PG 26:816Read from the pageσει· αἴτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχισμάτων τῇ καθολικῇ Ἐκκλησίᾳ. Ἡ μὲν γὰρ ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν Κύριον πίστις φανερὰ πᾶσι καθέστηκεν, ἐκ τῶν θείων Γραφῶν γινωσκομένη τε καὶ ἀναγινωσκομένη. Ἐν ταύτῃ γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτύρησαν, καὶ νῦν ἀναλύσαντές εἰσιν ἐν Κυρίῳ· καὶ ἔμεινεν ἂν ἡ πίστις ἀβλαβὴς διὰ παντὸς, ει μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν. Ἄρειος γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθεῖραι ταύτην, καὶ ἀσέβειαν κατ' αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ ποίημα καὶ τρεπτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. Πολλοὺς δὲ τούτοις ἠπάτησαν τοῖς λόγοις, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῇ βλασφημίᾳ· καίτοι φθάσαντες μὲν οἱ ἅγιοι Πατέρες ἡμῶν συνελθόντες, ὡς προείπομεν, κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον, ἀνεθεμάτισαν· τὴν δὲ τῆς καθολικῆς Ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγράφως, ὥστε, ταύτης πανταχοῦ κηρυττομένης, ἀποσβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν. Ἦν μὲν οὖν αὕτη πανταχοῦ κατὰ πᾶσαν Ἐκκλησίαν ἀδόλως γινωσκομένη τε καὶ κηρυττομένη· ἀλλ' ἐπειδὴ νῦν, τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοί τινες, ταύτην μὲν τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν ἐτόλμησαν ἀθετῆσαι, καὶ σχηματίζονται μὲν ὁμολογεῖν αὐτὴν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ αὐτοὶ βλασφημοῦντες εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι αὐτὸ, καὶ ποίημα διὰ τοῦ Υἱοῦ γεγενῆσθαι· ἀναγκαίως, θεωρήσαντες τὴν τῆς ἐκ τοιαύτης βλασφημίας βλάβην γινομένην κατὰ τῶν λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐλαβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν
and have become authors of heresy and schisms for the Catholic Church. For the true and pious faith in the Lord has stood manifest to all, being both known and read from the divine Scriptures. For in this the saints also, having been perfected, bore witness as martyrs, and now having departed are in the Lord; and the faith would have remained unharmed continually, had not the wickedness of certain heretics dared to counterfeit it. For a certain Arius and those with him attempted to corrupt it and to bring in impiety against it, alleging that the Son of God is out of nothing, and a creature, and a work, and mutable. And with these words they deceived many, so that even those who seemed to be something were carried away together with their blasphemy; although our holy Fathers, having anticipated them by assembling, as we said before, at the Synod in Nicaea, anathematized it, and confessed the faith of the Catholic Church in writing, so that, when this was proclaimed everywhere, the heresy kindled by the heretics might be extinguished. This faith, therefore, was everywhere throughout every Church sincerely known and proclaimed; but since now certain men, wishing to renew the Arian heresy, have dared to set aside this faith confessed at Nicaea by the Fathers, and pretend indeed to confess it, while in truth they deny it, misinterpreting the term consubstantial, and themselves also blaspheming against the Holy Spirit, in that they allege that He is a creature, and has come into being as a work through the Son; of necessity, having beheld the harm arising against the peoples from such blasphemy, to deliver to your piety the faith confessed at Nicaea
2. Γίνωσκε γὰρ, θεοφιλέστατε Αυγουστε, ὅτι ταῦτα μὲν ἐξ αἰῶνός ἐστι κηρυττόμενα, ταύτην δὲ οἱ ἐν Νικαίᾳ συνελθόντες ὡμολόγησαν Πατέρες, καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ κατὰ τόπον Ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν, καὶ Βρετανίαν, καὶ Γαλλίας, καὶ τῆς Ἰταλίας πάσης, καὶ Δαλματίας, Δακίας τε καὶ Μυσίας, Μακεδονίας, καὶ πάσης τῆς Ἑλλάδος, καὶ κατὰ τὴν Ἀφρι-
2. For know, O most God-beloved Augustus, that these things have been proclaimed from of old, and this faith the Fathers who assembled at Nicaea confessed, and in agreement with it are all the local Churches everywhere, both those in Spain, and Britain, and the Gauls, and of all Italy, and of Dalmatia, Dacia and Moesia, Macedonia, and of all Greece, and throughout Afri-
Notes, col. 816
On the reading
Printed Αυγουστε, for Αὔγουστε.
