Migne Reading Room

PG 25 · cols. CCXX b–CCXXIII a · Read from the page

Life of Athanasius from Photius

Life of Athanasius from Photius

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 25:CCXX bRead from the page
φονικώτερον τὸ αἱρετικὸν παροξύνεται στῖφος, λαθὼν ἅπαντας τοὺς ἐν τῇ πόλει, παρθένῳ τινὶ καταφεύγει τῷ ἀνυπόπτῳ τῆς κόρης κλέπτων τὴν εὕρεσιν· ἦν γὰρ ἡ νεᾶνις καὶ τὴν ὄψιν ὡραία, καὶ συνοικεῖν αὐτῇ μηδὲ τὸν τυχόντα ἄνδρα, μήτιγε ἀρχιερέα, πολλὴν καὶ βεβαίαν τὴν πληροφορίαν παρέχουσα. Ἔτος δὲ τῆς ἡλικίας εἰκοστὸν ἠνύετο αὐτῇ ἀπὸ γενέσεως. Ἀνατίθησιν οὖν αὐτῇ ὁ τῆς παρθενίας καὶ διδάσκαλος καὶ φύλαξ τὰ καθ' ἑαυτὸν, ὅτι πρὸς μιαιφονίαν αὐτοῦ ἐξοπλίζοιτο τὸ αἱρετικόν· καὶ ὡς πάντα τὰ ἔξω τῆς πόλεως προκατείληπται ἐρεύναις· καὶ ὡς, ἐκ θείας ὄψεως τὴν σωτηρίαν αὐτῷ πρυτανευούσης, πρὸς αὐτὴν ἥκοι. Ἡ δὲ μετὰ χαρᾶς ἀνεκλαλήτου καὶ ὑποδέχεται καὶ ἐπὶ ἓξ ἔτη κατακρύπτει· καὶ ἡ Κωνσταντίου τελευτὴ λύσις γίνεται τῆς ἀποκρυβῆς. Ἐν πᾶσι δὲ προθύμως καὶ σεβασμίως ἡ παρθένος ἐξυπηρέτει τὸν ὅσιον, πάντας τοὺς ἐν τῇ πόλει μικρούς τε καὶ μεγάλους, καὶ τοὺς φιλοῦντας καὶ τοὺς διώκτας διαλανθάνουσα. Προστάττει δ' οὖν ὁ Κωνστάντιος τοὺς μὴ βουλομένους τῶν κατὰ τὴν Ἰταλίαν ἀρχιερέων τῇ Ἀρείου καθυπογράφειν ἐξωθεῖσθαι τῶν Ἐκκλησιῶν, ἀντ' ἐκείνων τοὺς δυσσεβεῖς ἐγκαθίστασθαι. Ὑπερωρίζετο καὶ Λιβέριος τότε μετὰ Ἰούλιον τὸν θρόνον Ῥώμης ἰθύνων· καὶ ἀντιχειροτονεῖται Φίλιξ, ὃς παραχρῆμα μὲν ποινῇ θεηλάτῳ τῇ τῶν ὀφθαλμῶν πηρώσει ὑποβάλλεται, ὕστερον δὲ καὶ λοιμικῇ νόσῳ κατασχεθεὶς διαφθείρεται. Τὰ αὐτὰ δὲ καὶ Μελέτιος
more murderously the heretical band is provoked, escaping the notice of all those in the city, flees for refuge to a certain virgin, stealing away from discovery through the maiden's being above suspicion; for the young woman was both fair in appearance, and afforded a great and sure assurance that not even an ordinary man, much less an archbishop, was dwelling with her. And the twentieth year of her age was being completed for her from her birth. The teacher and guardian of virginity therefore confides to her the matters concerning himself, that the heretical party was arming itself for his murder; and how all the parts outside the city had been preoccupied by searches; and how, as a divine vision dispensed salvation for him, he had come to her. And she with unspeakable joy both receives him and hides him for six years; and the death of Constantius becomes the release from his hiding. And in all things the virgin ministered to the holy man eagerly and reverently, escaping the notice of all those in the city both small and great, both friends and persecutors. Constantius therefore commands that those of the chief priests throughout Italy who are unwilling to subscribe to the heresy of Arius be thrust out of the Churches, and that in their place the impious be installed. Liberius also was banished, who at that time after Julius governed the throne of Rome; and Felix is ordained in his stead, who straightway is subjected to a divinely sent punishment by the blinding of his eyes, and afterwards, seized also by a pestilential disease, perishes. And the same things Meletius also
12. Κατ' ἐκεῖνο καιροῦ καὶ Ἰουλιανὸν ὁ Κωνστάντιος ἀναγορεύει Καίσαρα, καὶ πρὸς τὰς Γαλλίους ἐκπέμπει. Ἐγκαινίζει δὲ καὶ τὴν ἐν Κωνσταντινουπόλει παρ' αὐτοῦ νεουργηθεῖσαν ἐκκλησίαν· ἐπώνυμον αὐτῇ ἡ τοῦ Θεοῦ Σοφία. Καὶ ὁ δυσσεβὴς Εὐδόξιος κατὰ τὰ ἐγκαίνια ἐνθρονισθεὶς, πρώτην ἐκείνην τὴν τολμηρὰν καὶ ἀφρονεστάτην ἀφῆκε φωνήν· « Ὁ Πατὴρ ἀσεβὴς, ὁ Υἱὸς εὐσεβής. » Θορύβου δὲ δικαίου τὸ πλῆθος περιλαβόντος, κακῷ τὸ κακὸν ἐπενόει κατευνάζειν· καὶ, Μηδὲν, φησὶ, ταραττέτω· ὁ μὲν γὰρ ἀσεβὴς Πατὴρ, ὅτι οὐδένα σέβει· ὁ δὲ Υἱὸς εὐσεβὴς, ὅτι σέβει τὸν Πατέρα. Ταῦτα τοῦ δυσσεβοῦς εἰπεῖν ἐπιμανέντος, ὁ θόρυβος εἰς χλεύην καὶ μυκτηρισμὸν ἐκλυθεὶς, τοὺς πολλοὺς τῶν συνειλεγμένων διεσκέδασε τῆς ἐκκλησίας. Ὁ μέντοιγε Ἰουλιανὸς κατὰ τὰς Γαλλίους διατρίβων, καὶ νίκας ἀναδησάμενος κατὰ βαρβάρων, ὑπὸ τῶν στρατιωτῶν ἀνακηρύττεται βασιλεύς. Καὶ Κωνστάντιος, μαθὼν τὴν ἀνάῤῥησιν, βαπτίζεται μὲν τῇ θεομάχῳ χειρὶ Εὐζωΐου, ἐξοπλίζεται δὲ κατὰ τοῦ ἐπαναστάντος. Γενόμενος δὲ ἐν Μόψου κρήνῃ (πολίχνιον δὲ τοῦτο τῆς Κιλικίας), ὑπὸ φροντίδων αἷς αὐτὸν ὁ πόλεμος συνεῖχεν ἀποπληξίᾳ ληφθεὶς, τελευτᾷ, ἔτος μὲν ἄγων ἀπὸ γενέσεως πέμπτον καὶ τεσσαρακοστὸν, βασιλεύσας δὲ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἔτη πέντε καὶ εἴκοσι. Γεώργιος δὲ ὁ ἐν Ἀλεξανδρείᾳ ναὸν Ἑλληνικὸν δὴ κατηρειπωμένον (ἐν ᾧ τὸ παλαιὸν οι Ἕλληνες τελετὰς ἐτέλουν τῷ Μίθρᾳ θύοντές τε ἄνδρας, καὶ παῖδας, καὶ γυναῖκας, καὶ τοῖς σπλάγχνοις αὐτῶν μαντευόμενοι), τοῦτον ἀνακαθαίρειν ἐπεμελεῖτο ἐπὶ τὸ ἀνοικοδομῆσαι εὐ-
12. At that season Constantius also proclaims Julian Caesar, and sends him forth to the Gauls. And he also dedicates the church newly built by him in Constantinople; its surname is the Wisdom of God. And the impious Eudoxius, having been enthroned at the dedication, uttered as his first speech that bold and most foolish saying: « The Father is impious, the Son is pious. » And when a just tumult seized the multitude, he devised to calm evil with evil; and, Let nothing trouble you, he says; for the Father is impious, because He worships no one; while the Son is pious, because He worships the Father. When the impious man had raved on to say these things, the tumult, dissolving into mockery and derision, scattered most of those gathered from the church. Julian, however, tarrying in the Gauls, and having crowned himself with victories against the barbarians, is proclaimed emperor by the soldiers. And Constantius, having learned of the proclamation, is baptized by the God-fighting hand of Euzoïus, and arms himself against the insurgent. And having come to Mopsucrene (and this is a small town of Cilicia), seized with apoplexy from the anxieties wherewith the war held him fast, he dies, being in the forty-fifth year from his birth, and having reigned after the death of his father twenty-five years. And George in Alexandria took care to clear out a ruined Greek temple (wherein of old the Greeks performed rites to Mithras, sacrificing men, and children, and women, and divining by their entrails), with a view to building a
Notes, col. CCXX b

