ἐρωτηθεῖεν, αὐτίκα περὶ μὲν τῶν ἄλλων, Οὐχ οὕτως, ἔφησαν, ὦ βασιλεῦ, ἀνιώμεθα, τὸ μὲν τῆς ἱερᾶς τραπέζης, τὸ δὲ τοῦ μυστικοῦ ποτηρίου, ὅπως ἀνέστρεψε μὲν ἐκείνην, κατέαξε δὲ τοῦτο, καὶ εἰς λεπτὰ διεῖλεν, ὅπως δὲ καὶ τὸν ἐκ τῆς Ἀλεξανδρέων τῇ πόλει συνήθως ἐκπεμπόμενον σῖτον διακωλύσειν ἠπείλησε· ταῦτα λυπεῖ, ταῦτα δάκνει· ταῦτα τίνος οὐ ψυχῆς ἅπτεται, καὶ ἀδαμαντίνης; Τούτων μάρτυρες Ἀδαμάντινός τε καὶ Ἀνουβίων, Ἀρβεθίων τε καὶ Πέτρος ἐπίσκοποι· παρ' ὧν ἐπὶ πᾶσι τούτοις ἐξελεγχθεὶς, δίκην μὲν τὴν ἀξίαν ἀπέδρα, διαδράναι δὲ καὶ τὴν ἀποκήρυξιν ὅμως οὐκ ἠδυνήθη, ἀλλὰ κοινῶς ὑπὸ τῆς συνόδου πάσης, ὡς τοιούτων ἀθέσμων ἔργων καὶ ἀνοσίων τολμητὴς ἐκκεκήρυκται. Τούτων ἔτι λεγομένων, ὁ βασιλεὺς τὸ πρῶτον ἡσυχῆ καὶ καθ' ἑαυτὸν ἐταράττετο· καὶ τέλος τῶν ὤτων ἀναρτηθεὶς, εις ὀργὴν ἐκπίπτει, καὶ τὴν ἐν Γαλλίαις ὑπερορίαν τοῦ δικαίου καταψηφίζεται, ἐνταῦθα μόνον καὶ ἦθος καὶ γνώμην διαφθαρεὶς, καὶ ἀμφοτέρας τοῖς περὶ Εὐσέβιον τὰς ἀκοὰς ὑπανείς. Κλέπτουσι γὰρ τῷ ὄντι, καὶ διαφθείρουσιν ἤθη χρηστὰ, κατὰ τὸν ειπόντα σοφὸν, ὁμιλίαι κακαί· καίτοιγε τὴν ἑτέραν ἀκεραίαν ἀεὶ τῷ κατηγορουμένῳ φυλάττων· ὅπερ οιονεί τις αὐτῷ ῥυτὶς ἐγένετο καὶ σπίλος, ἄῤῥυπον ἑαυτὸν, τά γε ἄλλα καὶ καθαρὸν συντηρήσαντι. Εισὶ δὲ οἵ φασιν, ἀκριβέστερον καὶ σκοποῦ τάχα καὶ κρίσεως λογισμὸν ἔχοντες, ὡς οὐδὲ καταγνώσει τινὶ τῇ πρὸς Ἀθανάσιον ταύτην αὐτοῦ κατέκρινε τὴν ὑπερορίαν, ἀλλ' ἑνώσει τῶν Ἐκκλησιῶν μᾶλλον καὶ συμφωνίᾳ, ὥστε καταστεῖλαι τὴν ζάλην αὐταῖς, καὶ κοιμίσαι τὸν θόρυβον. Ἐπειδὴ γὰρ στάσις οὐχ ἡ τυχοῦσα τήν τε Ἀλεξανδρέων, ὁπόση ἦν, καὶ τῆς Αἰγύπτου δὲ κατειλήφει τὰ πλείω, κατάστασιν ἐκεῖνος τοῖς πράγμασι μηχανώμενος, ἐκποδὼν ἔγνω τό γε νῦν ἔχον ποιήσασθαι Ἀθανάσιον. Ταύτῃ γὰρ τὰς τῶν ἄλλων ἐπισκόπων θεραπεῦσαι γνώμας, καὶ
were asked, straightway passing over the other things, Not so much, said they, O emperor, are we grieved at the matter of the sacred table and that of the mystical chalice, how he overturned the one, and broke the other and divided it into small pieces, as at how he even threatened to prevent the grain customarily sent out from the city of the Alexandrians to the capital; these things grieve us, these things bite; whose soul, even an adamantine one, do these things not touch? Witnesses of these things are Adamantinus and Anoubion, Arbethion and Peter, bishops; by whom having been convicted upon all these counts, he escaped indeed the punishment he deserved, yet he was not able to escape proscription also, but has been proscribed in common by the whole synod as a perpetrator of such lawless and unholy deeds. While these things were still being said, the emperor at first was quietly troubled within himself; and finally, led by the ears, he falls into anger, and votes the exile of the righteous man in Gaul, in this alone corrupted both in character and in judgement, and having yielded both his ears to the party of Eusebius. For evil company does in truth steal away