PG 26:817Read from the pageκὴν πᾶσαν, καὶ Σαρδανίαν, καὶ Κύπρον, καὶ Κρήτην, Παμφυλίαν τε, καὶ Λυκίαν, καὶ Ἰσαυρίαν, καὶ αἱ κατ' Αἴγυπτον καὶ τὰς Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν, καὶ αἱ πλησίον ἡμῶν, καὶ αἱ κατὰ ἀνατολὰς Ἐκκλησίαι, παρὲξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων. Ἁπάντων γὰρ τῶν προειρημένων καὶ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην, καὶ γράμματα ἔχομεν. Καὶ οἶδας, ὦ θεοφιλέστατε Αὔγουστε, ὅτι, κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν, πάσης τῆς οἰκουμένης τὴν ἀποστολικὴν πίστιν κρατούσης. Ἐκεῖνοι γὰρ, πολλῷ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως, φιλονεικότερον ἀνθίστανται νῦν τῇ εὐσεβείᾳ. Καὶ ὑπὲρ τοῦ γινώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γινώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν
ca, and Sardinia, and Cyprus, and Crete, and Pamphylia, and Lycia, and Isauria, and the Churches in Egypt and the Libyas and Pontus and Cappadocia, and those near us, and those in the East, except for a few who hold the sentiments of Arius. For of all the aforesaid we both know the mind by experience, and we have letters. And you know, O most God-beloved Augustus, that even if a few men speak against this faith, they cannot create a prejudice, since the whole world holds the apostolic faith. For they, having been harmed for a long time by the Arian heresy, now more contentiously oppose piety. And in order that your piety might know, although knowing it already, nevertheless we were earnest to set subjoined the faith in
3. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ λέγοντας, Ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ, Πρὶν γεννηθῆναι, οὐκ ἦν, καὶ ὅτι Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
3. We believe in one God, the Father Almighty, Maker of all things both visible and invisible; and in the one Lord Jesus Christ, the Son of God, begotten of the Father as only-begotten, that is, from the essence of the Father, God from God, Light from Light, true God from true God, begotten, not made, consubstantial with the Father, through Whom all things came into being, both the things in heaven and the things on the earth; Who for us men and for our salvation came down, and became incarnate, became man, suffered, and rose again on the third day, and ascended into the heavens, and is coming to judge the living and the dead; and in the Holy Spirit. But those who say, There was once when He was not, and, Before He was begotten, He was not, and that He came into being out of nothing, or who allege that the Son of God is of another hypostasis or essence, or created, or mutable, or alterable, these the Catholic and Apostolic Church anathematizes.
4. Ταύτῃ τῇ πίστει, Αὔγουστε, πάντας ἐπιμένειν ἀναγκαῖον, ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις, ὅπερ πεποιήκασιν οἱ Ἀρειομανῖται, ἐξ οὐκ ὄντων τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ κτιστὸς, καὶ ποιητὸς, καὶ τρεπτός ἐστι. Διὰ τοῦτο γὰρ, καθὰ προείπομεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν. Οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι τὸν Υἱὸν τῷ Πατρὶ, ἵνα μὴ ἁπλῶς ὅμοιος Θεῷ, ἀλλ'
4. In this faith, O Augustus, it is necessary for all to abide, as being divine and apostolic, and for no one to dislodge it by plausible arguments and disputes about words, which is what the Ariomaniacs have done, saying that the Son of God is out of nothing, and that there was once when He was not, and that He is created, and made, and mutable. For on this account, just as we said before, the Synod at Nicaea also anathematized such a heresy, and confessed the faith of the truth. For they did not simply say that the Son is like the Father, lest He should be believed to be simply like God, but
PG 26:820Read from the pageἐκ Θεοῦ Θεὸς ἀληθινὸς πιστεύηται· ἀλλ' ὁμοούσιος ἔγραψαν, ὅπερ ἴδιον ἦν γνησίου καὶ ἀληθινοῦ Υἱοῦ, ἀληθινοῦ καὶ φύσει τοῦ Πατρός. Ἀλλ' οὐδὲ ἀπηλλοτρίωσαν τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας Τριάδος πίστει, διὰ τὸ καὶ μίαν εἶναι ἐν τῇ ἁγίᾳ Τριάδι θεότητα.
true God from God; rather, they wrote consubstantial, which was proper to a genuine and true Son, of a Father who is true and by nature. Nor yet did they alienate the Holy Spirit from the Father and the Son, but rather glorified Him together with the Father and the Son in the one faith of the Holy Trinity, because there is also one Godhead in the Holy Trinity.
Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῳ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ, καὶ ἑτέρων τινῶν Ἀρειανῶν, κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας.
Petition made at Antioch to the Emperor Jovian, by Lucius and Bernicianus, and certain other Arians, against Athanasius, Bishop of Alexandria.
Πρώτη ἐντυχία, ἣν ἐποιήσαντο, ἀπερχομένου τοῦ βασιλέως εἰς κάμπον ἐν τῇ Ῥωμανησίᾳ πύλῃ.
First petition, which they made as the Emperor was going out to the plain at the Romanesian Gate.
Δεόμεθά σου τοῦ κράτους, καὶ τοῦ βασιλείου σου, καὶ τῆς εὐσεβείας σου, ἄκουσον ἡμῶν. Ὁ βασιλεὺς εἶπεν· Τίνες ἐστὲ, καὶ πόθεν ; Οἱ Ἀρειανοὶ εἶπον· Κύριε, Χριστιανοί. Ὁ βασιλεὺς εἶπε· Πόθεν καὶ ἐκ ποίας πόλεως ; Οἱ Ἀρειανοὶ εἶπον· Ἀλεξανδρείας. Ὁ βασιλεὺς εἶπε· Τί βούλεσθε ; Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου, ἐπίσκοπον ἡμῖν δός. Ὁ βασιλεὺς εἶπεν· Ἐκέλευσα τὸν πρότερον, ὅνπερ εἴχετε τὸ πρότερον Ἀθανάσιον, καθέζεσθαι ἐν τῷ θρόνῳ. Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους· καὶ ἐν ἐξορισμῷ καὶ ἐν κατηγορίᾳ ἐστὶν ἔτη πολλά. Στρατιώτης ἐξαίφνης ζηλώσας ἀπεκρίνατο· Δέομαί σου τοῦ βασιλείου, αὐτὸς ἐξέτασον, τίνες εἰσὶ, καὶ πόθεν. Οὗτοι γάρ εἰσι τὰ λείψανα καὶ ἡ παραβολὴ τῆς Καππαδοκίας, τὰ ὑπόλοιπα τοῦ ἀνοσίου ἐκείνου Γεωργίου, οἱ τὴν πόλιν καὶ τὸν κόσμον ἐρημώσαντες. Ἀκούσας ὁ βασιλεὺς ἐπτέρνισε τὸν ἵππον, καὶ ἀπῆλθεν εἰς τὸν κάμπον.
We beseech your power, and your majesty, and your piety, hear us. The Emperor said: Who are you, and from where? The Arians said: Christians, Lord. The Emperor said: From where and from what city? The Arians said: From Alexandria. The Emperor said: What do you wish? The Arians said: We beseech your power and your majesty, give us a bishop. The Emperor said: I ordered the former one, Athanasius, whom you had formerly, to sit upon the throne. The Arians said: We beseech your power; he has been both in exile and under accusation for many years. A soldier, suddenly moved with zeal, answered: I beseech your majesty, examine for yourself who they are, and from where. For these are the remnants and the offscouring of Cappadocia, the leftovers of that unholy George, who laid waste the city and the world. Having heard this, the Emperor spurred his horse, and went off to the plain.
Δευτέρα ἐντυχία τῶν Ἀρειανῶν.
Second petition of the Arians.