On the reading

Printed Γαλλίους, for Γαλλίας.

Printed οι, for οἱ.

PG 25:CCXXI aRead from the page
κτήριον. Ανακαθαιρομένου δὲ, εὕρηται πολλὰ κρανία τῶν ἀνῃρημένων· καὶ τῶν Χριστιανῶν οἱ ζηλωταὶ ἐκπομπεύοντες τὰ τῶν Ἑλλήνων μυστήρια εἰς γέλωτα τῷ δήμῳ καὶ χλεύην τὰ κρανία προάγουσι. Τὸ δὲ Ἑλληνικὸν, τὴν ὕβριν οὐκ ἐνεγκόντες, ὀργῆς αὐτοῖς ἀθέου στρατηγούσης, ὁρμῶσι κατὰ τῶν
house of prayer. And as it was being cleared out, many skulls of those who had been slain were found; and the zealots of the Christians, parading the mysteries of the Greeks, bring forth the skulls for laughter and mockery to the people. And the Greek populace, not bearing the insult, with godless anger leading them on, rush against the
Χριστιανῶν· καὶ τοὺς μὲν ξίφεσι, τοὺς δὲ ῥοπάλοις, τινὰς δὲ λίθοις, ἄλλους δὲ τοῖς παρατυχοῦσιν ἀπέκτειναν, ἐνίους δὲ αὐτῶν καὶ ἀνεσταύρωσαν· τὸν δὲ Γεώργιον, τῆς ἐκκλησίας ἐξελκύσαντες, καμήλῳ τε προσέδησαν, καὶ διασπαραχθέντα σὺν αὐτῇ πυρὶ παρέδοσαν.
Christians; and some they slew with swords, others with clubs, certain ones with stones, and others with whatever came to hand, and some of them they even crucified; and dragging George out of the church, they bound him to a camel and, once he had been torn apart, consigned him along with it to the fire.
13. Ἰουλιανός γε μὴν τὸ τῆς βασιλείας κράτος λαβὼν, τὰ μὲν Ἑλλήνων ἐσπούδαζεν· ἃ δὲ Κωνσταντίῳ κατὰ τῶν τοῦ Θεοῦ ἀρχιερέων πεπαρῴνητο, στέργειν οὐ προῃρεῖτο. Διὸ τοὺς ἐν ὑπερορίαις πάντας φωναῖς φιλανθρώποις ἀνεκαλέσατο. Ἐξ οὗ καὶ Ἀθανάσιος θαῤῥήσας ἔξεισι μὲν τῆς οἰκίας ἐν ᾗ κατεκρύπτετο τῆς παρθένου· κατὰ νύκτα δὲ ἔνδον ὤφθη τῆς ἐκκλησίας· καὶ ὁ Ἀλεξανδρέων δῆμος ἀσμένως αὐτὸν, καὶ ὡς ἐκ νεκρῶν ζῶντα, κατὰ ἑορτῆς φαιδρότητα ὑπεδέξαντο. Ὅσον δὲ Ἀρειανίζον ἐν τῇ πόλει ὑπελείπετο εἰς τὸν Γεωργίου τόπον Λούκιον προχειρίζονται. Ἰουλιανὸς δὲ πανταχοῦ ἔσεβε τὰ Ἑλλήνων· ἔθυε δὲ κατὰ τὴν Κωνσταντινούπολιν δημοσίᾳ τῷ τῆς Τύχης ἀγάλματι· ἡνίκα καὶ Μάρις ὁ Χαλκηδόνος χειραγωγούμενος (ἦν γὰρ ὑπὸ τοῦ γήρως ὑπόχυσιν ἔχων ἐν τοῖς ὀφθαλμοῖς), πολλὰ τὸν ἀποστάτην ἐκάκιζεν. Ὁ δὲ τυφλὸν καὶ πονηρὸν ἀντελοιδορεῖτο, καὶ ὡς ὁ Γαλιλαῖος αὐτοῦ Θεὸς οὐ θεραπεύσειεν αὐτὸν, κατωνείδιζεν. Ὁ δὲ Μάρις· Τοῦτό με πρὸς τὴν μεγίστην εὐχαριστίαν κινεῖ τοῦ Θεοῦ, ὅτι με τυφλὸν ἔθετο, ἵνα τὸ σὸν ἀναιδὲς οὕτω δι' ἀσεβείας ἀμαυρωθὲν μὴ θεάσωμαι πρόσωπον. Τότε δὴ τότε καὶ Ἰωβιανὸς καὶ Οὐαλεντινιανὸς οἱ μετὰ ταῦτα κατὰ διαδοχὴν βασιλεύσαντες, λύσαντες αὐτῶν τὰς ζώνας, τῷ τυράννῳ προσέῤῥιψαν, « Ἔχε, λέγοντες, καὶ τὰς ζώνας καὶ τὰς τιμάς· » εἰ βούλει δὲ καὶ κολάζειν, προθύμως σοι παρέχομεν καὶ τὰ σώματα. Ὁ μέντοι Ἀποστάτης σὺν τοῖς ὁμόφροσι βουλὴν βουλεύονται Ἀθανάσιον ἐκποδὼν ποιῆσαι, ἐννοούμενος, ὡς, εἴπερ ἡ Ἀλεξάνδρου πόλις ἐκείνου ἀπαλλαγείη, ῥᾳδίως τοὺς ἐν αὐτῇ Χριστιανοὺς εἰς τὸ οἰκεῖον μεθελκύσει δυσσέβημα. Διὸ πάλιν συκοφάνται, καὶ πάλιν στρατηγὸς, καὶ πάλιν στρατὸς, καὶ πάλιν Ἀθανάσιος ἐκζητούμενος, καὶ πάλιν φυγή. Καὶ τῆς ἐκκλησίας διαδρὰς ὁλκάδος ἐπιβαίνει, καὶ ἐπὶ τὴν Θηβαΐδα ἰθύνεται. Καὶ ὁ σατράπης ὄπισθεν καταδιώκει· καὶ μηνύεται τοῦτο ὁ διωκόμενος· καὶ ὄψις αὐτὸν θεία παρακελεύεται ἀντιστρέψαι τὸ πλοῖον, καὶ τὴν ἐναντίαν πλωΐζεσθαι. Τῶν δὲ συνόντων κωλυόντων οὐ λόγοις μόνον, ἀλλὰ καὶ δάκρυσι, μηδ' εἰς ὄλεθρον οὕτω προφανῆ ἑαυτόν τε κἀκείνους ἐκδοῦναι, ἐθάῤῥυνέ τε μὴ δεδιέναι, καὶ ἀνεδίδασκεν, ὡς τὸ Θεῖον αὐτοῖς εἴη σύμμαχον. Ἐξ ὑποστροφῆς οὖν πρὸς τὴν Ἀλεξάνδρειαν ἀναγομένοις συναντῶσιν οἱ διώκοντες, καὶ ἐπερωτῶσιν, εἴ που ἴδοιεν Ἀθανάσιον φεύγοντα. Οἱ δὲ ἠμείβοντο καὶ ἰδεῖν αὐτὸν, καὶ ὡς, ει ἐπιταχύνειαν, τοῦτον καταλήψεσθαι. Καὶ τούτους μὲν πλανωμένους ἀπέπεμπον· αὐτοὶ δὲ θᾶττον εἰς τὴν Ἀλεξάνδρου κατήχθησαν. Καὶ βραχὺν χρόνον ἀποκρυβεὶς ὁ