and corrupt good manners, according to the wise man who said it (1 Cor. 15:33); and that too though he always kept the other ear intact for the accused; which became as it were a wrinkle and a spot upon him, who in other respects had preserved himself unstained and pure. Yet there are some who say, having perhaps a more exact reckoning of his aim and judgement, that it was not even out of any condemnation towards Athanasius that he decreed this exile against him, but rather for the union and harmony of the Churches, so as to calm the storm for them and lull the tumult to sleep. For since no ordinary sedition had seized both the city of the Alexandrians, great as it was, and the greater part of Egypt, he, contriving a settlement for affairs, resolved for the present to put Athanasius out of the way. For in this way he thought to conciliate the minds of the other bishops, and
10. Ἀλλ' ὁ μὲν ἐν τούτοις καταλύει τὸν βίον τριακοστῷ μὲν τῆς βασιλείας ἔτει, πέμπτῳ δὲ καὶ ἑξηκοστῷ τῆς ἡλικίας, διαδόχοις τῆς βασιλείας τοῖς υἱέσι χρησάμενος, καὶ ταύτην εις αὐτοὺς καταδιελών. Κωνσταντίνῳ μὲν γὰρ τῷ μείζονι τῶν υἱῶν μείζονα καὶ τὴν ἀρχὴν καταλείπει· τὴν δὲ διαθήκην πρεσβυτέρῳ τινὶ παρατίθησι, κρύφα τὴν Ἀρείου νόσον καὶ ἐν μυχῷ τῆς ψυχῆς νοσοῦντι, ὅστις ἔκρυπτε καὶ ταύτην μετὰ τῆς νόσου· καὶ παρὰ πολλῶν ἐρωτώμενος, ει ἐπὶ διαθήκαις ὁ βασιλεὺς τελευτήσειεν, ειπεῖν ἀνεβάλλετο· κοινωνοὺς οὕτω πράγματος ἀποῤῥήτου καὶ τοὺς οἰκειοτάτους τῶν βασιλέως εὐνούχων πεποιημένος. Ἐπεὶ δὲ βραδύναντος Κωνσταντίνου περὶ τὴν ἄνοδον, ὁ τρίτος τῶν υἱῶν Κωνστάντιος πρῶτος παραγένοιτο ἐξ Ἀντιοχείας, ἐγχειρίζει λαθραίως αὐτῷ τὴν τοῦ πατρὸς διαθήκην, καὶ μόνην παρ' αὐτοῦ καὶ μίαν αἰτεῖ χάριν, ὥστε τοῖς Ἀρείου κἀκεῖνον συναπαχθῆναι· καὶ ταύτην ἀμοιβὴν τῆς βασιλείας τῷ ἀθανάτῳ βασιλεῖ Χριστῷ δίδωσι, τὸ μὴ Θεὸν αὐτὸν, ὢ τῆς ἀπονοίας! μηδὲ τοῦ παντὸς εἶναι δεσπότην. Συν-
10. But amid these things he ends his life in the thirtieth year of his reign and the sixty-fifth of his age, having taken his sons as successors to the empire and divided it among them. For to Constantine, the eldest of his sons, he leaves the greatest share of the rule as well; and the will he entrusts to a certain presbyter who was secretly sick with the disease of Arius in the recess of his soul, who hid this also along with the disease; and when asked by many whether the emperor had died leaving a will, he put off telling, having thus made the most intimate of the emperor's eunuchs also partners in the secret matter. And when, as Constantine delayed his journey up, the third of the sons, Constantius, arrived first from Antioch, he secretly hands over to him his father's will, and asks from him one single favour alone, that he too be carried away with the doctrines of Arius; and this requital for the empire does he give to the immortal King Christ, that He is not God, O the madness! nor Lord of the universe. And joining