, therefore, the whole inhabited world agreed of old, and now also, many synods having been held, all having been reminded—both those throughout Dalmatia, and Dardania, and Macedonia, the Epiruses and Greece, and Crete, and the other islands, Sicily and Cyprus, and Pamphylia, Lycia and Isauria, and the whole of Egypt and the Libyas, and most of those in Arabia—have recognized this faith; and they marvelled at those who subscribed, because, even if any bitterness springing up from the root of the Arians had remained among them—we mean Auxentius and Ursacius and Valens and those who hold the same views as they—through these letters they have been cut off and left behind. Sufficient, therefore, are the things confessed at Nicaea, and self-sufficient, just as we said before, both for the overthrow of every impious heresy and for the security and benefit of the ecclesiastical teaching. But since we have heard that certain men, wishing to fight
PG 26:1032Read from the page
πρὸς αὐτὴν, ὀνομάζειν ἐπιχειροῦσι σύνοδόν τινα ὡς ἐν Ἀριμήνῳ γενομένην, καὶ φιλονεικοῦσι ταύτην μᾶλλον ἢ ἐκείνην κρατεῖν· ἀναγκαῖον ἡγησάμεθα γράψαι καὶ ὑπομνῆσαι ὑμᾶς, ἵνα μὴ ἀνέχησθε τῶν τοιούτων· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ πάλιν τῆς Ἀρειανῆς αἱρέσεως παραφυάς. Οἱ γὰρ τὴν κατ' αὐτῆς σύνοδον γενομένην παραιτούμενοι (ἔστι δὲ ἡ ἐν Νικαίᾳ γενομένη), τί ἕτερον βούλονται, ἢ τὰ Ἀρείου κρατεῖν; Τίνος οὖν ἄξιοι οἱ τοιοῦτοι ἢ Ἀρειανοὶ μὲν καλεῖσθαι, τῆς αὐτῆς δὲ ἐπιτιμίας ἐκείνοις μετασχεῖν; οἳ μήτε τὸν Θεὸν ἐφοβήθησαν λέγοντα· Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες
against it, they attempt to name a certain synod as having taken place at Ariminum, and contend that this one rather than that should prevail; we deemed it necessary to write and remind you, that you may not endure such men; for this is nothing other than once again an offshoot of the Arian heresy. For those who reject the synod that took place against it (and that is the one that took place at Nicaea), what else do they wish than that the doctrines of Arius should prevail? Of what then are such men worthy, other than both to be called Arians and to share in the same punishment as those men?—who neither feared God when He says: Remove not eternal boundaries, which thy fathers set (Prov. 22:28)
2. Διὰ τοῦτο γὰρ καὶ οἰκουμενικὴ γέγονεν ἡ ἐν Νικαίᾳ σύνοδος, τριακοσίων δέκα καὶ ὀκτὼ συνελθόντων ἐπισκόπων περὶ τῆς πίστεως διὰ τὴν Ἀρειανὴν ἀσέβειαν· ἵνα μηκέτι κατὰ μέρος προφάσει πίστεως γίνωνται· ἀλλὰ, κἂν γένωνται, μὴ κρατῶσι. Τί γὰρ ἐκείνῃ λείπει, ἵνα καινότερα ζητήσῃ τις; Πλήρης ἐστὶν εὐσεβείας, ἀγαπητοί· αὕτη πᾶσαν τὴν οἰκουμένην πεπλήρωκε. Ταύτην ἔγνωσαν καὶ Ἰνδοὶ, καὶ ὅσοι παρὰ τοῖς ἄλλοις βαρβάροις εἰσὶ Χριστιανοί. Οὐκοῦν μάταιος ὁ κάματος τοῖς κστ' αὐτῆς πολλάκις ἐπιχειρήσασιν. Ἤδη γὰρ οἱ τοιοῦτοι δέκα καὶ πλέον που συνόδους πεποιήκασι, καθ' ἑκάστην μεταβαλλόμενοι, καὶ τὰ μὲν ἀπὸ τῶν πρώτων ἀφαιροῦντες, τὰ δὲ ταῖς μετὰ ταῦτα ἐναλλάσσοντες καὶ προστιθέντες. Καὶ ὤνησαν οὐδὲν μέχρι νῦν γράφοντες, ἐξαλείφοντες, βιαζόμενοι, οὐκ εἰδότες, ὅτι Πᾶσα μὲν φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐράνιος, ἐκριζωθήσεται· τὸ δὲ ῥῆμα τοῦ Κυρίου τὸ διὰ τῆς οἰκουμενικῆς συνόδου ἐν τῇ Νικαίᾳ γενόμενον μένει εἰς τὸν αἰῶνα. Ἄν τε γὰρ ἀριθμὸν ἀριθμῷ τις συμβάλῃ, πλείους οἱ ἐν Νικαίᾳ τῶν κατὰ μέρος εἰσὶν, ὅσον καὶ τὸ ὅλον πλεῖόν ἐστι τοῦ μέρους· ἄν τε τὸ αἴτιον τῆς ἐν Νικαίᾳ καὶ τῶν μετ' αὐτὴν τοσούτων γενομένων συνόδων παρὰ τούτων διαγνῶναι τις ἐθέλοι, εὕροι ἂν τὴν μὲν ἐν Νικαίᾳ ἔχουσαν τὸ αἴτιον εὔλογον, τὰς δὲ ἄλλας διὰ μῖσος καὶ φιλονεικίαν ἐκ βίας συγκροτηθείσας. Ἡ μὲν γὰρ διὰ τὴν Ἀρειανὴν αἵρεσιν καὶ διὰ τὸ Πάσχα συνήχθη· ἐπειδὴ οἱ κατὰ Συρίαν, καὶ Κιλικίαν, καὶ Μεσοποταμίαν διεφώνουν πρὸς ἡμᾶς, καὶ τῷ καιρῷ, ἐν ᾧ ποιοῦσιν οἱ Ἰουδαῖοι, ἐποίουν καὶ αὐτοί. Ἀλλὰ χάρις τῷ Κυρίῳ, ὥσπερ περὶ τῆς πίστεως, οὕτω καὶ περὶ τῆς ἁγίας ἑορτῆς γέγονε συμφωνία. Καὶ τοῦτο ἦν τὸ αἴτιον τῆς ἐν Νικαίᾳ συνόδου· αἱ δὲ μετὰ ταύτην
2. For on this account also the synod at Nicaea was made oecumenical, three hundred and eighteen bishops having assembled concerning the faith on account of the Arian impiety: that synods might no longer be held in particular places on the pretext of faith; and that, even if they should be held, they might not prevail. For what is lacking to that synod, that anyone should seek newer things? It is full of piety, beloved; this synod has filled the whole world. This the Indians also have recognized, and all the Christians who are among the other barbarians. Vain therefore is the toil of those who have oftentimes made attempts against it. For already such men have made ten and more synods, changing at each one, both taking away some things from the former ones, and altering and adding other things in those that followed after. And they have profited nothing up to now by writing, blotting out, and using force, not knowing that Every plant which the heavenly Father has not planted shall be rooted up (Matt. 15:13); whereas the word of the Lord which came through the oecumenical synod at Nicaea abides for ever (1 Pet. 1:25). For whether one compares number with number, those at Nicaea are more than the local ones, by as much as the whole is greater than the part; or whether one should wish to discern from these things the cause of the synod at Nicaea and of the so many synods held by these men after it, he would find that the one at Nicaea had a reasonable cause, whereas the others were convoked by force out of hatred and contentiousness. For the former was assembled on account of the Arian heresy and on account of the Pasch, since those in Syria, Cilicia, and Mesopotamia disagreed with us, and kept it at the season in which the Jews keep it. But thanks be to the Lord, just as concerning the faith, so also concerning the holy feast, agreement was reached. And this was the cause of the synod at Nicaea; whereas those after this
Notes, col. 1032

On the reading

Printed κστ', for κατ'.