13. Julian, however, having received the power of the empire, was zealous for the affairs of the Greeks; while the drunken outrages committed by Constantius against the chief priests of God, he did not choose to approve. Wherefore by humane proclamations he recalled all those in exile. Whence Athanasius also, taking courage, goes forth from the house of the virgin in which he was hidden; and by night he was seen inside the church; and the people of the Alexandrians gladly received him, as one alive from the dead, with the brightness of a feast. And as many of the Arian party as were left in the city appoint Lucius to the place of George. And Julian everywhere revered the religion of the Greeks; and in Constantinople he sacrificed publicly to the statue of Fortune; when also Maris of Chalcedon, being led by the hand (for from old age he had a cataract in his eyes), reproached the apostate greatly. And he reviled him in turn as blind and wicked, and upbraided him that his Galilaean God would not heal him. And Maris said: This moves me to the greatest thanksgiving to God, that He made me blind, so that I might not behold your shameless face thus darkened through impiety. Then indeed, at that very time, both Jovian and Valentinian, who afterwards reigned in succession, having loosed their belts, cast them before the tyrant, saying, « Have both our belts and our honours; » and if you wish to punish us also, we willingly offer you our bodies too. The Apostate, however, with those of like mind, takes counsel to put Athanasius out of the way, reflecting that, if the city of Alexander were rid of him, he would easily draw over the Christians in it to his own impiety. Wherefore again sycophants, and again a general, and again an army, and again Athanasius sought out, and again flight. And having escaped from the church, he boards a merchant vessel, and steers for the Thebaid. And the satrap pursues behind; and the pursued man is informed of this; and a divine vision exhorts him to turn the ship about, and sail the opposite way. And when those who were with him hindered him not by words only, but also with tears, not to give up both himself and them to such manifest destruction, he encouraged them not to fear, and taught them that the Divinity was their ally. As they were putting back therefore on their return towards Alexandria, the pursuers meet them, and ask whether anywhere they had seen Athanasius fleeing. And they answered both that they had seen him, and that, if they should hasten, they would overtake him. And these they sent away wandering; while they themselves were brought swiftly down to the city of Alexander. And having hidden himself for a short time, the
Notes, col. CCXXI a

On the reading

Printed Ανακαθαιρομένου, for Ἀνακαθαιρομένου.

Printed ει, for εἰ.