Κατηγορίας καὶ ἀποδείξεις ἔχομεν κατὰ Ἀθανασίου, ὅστις πρὸ δέκα καὶ εἴκοσιν ἐτῶν ἐχωρίσθη ἀπὸ τῶν ἀειμνήστων Κωνσταντίνου καὶ Κωνσταντίου, καὶ ἐπὶ τοῦ θεοφιλεστάτου καὶ φιλοσοφωτάτου καὶ μακαριωτάτου Ἰουλιανοῦ ἔσχε τὴν ἐξόρισιν. Ὁ βασιλεὺς εἶπεν· Αἱ πρὸ δέκα καὶ κʹ, καὶ λʹ ἐτῶν κατηγορίαι ἤδη παρῆλθον· Ἐμοὶ μὴ λέγετε περὶ Ἀθανασίου· οἶδα γὰρ διὰ τί κατηγορήθη, καὶ πῶς ἐξωρίσθη.
We have accusations and proofs against Athanasius, who ten and twenty years ago was banished by Constantine and Constantius of everlasting memory, and under the most god-beloved and most philosophical and most blessed Julian suffered exile. The Emperor said: The accusations of ten and twenty and thirty years ago have already passed away; do not speak to me about Athanasius, for I know why he was accused, and how he was exiled.
Τρίτη ἐντυχία τῶν Ἀρειανῶν.
Third petition of the Arians.
Καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰς κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Οὐκ ἐκ τῆς πολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκαια φανήσεται· ἀλλ' ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν, καὶ ἐκ τῶν τοῦ πλήθους ἑτέρους δύο. Οὐ γὰρ δύναμαι πρὸς ἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι. Οἱ ἐκ τοῦ πλήθους εἶπαν· Οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίου Γεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν, καὶ
And now again we have certain other accusations against Athanasius. The Emperor said: Not from the tumult of the crowd and from many voices will what is just appear; rather, choose two from yourselves, and two others from those of the multitude. For I cannot make a declaration to each one of you. Those from the multitude said: These are the remnants from the unholy George who laid waste our province, and
Notes, col. 820
On the reading
Printed Ἰωβιανῳ, for Ἰωβιανῷ.
PG 26:821Read from the pageἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντες οἰκῆσαι. Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, εἴ τινα ἂν θέλῃς χωρὶς Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Εἶπον ὑμῖν, ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε· καὶ ὀργισθεὶς εἶπε· Φέρι φέρι. Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται. Ὁ βασιλεὺς εἶπε· Καίτοι περιεργασάμενος ἔγνων, ὅτι καλῶς φρονεῖ, καὶ ὀρθόδοξός ἐστι, καὶ καλῶς διδάσκει. Οἱ Ἀρειανοὶ εἶπον· Τῷ μὲν στόματι καλῶς φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ. Ὁ βασιλεὺς εἶπε· Τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει. Εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν Θεὸν ἔχει. Ἄνθρωποι γὰρ ὄντες τὸν λόγον ἀκούομεν· τὰ δὲ ἐγκάρδια ὁ Θεὸς οἶδεν. Οἱ Ἀρειανοὶ εἶπον· Κέλευσον ἡμᾶς συνάγεσθαι. Ὁ βασιλεὺς εἶπε· Τίς γὰρ κωλύει ὑμᾶς ; Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου, αἱρεσιώτας καὶ δογματιστὰς ἡμᾶς ἀπαγγέλλει. Ὁ βασιλεὺς εἶπεν· Ἔργον αὐτοῦ ἐστι, καὶ τῶν καλῶς διδασκόντων. Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους· τοῦτον βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλησιῶν περιῆρεν. Ὁ βασιλεὺς εἶπεν· Οὐκοῦν ἕνεκεν χρημάτων ἤλθετε ὧδε, καὶ οὐχ ἕνεκεν πίστεως ; Καὶ πάλιν εἶπεν· Ἀπέλθετε, καὶ εἰρηνεύετε. Ἔτι προσθεὶς εἶπε πρὸς τοὺς Ἀρειανούς· Ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. Καὶ μετὰ τὴν ἀπόλυσιν, εἰσὶν ὧδε ἐπίσκοποι, καὶ Νεμεσῖνος ὧδέ ἐστιν· ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογρά-