PG 26:1033Read from the page
3. Τούτων δὲ οὕτω δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμηνον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν Πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ Ἀριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντιθέντα προκρίνοντας; Τίς δὲ τούτοις συνελθεῖν ἐθελήσοι τοῖς ἀνθρώποις, μηδὲ τὰ ἑαυτῶν ἀποδεχομένοις; Οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προείπαμεν, συνόδοις, ἄλλοτε ἄλλα γράφοντες, δῆλοί εἰσιν ἑκάστης αὐτοὶ κατήγοροι γινόμενοι. Πάσχουσι δέ τι τοιοῦτον, οἷον καὶ οἱ τότε τῶν Ἰουδαίων προδόται πεπόνθασιν· ὡς γὰρ ἐκεῖνοι, καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος, ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν, γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ· οὕτως οὗτοι, μαχόμενοι πρὸς τὴν μίαν καὶ οἰκουμενικὴν σύνοδον, ὤρυξαν ἑαυτοῖς συνόδους πολλάς· καὶ πᾶσαι κεναὶ, αἳ παρ' αὐτοῖς ὡς δράγμα μὴ ἔχον ἰσχὺν ἐφάνησαν. Μὴ τοίνυν ἀνεχώμεθα τῶν τὴν Ἀρίμηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ γενομένην. Καὶ γὰρ καὶ αὐτοὶ οἱ τὴν Ἀρίμηνον ὀνομάζοντες ἐοίκασι μὴ εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα· ἦ γὰρ ἂν ἐσιώπησαν. Οἴδατε γὰρ, ἀγαπητοὶ, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων ἐξ ὑμῶν εἰς τὴν Ἀρίμηνον, ὡς Οὐρσάκιος καὶ Οὐάλης, Εὐδόξιος καὶ Αὐξέντιος, ἐκεῖ δὲ ἦν σὺν αὐτοῖς καὶ Δημόφιλος, καθηρέθησαν, θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν· ὅτε καὶ ἀπαιτηθέντες ἀναθεματίσαι τὴν Ἀρειανὴν αἵρεσιν, παρῃτήσαντο, καὶ μᾶλλον αὐτῆς ἤθελον εἶναι προστάται. Οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς γνήσιοι δοῦλοι τοῦ Κυρίου καὶ ὀρθῶς πιστεύοντες, ἦσαν δὲ ἐγγὺς διακόσιοι, ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ, καὶ μηδὲν πλέον ἢ ἔλαττον παρ' ἐκείνην ζητεῖν ἢ φρονεῖν. Ταῦτα καὶ Κωνσταντίῳ δεδηλώκασι, τῷ καὶ τὴν σύνοδον κελεύσαντι γενέσθαι. Ἀλλ' οἱ ἐν τῇ Ἀριμήνῳ καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασιν ὑβρισθῆναι μὲν, ἀπειλὰς δὲ γενέσθαι, μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κατ' αὐτῶν ἀποφηναμένους, βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι· ὥστε τῶν παρ' αὐτῶν καινοτομουμένων ἀνέχεσθαι.
3. Since these things are thus demonstrated, who will accept those who name Ariminum or any other synod beside the one at Nicaea? Or who would not hate those who set at naught the decrees of the Fathers, and prefer the newer things put together at Ariminum in contentiousness and force? And who would wish to associate with these men, who do not even accept their own declarations? For by writing different things at different times in their ten or more synods, as we said before, they manifestly become themselves the accusers of each one. And they suffer something like what the betrayers among the Jews at that time suffered: for just as those men, having forsaken the only fountain of living water, dug for themselves broken cisterns, which will not be able to hold water, as this is written in the prophet Jeremiah (Jer. 2:13); so these men, fighting against the one and oecumenical synod, dug for themselves many synods; and all of them have proved empty, appearing among them like a handful having no strength (Hos. 8:7). Let us therefore not endure those who name Ariminum or any other synod beside the one that took place at Nicaea. For indeed even those very men who name Ariminum seem not to know what was done in it; for otherwise they would have kept silent. For you know, beloved, having learned it yourselves also from those who went from among you to Ariminum, how Ursacius and Valens, Eudoxius and Auxentius—and Demophilus also was there with them—were deposed when they wished to write things other than those decreed at Nicaea; when, on being demanded to anathematize the Arian heresy, they refused, and preferred rather to be its patrons. Whereas the bishops, the truly genuine servants of the Lord and orthodox believers—and they were nearly two hundred—wrote that they were satisfied with the synod at Nicaea alone, and neither sought nor thought anything more or less beside it. These things they also made known to Constantius, who had ordered the synod to take place. But those who had been deposed at Ariminum, having gone off to Constantius, caused those who had pronounced against them to be treated with insolence, and threats to be made that they should not return to their own dioceses, and to suffer violence in Thrace in that very winter, so that they might submit to the innovations devised by them.
4. Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων, καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι, λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογη-
4. If therefore some name Ariminum, let them show first the deposition of the aforesaid men, and the things which the bishops wrote, saying that they sought nothing more than the things confessed at Nicaea by the Fathers
PG 26:1036Read from the page
θέντων, μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ' ἐκείνην. Ἀλλὰ ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα προβάλλονται· ἐξ ὧν δείκνυνται, τῆς μὲν Ἀρειανῆς αἱρέσεως ὄντες ὑποκριταὶ, ἀλλότριοι δὲ τῆς ὑγιαινούσης πίστεως. Καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον, καὶ τὰς παρ' ἐκείνων ἄν τις ἐξετάζειν ἐκ παραλλήλου θέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεοσέβειαν, τῶν δὲ τὴν ἀλογίαν. Οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγησαν τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν· οὗτοι δὲ καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες, καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμήνῳ, γράφειν ἐτόλμησαν, μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν Θεόν. Ἐκ δὴ τούτων σκοπεῖν ἔξεστιν, ἀδελφοὶ, ὡς οἱ μὲν ἐν Νικαίᾳ τῶν Γραφῶν πνέουσι, λέγοντος αὐτοῦ τοῦ Θεοῦ ἐν μὲν τῇ Ἐξόδῳ· Ἐγώ εἰμι ὁ ὤν· διὰ δὲ τοῦ Ἱερεμίου· Τίς ἐστιν ἐν ὑποστήματι αὐτοῦ, καὶ εἶδε τὸν λόγον αὐτοῦ; καὶ μετ' ὀλίγον· Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου, καὶ ἤκουσαν τῶν λόγων μου. Ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ, καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν· ὅπερ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγων· Καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως. Ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν. Ἔστι γὰρ καὶ ὑπάρχει. Τοῦτο νοῶν καὶ ὁ Παῦλος, ἔγραψεν Ἑβραίοις· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Οὗτοι δὲ οἱ δοκοῦντες εἰδέναι τὰς Γραφὰς, καὶ ὀνομάζοντες ἑαυτοὺς εἶναι σοφοὺς, μὴ θέλοντες ὑπόστασιν λέγειν ἐπὶ Θεοῦ (τοῦτο γὰρ ἔγραψαν ἐν τῇ Ἀριμήνῳ καὶ ἐν ἄλλαις ἑαυτῶν συνόδοις), πῶς οὐ δικαίως καθηρέθησαν, λέγοντες καὶ αὐτοὶ, ὡς ἄφρων ἐν καρδίᾳ, Οὐκ ἔστι Θεός; Πάλιν τε οἱ Πατέρες ἐδίδαξαν ἐν τῇ Νικαίᾳ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν Υἱὸν Λόγον, ἀναγνόντες· Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ, Ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη καὶ συνέστηκεν. Οὗτοι δὲ οἱ μᾶλλον Ἀρειανοὶ ἢ Χριστιανοὶ ὄντες, ἐν ταῖς ἄλλαις ἑαυτῶν συνόδοις κτίσμα τετολμήκασιν εἰπεῖν αὐτὸν, καὶ ἕνα τῶν ποιημάτων, ὧν αὐτός ἐστιν ὁ Λόγος δημιουργὸς καὶ ποιητής. Εἰ γὰρ δι' αὐτοῦ τὰ πάντα γέγονε, κτίσμα δέ ἐστι καὶ αὐτός· εἴη ἂν καὶ ἑαυτὸν κτίζων. Καὶ πῶς δύναται τὸ κτιζόμενον, κτίζειν; ἢ πῶς ὁ κτίζων κτίζεται;
nor to name any other synod beside that one. But these things they conceal, while they put forward what was done by force in Thrace; whereby they are shown to be play-actors of the Arian heresy, and strangers to the sound faith. And if anyone should wish to examine side by side both that great synod itself and the synods held by those men, he would find the godliness of the former and the irrationality of the latter. Those who assembled at Nicaea did not assemble after having been deposed, but also confessed that the Son is of the essence of the Father; whereas these men, after having been deposed both once and a second time, and a third time in Ariminum itself, dared to write that one ought not to say that God has essence or hypostasis. From these things one may perceive, brethren, how those at Nicaea breathe the spirit of the Scriptures, since God Himself says in Exodus: I am He Who is (Exod. 3:14); and through Jeremiah: Who is in His counsel, and has seen His word? and a little further on: And if they had stood in My hypostasis, and had heard My words (Jer. 23:18, 22). Now hypostasis is essence, and has no other signification than very being itself; which Jeremiah calls existence when he says: And they did not hear the voice of existence (Jer. 9:10). For hypostasis and essence are existence: for He is and exists. Understanding this, Paul also wrote to the Hebrews: Who being the brightness of His glory, and the express image of His hypostasis (Heb. 1:3). How then were these men, who think that they know the Scriptures and call themselves wise, yet are unwilling to speak of hypostasis in regard to God (for this they wrote at Ariminum and in their other synods), not justly deposed, saying even themselves, like the fool in his heart: There is no God (Ps. 13:1)? And again, the Fathers taught at Nicaea that the Son and Word is not a creature or a work, having read: All things came into being through Him (John 1:3); and: In Him all things were created and consist (Col. 1:16). Whereas these men, being Arians rather than Christians, in their other synods have dared to call Him a creature, and one of the works, of which the Word Himself is framer and maker. For if all things have come into being through Him, and He Himself also is a creature, He would be creating Himself as well. And how can that which is created create? Or how is He Who creates created?