PG 25:CCXXI bRead from the page
Georgium autem ecclesia extractum, cameloque illigatum, cum eo pacto discerpsissent, conjecerunt in ignem.
And having dragged George out of the church and bound him to a camel, after tearing him to pieces in that manner they cast him into the fire.
13. Julianus autem accepto imperio, gentilium quidem religionem coluit; quas autem Constantius Dei pontificibus calamitates intulerat, noluit approbare. Quare quotquot in exsilio degebant, humaniter revocavit, quo factum ut Athanasius, accepta fiducia domo egrederetur virginis in qua degebat. Noctu autem in ecclesia comparuit, Alexandrinusque populus libenter illum, quasi viventem ex mortuis festum agens excepit. Quotquot autem Ariani in urbe residui erant, in Georgii locum Lucium constituerunt. Julianus vero ubique locorum gentilium mysteria colebat: Constantinopolique palam fortunae idolo sacrificavit: quo tempore Maris Chalcedonis episcopus manu ductus (laborabat enim prae senectute oculorum hebetudine), multis apostatam conviciis lacessivit. Ille caecum improbumque contra nuncupabat, exprobratque quod Galilaeus Deus non ipsum curaret. Cui Maris: Et ideo maximas ago Deo gratias, qui me excaecavit ne impudentem tuum et impietate obscuratum vultum conspicerem. Tum vero temporis Jovianus et Valentinianus, qui postea imperarunt, soluta cingula sua tyranno projecerunt, habeto tibi, dicentes, cingula et honores; quod si velis poenas de nobis sumere, libenter tibi, (aiunt, Juliano appropinquantes), corpora nostra offerimus. Apostata vero cum viris secum sentientibus deliberat Athanasium de medio tollere, ratus, si Alexandrina civitas illo liberaretur, facile Christianos cives in suam pertrahendos impietatem. Quamobrem iterum sycophantae, iterum dux, iterum exercitus, iterum Athanasius quaeritur et fugit. Furtim itaque ex urbe fugiens conscendit in naviculam, et ad Thebaidem cursum convertit. Satrapes illum a tergo secutus est, quod ille cum didicisset divina visione jubetur cursum convertere et retro navigare. Quod cum prohiberent qui cum illo erant, non modo verbis, sed etiam lacrymis monentes, ne se suosque in apertum conjiceret interitum. Confidere jussit homines, nec reformidare, docuitque Deum sibi opitulari. Revertentibus Alexandriam occurrunt persecutores, rogant num fugientem Athanasium vidissent. Respondent illi et se vidisse, et si maturarent cito comprehendi posse. Sic itaque errantes illos dimiserunt. Illi autem cito Alexandriam appulerunt. Ac cum brevi tempore latitasset Athanasius, postquam Julianus Apostata apud Persas poenas dedisset, tum ille libere ac confidenter egit, ac Salvatoris sui fidem docuit et praedicavit. Julianus porro in Perside interfectus est; aliis necem ad transfugam Persam referentibus, aliis ad aliquem ex militibus.
13. When Julian had received the empire, he cultivated the religion of the pagans, yet refused to approve the calamities that Constantius had inflicted upon the pontiffs of God. Wherefore he humanely recalled all who were living in exile, whereby it came to pass that Athanasius, taking heart, came forth from the house of the virgin in which he had been dwelling. He appeared at night in the church, and the people of Alexandria gladly received him, keeping feast as though he were alive from the dead; while such Arians as were left in the city appointed Lucius in George's place. Julian, meanwhile, practised pagan mysteries in every place, and at Constantinople openly sacrificed to the idol of Fortune; at which time Maris Bishop of Chalcedon, led by the hand (for on account of old age he suffered from dimness of the eyes), assailed the apostate with many revilings. Julian in turn called him a blind wretch, and taunted him that his Galilean God did not cure him. To him Maris replied: 'And for that very reason I render the greatest thanks to God, Who blinded me lest I should behold your shameless face darkened with impiety.' At that time also Jovian and Valentinian, who afterwards reigned, unfastened their military belts and flung them down before the tyrant, saying: 'Keep your belts and honours for yourself; and if you wish to exact punishment from us, we gladly offer you our bodies' (so they spoke, stepping up to Julian). Now the Apostate took counsel with like-minded men to put Athanasius out of the way, reckoning that if the city of Alexandria were rid of him, its Christian citizens could easily be drawn over to his own impiety. Wherefore once again came sycophants, once again a commander, once again an army, and once again Athanasius was hunted and fled. Slipping stealthily out of the city, he embarked upon a small boat and turned his course towards the Thebaid. The satrap pursued close behind him; and upon learning this, he was bidden by a divine vision to turn his course about and sail back. When those with him tried to prevent this, warning him not only with words, but even with tears, not to cast himself and his companions into manifest destruction, he bade the men take heart and not be afraid, and taught them that God was their helper. As they were returning to Alexandria, the pursuers met them and asked whether they had seen Athanasius fleeing. They answered both that they had seen him and that, if they made haste, he could quickly be overtaken. Thus they sent them off astray, while they themselves speedily put in at Alexandria. And after Athanasius had lain hidden for a brief time, once Julian the Apostate had paid the penalty among the Persians, he acted freely and boldly, and taught and preached the faith of his Saviour. Julian, moreover, was slain in Persia, some attributing his death to a Persian deserter, others to one of his own soldiers.
PG 25:CCXXII aRead from the page
