Migne Reading Room

PG 25 · cols. CCXIV b–CCXVII a · Read from the page

Life of Athanasius from Photius

Life of Athanasius from Photius

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 25:CCXIV bRead from the page
σάκιος· διεμαρτύρατο πᾶσι τὸ περιφανέστατον τοῦ ἀδικήματος· καὶ ὅτι Μακάριος μὲν ὁ πρῶτος τὴν γραφὴν ὑφιστάμενος ἐν σιδήροις ἦν, Ἰσχύρας δὲ ὁ κατήγορος τοῖς ἐκθέσμοις κριταῖς συνετέτακτο. Ὡς δὲ οὐ προσεῖχον ἡ σύνοδος οἷς ᾐτιᾶτο καὶ διεμαρτύρατο, διαλαθὼν πρὸς βασιλέα, ἅτε δὴ καὶ μετακληθεὶς, ἀνεχώρησεν. Οἱ δὲ τοῦ Μαρεώτου κριταὶ, ἐκ μονομερείας ὡς αὐτοῖς τὸ ψεῦδος καὶ ὁ φθόνος ἐπέταττεν, ὑπομνήματα συνταξάμενοι, πρὸς τὴν σύνοδον ἐπανῄεσαν. Αὕτη δὲ, πρὶν ἢ παραγενέσθαι τούτους, ἐρήμην Ἀθανάσιον κατεδιῄτησε. Παραγεγονότων, τήν τε καθαίρεσιν ἐπεκύρωσαν, καὶ λοιδορίαις ἐπηύξησαν. Καὶ παραυτίκα πρὸς τὴν καθιέρωσιν τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας οἱ τὸ ἱερουργικὸν ἐξ ὧν ἔπραξαν ἀνοσιουργήσαντες, σπουδῇ παραγίνονται· καὶ τὸν Ἄρειον ἐπιστάντα, οἱ μὲν περὶ Εὐσέβιον ἀσμένως προσδέχονται, οἱ δὲ τῆς ὀρθῆς ἀπεστράφησαν πίστεως, ὁρίσαντες ἐν Ἀλεξανδρείᾳ τὸν λόγον ὑπέχειν ὧν ἐν αἰτίᾳ καθίσταται, ἐν ᾗ καὶ παραγεγονὼς ἑάλω. Ἐν τούτοις δὲ τῶν πραττομένων κινουμένων, φθάνει γράμματα τοῦ βασιλέως, καὶ Ἀθανάσιον πρὸς αὐτὸν ἀπαγγέλλοντα ἥκειν, καὶ αὐτοὺς ἐπὶ τὴν βασιλίδα παραγενέσθαι· καὶ εἰς ἀγωνίαν ἐμβάλλει τὴν σύνοδον.
sacius—he protested to all the utter notoriety of the injustice: both that Macarius, who was the first undergoing the indictment, was in irons, while Ischyras the accuser had been ranged along with the lawless judges. And when the synod paid no heed to the things which he alleged and protested, having slipped away unnoticed to the emperor, inasmuch as he had indeed been summoned, he withdrew. And the judges of the Mareote, having drawn up records ex parte just as falsehood and envy dictated to them, returned to the synod. And this synod, before these men arrived, condemned Athanasius by default. When they arrived, they both ratified the deposition and augmented it with revilings. And immediately for the consecration of the Church in Jerusalem those who had profaned the priestly office by what they had done arrive in haste; and when Arius presented himself, those around Eusebius gladly receive him, whereas those of the right faith turned away from him, having decreed that in Alexandria he should render an account of the things whereof he stood accused, in which city also having arrived he was convicted. And while affairs were moving among these proceedings, letters of the emperor arrive first, both announcing that Athanasius had come to him, and ordering them to present themselves at the imperial city; and this casts the synod into anxiety.