5. Ἀλλ' οὐδὲ οὕτως αἰσχύνονται, τοιαῦτα λέγοντες, ἐφ' οἷς μισητοὶ καὶ παρὰ πᾶσίν εἰσιν, ὀνομάζοντες μὲν ἁπλῶς Ἀρίμηνον, δεικνύμενοι δὲ καὶ ἐν αὐτῇ καθαιρεθέντες. Καὶ αὐτὸ δὲ τὸ ἐν Νικαίᾳ γεγραμμένον, ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, οὗ χάριν προσποιοῦνται μάχεσθαι πρὸς τὴν σύνοδον, καὶ
5. Yet not even so are they ashamed when they say such things, for which they are hateful even among all men, merely naming Ariminum, while being shown to have been deposed in it as well. And as for that very phrase written at Nicaea, that the Son is consubstantial with the Father, on account of which they pretend to fight against the synod, and
PG 26:1037Read from the page
περιβομβοῦσιν, ὡς κώνωπες, πανταχοῦ περὶ τῆς λέξεως, ἢ ὡς ἀγνοοῦντες προσκόπτουσιν εἰς αὐτὸ, ὡς οἱ προσκόπτοντες εἰς τὸν τεθέντα λίθον ἐν Σιὼν προσκόμματος· ἢ γινώσκουσι μὲν, διὰ τοῦτο δὲ μάχονται καὶ συνεχῶς γογγύζουσιν, ὅτι κατὰ τῆς αἱρέσεώς ἐστιν αὐτῶν ἀληθῶς αὕτη καὶ ἀκριβὴς ἀπόφασις. Οὐ γὰρ αἱ λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ' ἡ ἐν αὐτῇ γενομένη κατάκρισις αὐτῶν. Καὶ τούτων δὲ πάλιν αἴτιοι γεγόνασιν αὐτοὶ, καὶ ει τοῦτο κρύπτειν αὐτοὶ θέλουσι, καίτοι γινώσκοντες, ἀλλ' ἡμᾶς ἀκόλουθον εἰπεῖν· ἵνα καὶ ἐκ τούτων ἡ μετὰ ἀληθείας ἀκρίβεια τῆς μεγάλης συνόδου δειχθῇ. Τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν· τὸ Ἐξ οὐκ ὄντων· καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν Υἱόν· καὶ, Ἦν ποτε, ὅτε οὐκ ἦν· καὶ ὅτι τρεπτῆς ἐστι φύσεως· τὰς δὲ τῶν Γραφῶν ὁμολογουμένας γράψαι· ὅτι τε ἐκ τοῦ Θεοῦ τῇ φύσει μονογενής ἐστιν ὁ Λόγος, δύναμις, σοφία μόνη τοῦ Πατρὸς, Θεὸς ἀληθινὸς, ὡς εἶπεν ὁ Ἰωάννης· καὶ ὡς ἔγραψεν ὁ Παῦλος, ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως· οἱ περὶ Εὐσέβιον, ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι, διελάλουν ἀλλήλοις· Συνθώμεθα· καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα· καὶ, Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν· Πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Ἀλλ' οἱ ἐπίσκοποι, θεωρήσαντες τὴν πανουργίαν ἐκείνων, καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ Θεοῦ, καὶ ἔγραψαν, ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἶναι τὸν Υἱόν· ἵνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ' ἑαυτῶν χωρὶς αἰτίου εἶναι, ἀλλὰ ἀρχὴν ἔχειν τοῦ γενέσθαι, λέγηται ἐκ τοῦ Θεοῦ· ὁ δὲ Υἱὸς μόνος ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας· τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ Λόγου πρὸς Πατέρα. Καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη. Πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους, εἴπερ λέγοιεν, τὸν Υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν, σοφίαν μόνην τοῦ Πατρὸς, καὶ εἰκόνα ἀΐδιον, ἀπαράλλακτον κατὰ πάντα τοῦ Πατρὸς, καὶ Θεὸν ἀληθινὸν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις, ὅτι καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς καὶ εἰκὼν καὶ δόξα Θεοῦ λεγόμεθα, καὶ περὶ ἡμῶν εἴρηται·