Quae vero plurimorum est, et verisimilior opinio, docet eum divinitus illata nece sublatum fuisse. Vitam igitur obiit cum annos vixisset triginta et unum, vicesimo initi imperii mense, Romanumque imperium totius exercitus calculo excipit Jovianus, cujus paulo ante meminimus. Sed ille cum octo tantum menses imperium tenuisset in Bithynia obiit. Post illum autem Valentinianus, vir, ut decessor illius, veritatis propugnator, Romanique sceptri consortem (quod utinam nunquam factum) admittit Valentem fratrem. Cumque mensem unum Constantinopoli degisset, Valenti Orientem, sibique Occidentis imperium reservavit.
Yet the opinion held by most, and nearer the truth, teaches that he was carried off by a death inflicted from heaven. So he departed this life having lived thirty-one years, in the twentieth month from the beginning of his reign; and by the vote of the entire army Jovian, whom we mentioned shortly before, succeeded to the Roman empire. Yet after holding sovereignty for only eight months, he died in Bithynia. After him Valentinian, a champion of the truth like his predecessor, admitted his brother Valens (would that it had never been done!) as partner of the Roman sceptre; and after spending one month at Constantinople, he assigned the East to Valens and reserved the empire of the West for himself.
τὰ ἀνθρώπινα. Μετ' ἐκεῖνον δὲ Οὐαλεντινιανὸς, ἀνὴρ, ὥσπερ ὁ πρὸ αὐτοῦ, τῆς εὐσεβείας ὑπέρμαχος· καὶ λαμβάνει κοινωνὸν (ὡς εἴθε μὴ ὤφελε!) τῶν Ῥωμαϊκῶν σκήπτρων Οὐάλεντα τὸν ἀδελφόν. Καὶ μῆνα ἡμερῶν ἐν Κωνσταντινουπόλει διατρίψας, ἀφορίζει μὲν Οὐάλεντι τὴν Ἀνατολὴν, αὐτῷ δὲ λείπει τῆς Δύσεως τὴν ἀρχήν.
human affairs. After him came Valentinian, a champion of piety like his predecessor; and he took his brother Valens (would that he never had!) as partner in the Roman sceptre. After spending a month's time in Constantinople, he set apart the East for Valens, leaving the rule of the West for himself.
14. Cum in Occidentem profectus esset, qui frater ejus erat uterinus, sed minime frater, imo adversarius, fidem quod spectabat, bellum implacabile adversus Ecclesiam, seu adversus orthodoxam fidem concitavit. Ac primo quidem admirandum Meletium a Juliano revocatum, ac proprio throno restitutum, in exsilium ablegavit cum multis aliis episcopis et ex clero praecipuis. Deinde etiam Aegyptum perturbat, ac seditiones tumultusque praecedentibus graviores Alexandriam invaserunt. Metuens porro vir Dei, ne in causa ipse esset popularis tumultus, totos quatuor menses in paterno delituit sepulcro. Tatianus autem praefectus, qui caedibus Aegyptum afflixerat, divinitus caedium et impietatis poenas dedit. Nam dignitate juxta et multis divitiis excidit, ita ut stipem ipse cogeret, et amissis oculis, vita miserrime et turpiter functus est. Cum autem tantis motibus omnia fluctuarent, terrae motus supervenit omnium qui retro fuerant longe maximus, qui multas evertit urbes: totasque decem in Creta urbes solo aequavit. Tum mare proprios excedens terminos, multam continentem reddidit novum mare, multam item terram ante aqua coopertam aratro subjecit. Sed nihil eorum Valentem ad bonam frugem reduxit. Cum porro Alexandrinus populus, desiderio pastoris sui tumultuaretur, se scilicet naves vehendo frumento deputatas, publica item horrea combusturos, nisi doctorem reciperent suum. His auditis impius Valens, litteris suis Athanasio integram dat libertatem, ut Ecclesias administraret. Cum autem Antiochiam profecturus esset, quia Eudoxius Christi inimicus, postquam novemdecim annis adversus orthodoxos implacabile bellum gessisset, exstinctus fuerat, Nicomediae substitit. Arianique Demophilum ordinant: qui autem consubstantialitatem propugnarant, Evagrium quemdam, cui beatus Eustathius manus imposuerat. Qui Eustathius cum ante Meletium Antiochenam regeret Ecclesiam, ab Arianis insimulatus fuerat, atque exsilio revocatus ex decreto pii Joviani, Constantinopoli degebat.
14. When Valentinian had set out for the West, he who was his brother from the same womb, yet no brother at all—nay rather an adversary—so far as concerned the faith, stirred up an implacable war against the Church, that is, against the orthodox faith. First of all he banished into exile the admirable Meletius, who had been recalled by Julian and restored to his own throne, along with many other bishops and the chief men of the clergy. Next he also threw Egypt into turmoil, and tumults and uproars more grievous than those before swept over Alexandria. Fearing lest he himself might be the cause of a popular tumult, the man of God lay hidden for four whole months in his father's tomb. Meanwhile the prefect Tatianus, who had afflicted Egypt with slaughters, paid by divine judgement the penalty for his slaughters and impiety: for he lost both his dignity and his great wealth, so that he himself begged for alms, and having lost his eyes, ended his life most wretchedly and shamefully. And while all things were tossing in such great upheavals, there supervened by far the greatest earthquake of all that had ever happened before, which overthrew many cities and levelled to the ground ten whole cities in Crete. Then the sea, overstepping its own bounds, turned much mainland into new sea, and likewise subjected to the plough much land previously covered with water. Yet none of these things brought Valens back to a sound mind. When, however, the people of Alexandria raised a tumult out of longing for their shepherd—vowing, namely, that they would burn both the ships assigned to transporting grain and the public granaries unless they got back their teacher—the impious Valens, upon hearing this, by his letters granted Athanasius full liberty to administer the Churches. And as Valens was about to set out for Antioch, because Eudoxius the enemy of Christ had died after waging implacable war against the orthodox for nineteen years, he halted at Nicomedia; and the Arians ordained Demophilus, whereas those who had championed consubstantiality ordained a certain Evagrius, upon whom the blessed Eustathius had laid hands. This Eustathius, while governing the Church of Antioch before Meletius, had been falsely accused by the Arians, and having been recalled from exile by a decree of the pious Jovian, was dwelling at Constantinople.