5. Διὸ οἱ πλείους μὲν αὐτῶν εἰς τὰ οἰκεῖα ἐπανῄεσαν· οἱ δὲ περὶ Εὐσέβιον καὶ Θεογόνιον τέως αὐτόθι χρονίζειν ἐγίνωσκον, τῇ παρολκῇ τοῦ καιροῦ τὴν ἀγωνίαν λύειν μηχανώμενοι. Ἐν δὲ τῷ μεταξὺ καὶ τὸ ἕτερον τῶν ἐγκλημάτων, ὃ τῷ Φιλουμένῳ χρυσίον ἔλεγεν Ἀθανάσιον διαπέμψαι, κατὰ πρόσωπον διαλύεται τοῦ βασιλέως ἐν προαστείῳ τῆς Νικομηδείας Ψαμαθίῳ καλουμένῳ διατρίβοντος. Καὶ ἀποστέλλεται εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς Ἀθανάσιος, γραμμάτων βασιλικῶν τὴν ἀθώωσιν αὐτοῦ πρὸς τοὺς ἐκεῖσε ἀνακηρυττόντων· παρῆν δὲ καὶ Ἄρειος ἀποσταλεὶς, ὥς μοι προείρηται, ὑπὸ τῶν ἐν Ἱεροσολύμοις, καὶ τάραχον ἡ Αἴγυπτος δέχεται πάλιν. Καὶ γράφει ταῦτα τῷ βασιλεῖ ὁ Ἀθανάσιος, καὶ μετάπεμπτον βασιλεὺς ἄγει τὸν Ἄρειον. Ὁ δὲ τοῖς περὶ Εὐσέβιον κατὰ τὴν ὁδὸν ἐν Καισαρείᾳ συμβάλλει, καὶ ἄλλα πάλιν κατὰ Ἀθανάσιον συκοφαντήματα ῥάπτεται. Ὡς δ' ὀψὲ καὶ μόλις οἱ περὶ Εὐσέβιον τῇ βασιλίδι παρεγίνοντο, τὰ μὲν ἄλλα τῶν ἐγκλημάτων ἔλεγον ὑπ' ἐξέτασιν μὴ ἀγαγεῖν, τὰ δὲ περὶ Ἰσχύραν καὶ ἐξετάσαι, καὶ σαφῶς ειδέναι ὑπ' Ἀθανασίου τετολμῆσθαι. Ὡσαύτως καὶ εἰς τὴν σιτοπομπίαν τὴν ἐξ ἔθους δι' Ἀλεξανδρείας τῇ Κωνσταντινουπόλει φερομένην κωλύσειεν. Ἐν οἷς καὶ φωραθεὶς ἔνοχος Ἀθανάσιος, λαθραίως ἀναχωρήσας, τὴν δίκην ἔφυγε. Συναρπαγεὶς οὖν τοῖς πλάσμασιν ὁ βασιλεὺς, εἰς τὰς Γαλλίους οἰκεῖν ἐν Τριβεριάδι ὑπερόριον ἐκπέμπει τὸν πολύαθλον Ἀθανάσιον. Θορύβου δὲ καὶ ζάλης τὴν Αἴγυπτον ἐκκυμαινόντων, καὶ λοιμοῦ δίκην τῆς αἱρέσεως τὰ τῶν Ἐκκλησιῶν λυμαινομένης, ὁ βασιλεὺς Κωνσταντῖνος κατά τι προαστεῖον τῆς Νικομηδείας, ἓν καὶ τριακοστὸν ἐν τῇ βασιλείᾳ διανύσας ἔτος, μεθίσταται
5. Wherefore the majority of them returned to their own homes; while those around Eusebius and Theogonius resolved to linger there for a time, contriving to dissolve their anxiety by the drawing out of time. And in the meantime the other of the charges also, which said that Athanasius had sent gold to Philumenus, is refuted before the face of the emperor while he was staying in a suburb of Nicomedia called Psammathia. And Athanasius is sent off to Alexandria with honour, imperial letters proclaiming his acquittal to those there; yet Arius also was present, having been sent, as has been said by me before, by those in Jerusalem, and Egypt again receives disturbance. And Athanasius writes these things to the emperor, and the emperor summons Arius. And he meets with those around Eusebius along the way at Caesarea, and other calumnies again are stitched together against Athanasius. And when late and with difficulty those around Eusebius arrived at the imperial city, they said that they had not brought the rest of the charges under examination, but that they had examined the matters concerning Ischyras, and knew clearly that they had been dared by Athanasius; and likewise that he would hinder the corn-transport customarily carried through Alexandria to Constantinople. Having been detected guilty in these things as well, Athanasius, having secretly withdrawn, fled the trial. Carried away therefore by their fabrications, the emperor sends out the much-contending Athanasius into exile to the Gauls to dwell in Trier. And while uproar and tempest were tossing Egypt like waves, and the heresy after the manner of a pestilence was ravaging the affairs of the Churches, the Emperor Constantine in a certain suburb of Nicomedia, having completed the thirty-first year in his reign, departs
Notes, col. CCXIV b