buzz around everywhere like gnats about the word—either they stumble against it in ignorance, like those who stumble against the stone of stumbling laid in Sion (Rom. 9:33); or else they know indeed, yet fight and continually murmur on this account, because this declaration is truly and accurately directed against their heresy. For it is not the words that grieve them, but their own condemnation effected in it. And of these things again they themselves have become the cause; and even if they themselves wish to conceal this, although knowing it, yet it is fitting for us to state it, in order that from these things also the truthful accuracy of the great synod may be shown. For when the assembled bishops wished to abolish the impious phrases invented by the Arians—namely, Out of nothing, and saying that the Son is a creature and a work, and There was once when He was not, and that He is of a mutable nature—and to write the acknowledged phrases of the Scriptures, namely, that the Word is by nature only-begotten from God, the power, the sole wisdom of the Father, true God, as John said (1 John 5:20), and, as Paul wrote, the brightness of the glory and express image of the hypostasis of the Father (Heb. 1:3): the party of Eusebius, drawn along by their own perverse opinion, were saying to one another: Let us agree; for we also are from God; for there is one God, from Whom are all things (1 Cor. 8:6); and: Old things have passed away, behold, all things have become new. And all things are from God (2 Cor. 5:17-18). And they also reckoned upon what is written in The Shepherd: First of all believe that God is one, Who created and set in order all things, and made them to be out of what is not. But the bishops, beholding their craftiness and the evil artifice of their impiety, expressed more clearly the sense of from God, and wrote that the Son is from the essence of God: in order that the creatures, because they do not exist of themselves without a cause, but have a beginning of coming to be, may be said to be from God; whereas the Son alone is proper to the essence of the Father; for this belongs properly to the only-begotten and true Word in relation to the Father. And such was the reason for the writing of from the essence. And again, when the bishops asked those few who seemed to hesitate whether they would say that the Son is not a creature, but the power, the sole wisdom of the Father, and the eternal image, unvarying in all respects from the Father, and true God, the party of Eusebius were caught nodding to one another that these things also apply to us as well: for we also are called the image and glory of God (1 Cor. 11:7), and concerning us it is said:
Notes, col. 1037

On the reading

Printed ει, for εἰ.

PG 26:1040Read from the page
Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες. Καὶ δυνάμεις πολλαί εἰσι· Καὶ ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου. Ἡ δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται δύναμις μεγάλη. Καὶ, Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ἀλλὰ γὰρ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ Θεοῦ ἔχομεν, οὐχ ἁπλῶς, ἀλλ' ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. Εἰ δὲ καὶ Θεὸν ἀληθινὸν λέγουσι τὸν Υἱὸν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ, ἀληθινός ἐστιν.
For we who live are always (2 Cor. 4:11). And there are many powers: And all the power of the Lord went out from the land of Egypt (Exod. 12:41). And the palmerworm and the locust are called a great power (Joel 2:25). And: The Lord of powers is with us, the God of Jacob is our helper (Ps. 45:8). Moreover, our being proper to God we possess not simply, but because He also called us brethren. And if they also call the Son true God, it does not grieve us; for having come into being, He is true.