PG 25:CCXXII bRead from the page
θεσπέσιος, Ἰουλιανοῦ τοῦ Ἀποστάτου τὴν δίκην ἐν Πέρσαις ἀπαιτηθέντος, ἐπαῤῥησιάσατό τε, καὶ τὴν τοῦ σεσωκότος πίστιν ἐδογμάτιζε καὶ ἀνεκήρυττεν. Ἀλλὰ γὰρ Ἰουλιανὸς μὲν ἐν Περσίδι ἀνῃρέθη, τῶν μὲν εἰς Πέρσην τινὰ τῶν αὐτομόλων τὴν ἀναίρεσιν ἀναφερόντων, τῶν δὲ εἴς τινα τῶν ὑποτελῶν στρατιωτῶν. Ὁ δὲ πολὺς καὶ τῆς ἀληθείας ἐγγύτερος λόγος, θεήλατον αὐτὸν ὑποστῆναι τὴν σφαγὴν, ἐκδιδάσκει. Καταστρέφει γοῦν τὸν βίον ἓν καὶ τριακοστὸν διαβιοὺς ἔτος, ἐν δὲ τῇ βασιλείᾳ μῆνας εἴκοσι. Καὶ διαδέχεται τὴν Ῥωμαϊκὴν βασιλείαν ψήφῳ τοῦ παντὸς στρατεύματος Ἰωβιανὸς, οὗ καὶ μνήμην ὁ λόγος ἔσχεν ἔμπροσθεν. Ἀλλ' οὗτος, ὀκτὼ μῆνας μόνους ἐν τῇ βασιλείᾳ διαρκέσας, κατὰ Βιθυνίαν ἀπολείπει
divinely inspired man, after Julian the Apostate had paid the penalty in Persia, both spoke openly and taught and proclaimed the faith of Him Who had saved him. Now Julian was slain in Persia, some referring his slaying to a certain Persian deserter, and others to one of the subject soldiers. But the prevalent account, and nearer to the truth, teaches that he underwent a divinely sent slaughter. He ends his life, then, having lived thirty-one years, and twenty months in the sovereignty. And Jovian succeeds to the Roman empire by the vote of the whole army, of whom our account also made mention before. But he, having lasted only eight months in the sovereignty, in Bithynia leaves
14. Ἐπεὶ δὲ οὗτος εἰς Δύσιν ἀπῆρεν, ὁ ἀδελφὸς μὲν ταῖς μητρικαῖς ὠδῖσιν, οὐκ ἀδελφὸς δὲ, ἀλλὰ καὶ ἀντίπαλος τὴν πίστιν, πόλεμον ἄσπονδον κατὰ τῆς Ἐκκλησίας, ἤγουν τῆς ὀρθοδοξίας, κινεῖ. Καὶ πρῶτον μὲν τὸν θαυμαστὸν Μελέτιον ὑπὸ Ἰουλιανοῦ ἀνακληθέντα, καὶ τὸν οἰκεῖον ἀπειληφότα θρόνον, ὑπερορίζει μετὰ καὶ πολλῶν ἄλλων ἀρχιερέων τε καὶ τῶν ἐν κλήρῳ λογάδων· ἔπειτα δὲ καὶ τὴν Αἴγυπτον ἐκταράσσει, καὶ στάσεις καὶ θόρυβοι χαλεπώτεροι τῶν φθασάντων διέσειον τὴν Ἀλεξανδρέων πόλιν. Δεδιὼς δὲ ὁ θεόληπτος, μὴ ἄρα τῆς ἐν τῷ πλήθει στάσεως αὐτὸς τὴν αἰτίαν λάβοι, τέσσαρας ὅλους μῆνας ἑαυτὸν ἐν πατρῴῳ τάφῳ κατακρύπτει. Ὁ δὲ τοὺς κατὰ τὴν Αἴγυπτον φόνους παλαμώμενος, Τατιανὸς ἦν ὁ ταύτης ἔπαρχος, ὃν ἡ θεία δίκη καὶ τῆς μιαιφονίας καὶ τῆς δυσσεβείας θᾶττον μετῆλθε· τοῦ τε γὰρ ἀξιώματος καὶ τῶν πολλῶν ἐκπίπτει χρημάτων, καὶ τῆς τροφῆς αὐτῆς ἐπαίτης ἦν. Ἀλλὰ καί τοὺς ὀφθαλμοὺς ἀποβαλὼν, τὸν βίον ἀλγεινῶς τε καὶ αἰσχρῶς καταστρέφει. Ἐν τούτοις δὲ, κυμαινομένων τῶν ὅλων, σκηπτὸς ἐπισκήπτει τῶν πώποτε γεγενημένων ὁ μέγιστος, καὶ πολλὰς ἐδαφίζει τῶν πόλεων· ἀτὰρ δὴ καὶ τῆς Κρήτης τὰς δέκα πόλεις κατηρείπωσε· καὶ ἡ θάλασσα, τῶν ἰδίων ὅρων ὑπερχυθεῖσα, πολλὴν μὲν τῆς ἠπείρου ἀποτεμομένη θάλασσαν νέαν ἔδειξε, πολλὴν δὲ τῆς ὑποβρυχίου ἀρότρῳ ὑπέθηκεν. Ἀλλ' οὐδὲν τούτων ἐσωφρόνισε τὸν Οὐάλεντα. Ἐπεὶ δὲ ὁ Ἀλεξανδρέων δῆμος πόθῳ καὶ πίστει τοῦ ποιμένος ἐστασίαζέ τε καὶ πάντα πράξειν ἠπείλει, καὶ τά τε σιτηγὰ τῶν πλοίων, καὶ αὐτοὺς τοὺς δημοσίους σιτοβολῶνας, ει μὴ τὸν διδάσκαλον ἀπολήψοιντο, πυρὶ παραδοῦναι διετείνοντο· γνοὺς ταῦτα ὁ δυσσεβὴς Οὐάλης, διὰ γραμμάτων δίδωσιν Ἀθανασίῳ πᾶσαν ἄδειαν τὰς Ἐκκλησίας ἰθύνειν. Ἐξορμᾷν δὲ μέλλων εἰς Ἀντιόχειαν, ἐπεὶ Εὐδόξιος ὁ μισόχριστος, δώδεκα καὶ ἐννέα ἔτη κατὰ τῶν εὐσεβῶν ἄσπονδον πόλεμον ἀναλαβὼν, ἀπεφθάρη, τῆς ὁδοιπορίας κατὰ τὴν Νικομήδειαν ἐπεσχέθη. Καὶ οἱ μὲν ἐξ Ἀρείου Δημόφιλον χειρο-
14. And when he had departed to the West, his brother indeed by maternal pangs, yet no brother, but even an adversary as regards the faith, stirs up a truceless war against the Church, that is to say, orthodoxy. And first he banishes the admirable Meletius, who had been recalled by Julian and had recovered his own throne, together with many other chief priests also and the chosen men among the clergy; and next he also throws Egypt into confusion, and seditions and tumults more grievous than those that had gone before shook the city of the Alexandrians. And the God-inspired man, fearing lest perchance he himself should incur the blame for the sedition among the multitude, hides himself for four whole months in his father's tomb. And he who contrived the murders throughout Egypt was Tatianus its prefect, whom divine justice swiftly overtook both for his murderous slaughter and for his impiety; for he falls both from his dignity and from his great wealth, and became a beggar even for his food itself. Moreover, having lost his eyes also, he ends his life painfully and shamefully. And in the midst of these things, while all things were tossing like waves, an earthquake strikes, the greatest of those that had ever occurred, and levels many of the cities to the ground; and in particular it threw down in ruin the ten cities of Crete; and the sea, pouring over its own bounds, cutting off much of the mainland showed a new sea, and subjected much of the submerged land to the plough. Yet none of these things chastened Valens. But since the people of the Alexandrians, out of longing and faith for their shepherd, were both in sedition and threatening to do all things, and were maintaining that they would deliver over to fire both the corn-transporting ships and the public granaries themselves, unless they should recover their teacher; having learned these things, the impious Valens by letters gives Athanasius full licence to govern the Churches. And being about to set out for Antioch, since Eudoxius the Christ-hater, after waging a truceless war against the pious for nineteen years, had perished, he was checked from his journey at Nicomedia. And the partisans of Arius ordain Demophilus
Notes, col. CCXXII b