did not allow a councillor to dwell in the cities. The Arians said: We beseech you, anyone whomsoever you wish except Athanasius. The Emperor said: I told you that the matters concerning Athanasius have already been settled; and growing angry he said: Strike, strike! The Arians said: We beseech you, if you send Athanasius, our city is ruined, and no one assembles with him. The Emperor said: And yet, having inquired carefully, I learned that he thinks rightly, and is orthodox, and teaches rightly. The Arians said: With his mouth indeed he speaks rightly, but in his soul he thinks deceitfully. The Emperor said: This is sufficient, that you have borne witness concerning him, that he speaks rightly and teaches rightly. And if with his tongue he teaches and speaks rightly, but in his soul thinks wickedly, that is a matter between him and God. For being men, we hear the word; but the things in the heart God knows. The Arians said: Order us to hold assemblies. The Emperor said: Why, who prevents you? The Arians said: We beseech you, he proclaims us heretics and dogmatizers. The Emperor said: That is his duty, and that of those who teach rightly. The Arians said: We beseech your power; we cannot endure this man, and he has taken away the lands of the churches. The Emperor said: Have you then come here for the sake of money, and not for the sake of faith? And again he said: Depart, and keep the peace. Adding further, he said to the Arians: Depart to the church; tomorrow you have an assembly. And after the dismissal, there are bishops here, and Nemesinus is here; each of you, according as he believes, shall sub-
Καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βασιλεῖ. Δέομαι τοῦ βασιλείου σου, προφάσει Ἀθανασίου ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν. Ὁ βασιλεὺς εἶπεν· Εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε, τί κοινὸν Ἀθανασίῳ ;
And a certain scholastic of the Cynics petitioned the Emperor: I beseech your majesty, on the pretext of Bishop Athanasius the Catholic took away my houses. The Emperor said: If the Catholic took away your houses, what has that to do with Athanasius?
Ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· Κατηγορίαν ἔχω κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπε· Καὶ σὺ τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς, Ἕλλην ὤν ;
Another scholastic, Patalas, said: I have an accusation against Athanasius. The Emperor said: And what do you have to do with Christians, since you are a pagan?
Τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον Λούκιον, καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες· Δεόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε τίνα ἠθέλησαν ποιῆσαι ἐπίσκοπον.
And certain of the multitude of the Antiochenes seized Lucius, and brought him to the Emperor, saying: We beseech your power and your majesty, see whom they wished to make bishop.
Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλατίου γενομένη παρὰ Λουκίου.
Another petition made at the gate of the palace by Lucius.
Δέομαί σου τοῦ κράτους, ἄκουσόν μου. Ὁ βασιλεὺς ἐστάθη καὶ εἶπε· Σοὶ αὐτῷ Λουκίῳ λέγω, πῶς ἦλθες ὧδε, πλοΐ ἢ πεζής ; Λούκιος εἶπε· Δεόμαί σου, πλοΐ. Ὁ βασιλεὺς εἶπε· Πρὸς σὲ λέγω,
I beseech your power, hear me. The Emperor stopped and said: To you yourself, Lucius, I say, how did you come here, by ship or on foot? Lucius said: I beseech you, by ship. The Emperor said: To you I say,
PG 26:823Read from the pageΛούκιε, ὁ Θεὸς τοῦ κόσμου, καὶ κομήτης ἥλιος καὶ σελήνη, ὀργισθείη αὐτοῖς ἐκείνοις τοῖς ἐμπλέουσιν ἅμα σοι, ὅτι οὐκ ἔῤῥιψάν σε εἰς τὴν θάλασσαν· καὶ ἡ ναῦς δὲ ἐκείνη μὴ ἴσχῃ εἰς τὸν ἅπαντα χρόνον εὐδρόμους πνοὰς, μήτε χειμαζομένη μετὰ τῶν ἐμπλεόντων λιμένος τύχοι.
O Lucius, may the God of the world, and the radiant sun and moon, be wroth with those very men who sailed together with you, because they did not cast you into the sea; and may that ship also never for all time have fair-speeding breezes, nor when storm-tossed with those sailing in her may she reach a harbour.