6. Αὕτη τῶν Ἀρειανῶν ἡ ἐφθαρμένη διάνοια. Ἀλλὰ καὶ ἐνταῦθα οἱ ἐπίσκοποι, θεωρήσαντες ἐκείνων τὸ δόλιον, συνήγαγον ἐκ τῶν Γραφῶν τὸ ἀπαύγασμα, τήν τε πηγὴν καὶ τὸν ποταμὸν, καὶ τὸν χαρακτῆρα πρὸς τὴν ὑπόστασιν, καὶ τὸ, Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· καὶ τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ λευκότερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱόν· τὰ γὰρ προειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν. Καὶ ὁ γογγυσμὸς αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγχεται παρ' αὐτῶν μάταιος, ἐξ ἀγράφων ἀσεβήσαντες· ἄγραφα δὲ τὸ, Ἐξ οὐκ ὄντων, καὶ τὸ, Ἦν ποτε, ὅτε οὐκ ἦν· αἰτιῶνται, ὅτι ἐξ ἀγράφων μετ' εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν. Αὐτοὶ μὲν ὡς ἐκ κοπρίας ὄντες, ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς· οἱ δὲ ἐπίσκοποι, οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις, ἀλλ' ἐκ Πατέρων ἔχοντες τὴν μαρτυρίαν, οὕτως ἔγραψαν. Ἐπίσκοποι γὰρ ἀρχαῖοι πρὸ ἐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα τῆς μεγάλης Ῥώμης καὶ τῆς ἡμετέρας πόλεως γράφοντες ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν Υἱὸν καὶ μὴ ὁμοούσιον τῷ Πατρί· καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας ἐν αὐτῇ τῇ ἐν Νικαίᾳ συνόδῳ, ἔγραψε τοῖς ἰδίοις διαβεβαιούμενος, ὅτι καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας, ἔγνωμεν ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνόματι.
6. Such was the corrupt mind of the Arians. Yet here also the bishops, beholding their deceitfulness, gathered from the Scriptures the brightness, the fountain and the river, and the express image in relation to the hypostasis, and the saying: In Thy light we shall see light (Ps. 35:10); and the saying: I and the Father are one (John 10:30). And so more clearly and concisely they wrote that the Son is consubstantial with the Father; for all the aforesaid expressions have this signification. And their murmuring that the words are unscriptural is convicted by their own selves as vain, since they have been impious out of unscriptural phrases—for unscriptural are Out of nothing, and There was once when He was not—yet they complain that they were condemned by unscriptural words piously understood. They indeed, as being from a dunghill, spoke truly from the earth; whereas the bishops, not having invented the words for themselves, but having the testimony from the Fathers, wrote thus. For ancient bishops, nearly a hundred and thirty years ago, both of great Rome and of our city, in their writings censured those who say that the Son is a work and not consubstantial with the Father; and this Eusebius, who was bishop of Caesarea, knew: who, though formerly concurring with the Arian heresy, yet afterwards having subscribed in the synod at Nicaea itself, wrote to his own people affirming: We know that certain learned and illustrious bishops and writers even among the ancients used the term consubstantial in regard to the divinity of the Father and the Son.
7. Τί οὖν ἔτι τὴν Ἀρίμηνον ὀνομάζουσιν, ἐν ᾗ καθηρέθησαν; Τί παραιτοῦνται τὴν ἐν Νικαίᾳ σύνοδον, ἐν ᾗ καὶ οἱ Πατέρες αὐτῶν ὑπέγραψαν, καὶ ὡμολόγησαν ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί; τί περιτρέχουσιν; οὐ γὰρ πρὸς μόνους τοὺς ἐν Νικαίᾳ ἐπισκόπους συνελθόντας, ἀλλὰ γὰρ καὶ πρὸς τοὺς ἑαυτῶν μεγάλους ἐπισκόπους, καὶ πρὸς τοὺς ἰδίους λοιπὸν μάχονται. Τίνων οὖν εἰσι κληρονόμοι καὶ διάδοχοι; πῶς δύνανται λέγειν Πα-
7. Why then do they still name Ariminum, in which they were deposed? Why do they reject the synod at Nicaea, in which their own Fathers also subscribed, and confessed that the Son is from the essence of and consubstantial with the Father? Why do they run about? For it is not only against the bishops who assembled at Nicaea, but indeed both against their own great bishops and against their own people that they now fight. Of whom then are they heirs and successors? How can they call Fa-