On the reading

Printed καί, for καὶ.

Printed ει, for εἰ.

PG 25:CCXXIII aRead from the page
τονοῦσιν· οἱ δὲ τὸ ὁμοούσιον πρεσβεύοντες Εὐάγριόν τινα τοῦ μακαρίου Εὐσταθίου τὴν τελεσιουργίαν χειρισαμένου, ὃς πρὸ Μελετίου τὴν Ἀντιοχέων Ἐκκλησίαν ποιμαίνων ὑπὸ τῶν Ἀρειανῶν συνεσκευάσθη, καὶ τῆς ὑπερορίας ψηφίσματι τοῦ εὐσεβοῦς Ἰωβιανοῦ ἀνακληθεὶς, ἐν Κωνσταντινουπόλει διέτριβεν. Ὁ δὲ δυσσεβὴς Οὐάλης, μαθὼν τὰ πραχθέντα, οἷς μὲν οἱ ἐξ Ἀρείου ἔπραξαν συνήσθη τε καὶ ἠγάπησε, τῶν δὲ κηρύκων τῆς εὐσεβείας Εὐστάθιον μὲν τὸν χειροτονήσαντα διὰ στρατιωτικῆς χειρὸς ἐν Βιζύῃ πόλει τῆς Θράκης περιορίζει· Εὐάγριον δὲ τὸν χειροτονηθέντα ἄλλη συνεῖχεν ὑπερορία. Καὶ ταῦτα πράξας ὁ δυσσεβὴς, ἐπὶ τὴν Ἀντιόχου ἀφικνεῖται, τὰ αὐτὰ κατὰ τῶν εὐσεβούντων καὶ πράττων καὶ διανοούμενος· μᾶλλον δὲ πολλῷ χείρονα· καὶ γὰρ διαφόροις θανάτοις τοὺς εὐσεβοῦντας ὑπῆγε· μάλιστα δὲ τῶν φόνων αὐτῷ τὸ προχειρότατον ποταμὸς ὁ Ὀρόντης. Τῆς συγχύσεως οὖν καὶ ταραχῆς ταύτης τὴν οἰκουμένην ἀνατρεπούσης μετὰ τοὺς πολλοὺς καὶ μακροὺς ὑπὲρ τῆς εὐσεβείας ἄθλους καὶ καμάτους εἰς τὸν κοινὸν Δεσπότην, ὃν ἐφίλει, καὶ ὑπὲρ οὗ ἔπασχε, χαίρων ὁ ἀθλητὴς, ἵνα τύχῃ τῶν ἐπάθλων, ἀπεδήμησεν, ἔτη διαρκέσας ἐν τῇ ἀρχιερατικῇ τελετῇ, μᾶλλον δὲ ἐν τοῖς ὑπὲρ αὐτῆς ἀγωνίσμασι, τεσσαράκοντα.
ordain; while those who maintained the consubstantial appointed a certain Evagrius, the blessed Eustathius having performed the consecration, who, shepherding the Church of the Antiochenes before Meletius, had been plotted against by the Arians, and having been recalled from banishment by decree of the pious Jovian, was tarrying in Constantinople. But the impious Valens, having learned what had been done, rejoiced at and approved the things which the followers of Arius had done, whereas of the heralds of piety he confines Eustathius, who had ordained him, by a military force in Bizya, a city of Thrace; and another banishment held Evagrius, who had been ordained. And having done these things, the impious man arrives at the city of Antioch, both doing and devising the same things against the pious; or rather, far worse things; for he subjected the pious to various deaths; and his readiest instrument of slaughter was the river Orontes. While this confusion and tumult, therefore, was overturning the inhabited world, after his many and long struggles and toils on behalf of piety, the athlete departed rejoicing to the common Master, Whom he loved, and on Whose behalf he suffered, that he might obtain the prizes, having lasted forty years in the high-priestly office, or rather in the contests on its behalf.
Impius igitur Valens compertis iis quae gesta fuerant, Arianorum quidem facta cum gaudio probavit. Ex praeconibus autem piae religionis Eustathium, qui ordinasset, cum militari manu misit Birzyen Thraciae urbem, Evagrium autem ordinatum in aliud egit exsilium. Et his gestis impius ille, Antiochiam concedit, ubi eadem ipsa adversus orthodoxos perpetravit et machinatus est; imo multo pejora; variis enim suppliciorum generibus ipsos interfecit, quod magis autem in promptu erat illi ad homines de medio tollendos, Orontes erat fluvius. Dum itaque tanta confusio, tantus tumultus universum orbem misceret, post tot tanta tamque diuturna pro pia religione certamina, post tot labores, ad communem quem dilexerat Dominum cujus causa passus fuerat, gaudens athleta migravit praemia consecuturus, cum annos in episcopatu, imo potius in certaminibus egisset quadraginta.
When, therefore, the impious Valens learned what had been done, he approved with joy the acts of the Arians; but of the heralds of pious religion, Eustathius, who had performed the ordination, he sent with a military band to Birzya, a city of Thrace, while Evagrius, who had been ordained, he drove into another exile. And after doing these things, that impious man repaired to Antioch, where he perpetrated and devised those very same measures against the orthodox, nay much worse ones; for he put them to death by various kinds of torments, and what was most ready to his hand for making away with men was the river Orontes. While, therefore, so great a confusion and so great a tumult were throwing the whole world into turmoil, after so many, so great, and such long-lasting struggles on behalf of pious religion, and after so many labours, the athlete departed rejoicing to the common Lord whom he had loved and for whose sake he had suffered, to win his rewards, having spent forty years in the episcopate—nay rather, in contests.
Ὅτι ἡ συγγραφὴ ἐξ ἧς ἡ προκειμένη προῆλθεν ἐκλογὴ μᾶλλον ἐπὶ τὸ ἠμελημένον ἢ τὸ διηκριβωμένον ἔχει τὴν ῥοπήν· μάλιστα δ' ἐν τῇ τῶν νοημάτων οἰκονομίᾳ ἐν πολλοῖς κεφαλαίοις καὶ καινότερα παρὰ τοὺς ἄλλους ἱστορεῖ.
That the work from which the present selection has come inclines rather towards the careless than the exact; and especially in the arrangement of its thoughts in many chapters it also relates things more novel than the others.
Liber unde haec excerpsimus negligentiam potius redolet quam diligentiam; maxime autem quod pertinet ad oeconomiam orationis et sententiarum in multis capitibus, multa item nova enarrat quae apud alios non reperiuntur