Καὶ δι' Εὐζωΐου ἠξίωσαν τοὺς περὶ Προβάτιον, τοὺς διαδόχους Εὐσεβίου καὶ Βαρδίωνος, τοὺς εὐνούχους, ὡς ἵνα συστάσεως τύχωσιν οἱ ἄπιστοι Ἀρειανοί. Καὶ γνοὺς τοῦτο βασιλεὺς, καὶ τοὺς εὐνούχους βασανίσας, εἶπεν· Εἴ τις ἐντυχεῖν βούλεται κατὰ Χριστιανῶν, τοιαῦτα πάθοι. Καὶ οὕτως ἀφῆκεν ὁ βασιλεύς.
And through Euzoius they requested the followers of Probatius, the successors of Eusebius and Bardio, the eunuchs, that the faithless Arians might obtain support. And when the king learned this, having also tortured the eunuchs, he said: If anyone wishes to petition against Christians, may he suffer such things. And thus the king dismissed them.
IN ANTONII VITAM MONITUM.
ADMONITION ON THE LIFE OF ANTONY.
I. Antonii Vitam, eximium Athanasii opus, haud diu post Joviani tempora editam opinamur, anno circiter 365, quo sedata persecutione, invictus fidei defensor, in pace demum Alexandriae morabatur. Rogantibus autem transmarinis monachis, et, ut vere quidem videtur, Occidentalibus, eam conscripsit, ut testatur ipse sub initium. Neque porro assentimur iis qui, quod, Πρὸς τοὺς ἐν τῇ ξένῃ μοναχούς, nuncupetur, missam putant ad monachos monasterii cujusdam, cui nomen Xene fuerit, aut regionis ejus nominis circa Scethen : quam quo pacto transmarinam existiment nescimus. Nam eo prorsus modo hic intelligendum videtur ἐν ξένῃ quo supra, p. 99, μετὰ τὴν ἐπὶ ξένης, ἀντὶ τῆς οἰκείας, καὶ ποῤῥοτάτω διατριβήν. Post vitam, scilicet, relicta patria, in extranea regione (in Gallia) peregre actam. Et p. 136, Καὶ γὰρ τῆς ἐπὶ ξένης αὐτοῦ διατριβῆς ὑμεῖς παραμυθία γεγόνατε. Vos enim illi in extranea regione (in Italia) commoranti consolationi fuistis. Atque ex his fortasse locis suspicari liceat, nomine ξένης, indicari nonnunquam proprie occidentales regiones, tum quod procul remotae et transmarinae essent, tum etiam quod diversa ibi lingua obtineret. Certe in Italiam Graece transmissam oportuit, cum ibi eam Evagrius Latine transtulerit, ut infra dicimus : nec mirum Graece scriptam mitti ad Latinos, ubi iis temporibus Graece intelligebant plurimi. Certe Occidentales intelligere omnino videtur Athanasius, cum gratulatur de propagatione monasteriorum et monachorum : Καὶ γὰρ καὶ παρ' ὑμῖν λοιπὸν μοναστήρια, καὶ τὸ τῶν μοναχῶν ὄνομα πολιτεύεται. Nam apud vos quoque jam demum sunt monasteria, et monachorum nomen celebratur. Quod vix ad Syros, Cilicas, vel alios transmarinos quam Occidentales dictum credatur. Nostram tamen conjecturam prudentis lectoris judicio permittimus.
I. The Life of Antony, an admirable work of Athanasius, we opine to have been published not long after the times of Jovian, around the year 365, when, after the persecution had been calmed, the unconquered defender of the faith was at last dwelling in peace at Alexandria. At the request of monks across the sea, and, as indeed seems truly to be the case, Western monks, he wrote it, as he himself testifies near the beginning. Nor, furthermore, do we agree with those who, because it is entitled To the monks in a foreign land, suppose that it was sent to the monks of a certain monastery whose name was Xene, or of a region of that name around Scetis: how they can consider that to be across the sea we do not know. For in a foreign land here seems to be understood in altogether the same way as above, p. 99, after a sojourn in a foreign land, instead of his own country, and very far away: namely, after a life spent abroad in a foreign region (in Gaul), having left his fatherland. And p. 136, For of his sojourn in a foreign land you became a consolation: For you were a consolation to him while he was dwelling in a foreign region (in Italy). And from these passages perhaps one may suspect that by the term foreign land the western regions are sometimes properly indicated, both because they were far removed and across the sea, and also because a different language prevailed there. Certainly it must have been transmitted to Italy in Greek, since Evagrius translated it into Latin there, as we say below; nor is it surprising that a work written in Greek was sent to Latins, where at that time very many understood Greek. Certainly Athanasius seems altogether to mean Westerners when he congratulates them on the spread of monasteries and monks: For even among you also there are now monasteries, and the name of monks is practised: For among you also there are now at last monasteries, and the name of monks is celebrated. Which could scarcely be believed to have been said to Syrians, Cilicians, or others across the sea rather than to Westerners. Nevertheless, we leave our conjecture to the judgement of the prudent reader.