The book from which we have excerpted these things savours of negligence rather than carefulness, especially as regards the arrangement of its discourse and thoughts in many chapters; and it likewise relates many novel things that are not found in other writers.
VITA S. ATHANASII EX METAPHRASTE.
LIFE OF SAINT ATHANASIUS FROM METAPHRASTES.
ΒΙΟΣ ΗΤΟΙ ΑΘΛΗΣΙΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΗΜΩΝ ΠΑΤΡΟΣ ΑΘΑΝΑΣΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΓΕΝΟΜΕΝΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ.
LIFE OR CONTEST OF OUR FATHER AMONG THE SAINTS ATHANASIUS, WHO BECAME BISHOP OF ALEXANDRIA.
VITA SEU CERTAMINA SANCTI PATRIS NOSTRI ATHANASII OLIM EPISCOPI ALEXANDRINI.
THE LIFE OR STRUGGLES OF OUR HOLY FATHER ATHANASIUS, FORMERLY BISHOP OF ALEXANDRIA.
1. Πολλοὶ μὲν τῶν ἁγίων, τῷ οὐρανίῳ πόθῳ τρωθέντες, καὶ ταῖς μαρμαρυγαῖς τοῦ ἀγωνοθέτου Χριστοῦ ἐνατενίσαντες ἀκριβῶς, καὶ ὑπὸ τοῦ ἀληθινοῦ καταυγασθέντες φωτὸς, μέχρι θανάτου ὑπὲρ τοῦ κηρύγματος τοῦ εὐαγγελικοῦ, καὶ τῆς εὐσεβείας ἀθλήσαντες, τὸν οὐράνιον στέφανον ἀνεδήσαντο, προτιμήσαντες τῶν ὁρατῶν τὰ ἀόρατα, καὶ τῆς παρούσης ζωῆς τὴν μέλλουσαν, καὶ τῶν ἐν χερσὶν ὄντων τὰ μὴ βλεπόμενα· ἐξαιρέτως δὲ ὁ τῆς ἀποστολικῆς χάριτος μέτοχος ὑπάρχων, ὁ μέγας Ἀθανάσιος, ὁ ἐν τοῖς ἐπισκόποις τῆς μεγαλωνύμου Ἀλεξανδρείας ὥσπερ μαργαρίτης διαφανὴς, καὶ ζέων τῷ πνεύματι, καὶ πτερωθεὶς τῷ οὐρανίῳ πόθῳ, ἐν πολλοῖς σφόδρα χρόνοις καὶ βασιλεῦσι πολεμοῦσι τῇ εὐσεβείᾳ μαχόμενος, καὶ τῷ ἑσμῷ τῶν αἱρετικῶν ἐν πάσῃ τῇ ὑφηλίῳ, ᾔρατο νίκην τῷ οὐρανίῳ σθένει κατὰ πάσης τῆς κακοδόξων ὁμηγύρεως. Οὔτινος τοὺς ἀγῶνας μὲν ἐκθέσθαι καὶ τὴν ποικίλην αὐτοῦ ἐν τῇ διδασκαλίᾳ τῶν θείων λογίων σοφίαν, ἥτις καὶ διὰ τῶν καταλειφθέντων παρ' αὐτοῦ συγγραμμάτων τηλαυγῶς
1. Many indeed of the saints, wounded with heavenly longing, and gazing intently upon the gleams of Christ the Judge of the contest, and illumined by the true light, having contended unto death on behalf of the evangelical preaching and piety, bound upon themselves the heavenly crown, preferring the invisible things to the visible, and the life to come to the present life, and the things not seen to those at hand; and pre-eminently he who was a partaker of apostolic grace, the great Athanasius, who among the bishops of the renowned Alexandria was like a translucent pearl, and fervent in spirit, and winged with heavenly longing, fighting throughout very many times both against emperors warring against piety, and against the swarm of heretics in the whole world beneath the sun, won the victory by heavenly strength against the whole assembly of the heterodox. Whose contests indeed to set forth, and his manifold wisdom in the teaching of the divine oracles, which also through the writings left behind by him brightly
1. Multi sanctorum coelesti desiderio vulnerati, et splendoribus Christi, certantium remuneratoris, studiose intenti, atque a vera luce illustrati, ad mortem usque pro Evangelii praedicatione, et pro vera religione certantes, coelesti corona donati fuere, quod invisibilia visibilibus, praesenti vitae futuram, praesentibus ea quae in conspectu non erant antetulissent. In primis vero apostolicae gratiae particeps, magnus ille Athanasius, qui inter episcopos celeberrimae Alexandriae veluti margarita conspicuus, fervens spiritu, alatus desiderio coelesti, multis annis contra imperatores piae religioni adversantes, necnon contra coetum haereticorum in toto orbe dimicans, virtute coelesti victoriam retulit de toto prave sentientium conventu. Cujus certamina variamque ejus in sacrorum eloquiorum doctrina sapientiam quae, ex scriptis ab eo relictis, omnibus perspicue nota est, enarrare nemo digne poterit, etiamsi fuerit dicendi peritissimus. Nos vero, quoad feret facultas, gesta ejus recensebimus. Oportet autem primum, pauca de viri a puero institutione enarrare.
1. Many of the saints, wounded with heavenly longing, eagerly intent upon the splendours of Christ the rewarder of contenders, and illumined by the true light, struggled unto death for the preaching of the Gospel and for true religion, and were gifted with a heavenly crown because they preferred invisible things to visible, the future life to the present, and things unseen to those at hand. Foremost among them, a partaker of apostolic grace, was that great Athanasius, who, conspicuous like a pearl among the bishops of most renowned Alexandria, fervent in spirit and winged with heavenly desire, fought for many years against emperors hostile to pious religion as well as against the band of heretics throughout the whole world, and by heavenly power won the victory over the entire assembly of the perverse-minded. His contests and his manifold wisdom in the teaching of the sacred oracles—which is clearly known to all from the writings left by him—no one will be able worthily to recount, even if he be most skilled in speech. We, however, so far as our ability allows, shall review his deeds. First of all, we must relate a few things concerning the man's upbringing from boyhood.
Notes, col. CCXXIII a

On the reading

Printed Οὔτινος, for Οὗτινος.