II. Haec Graece primum vulgata fuit anno 1611, curante Davide Hoeschelio, Augustano, qui eam Latine reddidit et notis illustravit, unde eam mutuati sunt Parisienses editores. At cum codices quibus est usus Hoeschelius mendis pene infinitis respersi, et nonnunquam mutili fuerint, imperfectam omnino edidit : qui si Evagrii versionem consuluisset, multa loca restituere potuisset, multa perpurgare. Licuit certe nobis per manuscriptorum copiam et praestantiam, emaculatam vulgare. Atque Evagrii versionem una cudendam duximus, quae scilicet utpote Graecis Athanasii aetate suppar, permagni est ad Graeca restauranda asserendaque momenti. Eam itidem cum manuscriptorum et quidem antiquissimorum, tum veterum editorum ope fidei pristinae restituere conati sumus. Edita illa fuit sub ipsis typographiae incunabulis a Mombritio, ac deinde omnibus pene cusis Vitae sanctorum collectionibus inserta, accuratius demum a Rosweido, et postea a Bollando publicata est.
II. This work was first published in Greek in the year 1611, under the care of David Hoeschel of Augsburg, who rendered it into Latin and illustrated it with notes, whence the Paris editors borrowed it. But since the codices which Hoeschel used were besprinkled with almost infinite faults, and were sometimes mutilated, he published it in an altogether imperfect state: whereas if he had consulted the version of Evagrius, he could have restored many passages and cleansed many. It has certainly been permitted to us, through the abundance and excellence of our manuscripts, to publish it cleansed of faults. And we have thought fit to print the version of Evagrius alongside it, which namely, as being contemporary with the Greek text in the age of Athanasius, is of very great importance for restoring and establishing the Greek. We have likewise endeavoured to restore that version to its original fidelity with the help both of manuscripts, and very ancient ones at that, and of the old editors. It was published in the very cradle-days of printing by Mombritius, and thereafter inserted into almost all printed collections of the Lives of the Saints, and finally published more accurately by Rosweyde, and afterwards by Bollandus.
III. Esse autem germanum Athanasii fetum nulla est dubitandi causa, nec esset quod in eo probando diutius immoraremur, nisi novatorum conatibus obsistendum foret, qui id contendunt, id pugnant, ut opus hoc egregium Athanasio abjudicent : imo in ejus auctorem gravia proferunt maledicta, insulsum scilicet hominem vocantes, insignis mendacii, insignis scorti auctorem. Nimirum, facilius multo ipsis est conviciis oppugnare quam argumentis. Futilia prorsus sunt quae hactenus immisere tela, ac licet jamdiu fracta, jamdiu quassata fuerint, non cessant in dies ea ipsa contorquere. Quae denuo depellere non pigebit, cum veterum Patrum testimonia attulerimus.
III. Moreover, there is no reason to doubt that it is a genuine offspring of Athanasius, nor would there be any need for us to dwell longer on proving it, were it not necessary to resist the efforts of innovators, who strive and fight for this one thing, to strip this egregious work from Athanasius: nay, they utter grave abuse against its author, calling him a foolish man, the author of a signal lie and of a signal harlotry. Doubtless it is much easier for them to attack with insults than with arguments. Utterly futile are the darts which they have hitherto hurled, and although they have long since been broken and long since shattered, they do not cease day by day to hurl those very same darts anew. Which it will not irk us to repel once more, when we have adduced the testimonies of the ancient Fathers.
4. Atque ut initium ab ipso Athanasio ducatur, ait sanctus doctor infra, ὅτε δὲ ἀπεδήμει, καὶ προεπέμ-
4. And that the beginning may be taken from Athanasius himself, the holy doctor says below, and when he was departing, and was being sent forward
Notes, col. 823