On the reading

Printed ειδέναι, for εἰδέναι.

Printed Γαλλίους, for Γαλλίας.

PG 25:CCXV aRead from the page
τῶν ἐνταῦθα, ἄγων ἀπὸ γενέσεως πέμπτον καὶ ἑξηκοστόν. Καταλείπει δὲ τὴν διαθήκην πρεσβυτέρῳ τινὶ τὴν Ἀρείου λύσσαν νοσοῦντι, προστάξας τῷ ὁμωνύμῳ ταύτην ἐγχειρίσαι Κωνσταντίνῳ. Δι' αὐτῆς γὰρ αὐτῷ καὶ ἡ τοῦ πατρὸς βασίλειος ἀρχὴ εἰς κλῆρον ἀντὶ τῆς Ἑσπερίας ἀφωρίζετο. Ἀλλ' ὁ δείλαιος, πολλῶν πυνθανομένων εἰ βασιλέως διαθήκη προελήλυθε, μὴ γενέσθαι διετείνετο, συνεργοὺς ἔχων τοῦ ψεύδους τοὺς ἀνδρογύνους εὐνούχους. Μετ' ὀλίγον δὲ πρὸ τῶν ἄλλων παραγεγονότι Κωνσταντίῳ τὴν τοῦ βασιλέως ἐγχειρίζει διαθήκην λάθρα· καὶ χάριν ἀντὶ τῆς προδοσίας αἰτεῖ τῆς πατρικῆς αὐτοῦ καὶ ὀρθῆς πίστεως τὴν προδοσίαν. Οἱ δὲ περὶ Εὐσέβιον, παρείσδυσιν διὰ τοῦ πρεσβυτέρου πρὸς Κωνστάντιον λαβόντες, Εὐσέβιόν τε τὸν πραιπόσιτον, καὶ δι' αὐτοῦ τοὺς ἄλλους εὐνούχους, καὶ δὴ καὶ τὴν βασιλίδα, τῆς αἱρέσεως παρασκευάζουσιν ἐραστάς. Καὶ τὰ Ἀρείου πάλιν ἐκρατύνετο.
of the affairs here, being in the sixty-fifth year from his birth. And he leaves the will to a certain presbyter sick with the madness of Arius, having ordered him to place it into the hands of Constantine of the same name. For through it the royal dominion of his father was also marked out for him as his lot in place of the West. But the wretched man, when many inquired whether a will of the emperor had come forth, maintained that none had been made, having the effeminate eunuchs as accomplices of the falsehood. And shortly afterwards, to Constantius, who had arrived before the others, he secretly places into his hands the will of the emperor; and as a favour in return for the betrayal he asks for the betrayal of his paternal and orthodox faith. And those around Eusebius, having gained an entrance through the presbyter to Constantius, prepare both Eusebius the chamberlain, and through him the other eunuchs, and indeed even the empress, as lovers of the heresy. And the affairs of Arius again grew strong.
6. Τῶν ἀρχιερατικῶν θρόνων κατ' ἐκεῖνο καιροῦ Μάξιμος μὲν τῶν Ἱεροσολύμων εἶχε τὴν ἐφορείαν, Ἀλέξανδρος δὲ τῆς βασιλίδος, Ἀθανάσιος δ' ἦν ὑπερόριος. Ἄρειος δὲ, παραγεγονὼς ἐν Κωνσταντινουπόλει, τὴν τοῦ Θεοῦ διαφθείρειν ἐφρυάττετο Ἐκκλησίαν. Ἀλλ' ἡ φιλάνθρωπος οὐκ ἐμακροθύμησε δίκη· ταῖς δὲ τοῦ ἱεροῦ Ἀλεξάνδρου παροξυνθεῖσα προσευχαῖς, αὐτῇ αἱρέσει ἐκκόπτει τὸν Ἄρειον, καὶ τῶν σπλάγχνων αὐτοῦ ἀθρόον διαπεσόντων κάτωθεν, τῆς ζωῆς ἀπελαύνεται. Μικρὸν δὲ τῶν ἐξ Ἀρείου ἐφησυχασάντων, αὖθις ἅπαντα κινοῦσι, τὸ ὑπερόριον Ἀθανασίου μέγα ὅπλον αὐτοῖς εἰς τὸ καταπράξασθαι ἃ διενοοῦντο, νομίζοντες. Ἀλλ' ἡ θεία πρόνοια τὴν αὐτῶν σπουδὴν προφθάνουσα, Ἀθανάσιον ἐπανάγει τῆς ὑπερορίας γράμμασιν ὠχυρωμένον βασιλικοῖς· οἷς αὐτὸν ὁ τῆς δύσεως ἔχων τὸ σκῆπτρον Κώνστας ἐφοδιάζων εἰς Ἀλεξάνδρειαν ἐξαπέστειλε. Καὶ ἥδιστα μὲν τὸν ποιμένα ὅσοι τῆς ὀρθοδοξίας ἦσαν ἐδέχοντο· τὸ δ' αἱρετίζον στάσεις ἀνεκίνει, καὶ τοῖς περὶ Εὐσέβιον ἀφορμὰς παρεῖχον ἐνδιαβάλλειν πάλιν τὸν Ἀθανάσιον πρὸς Κωνστάντιον, καὶ τοσοῦτον ταῖς διαβολαῖς εἰς ὀργὴν τὸν εὐρίπιστον ἀνεῤῥίπισαν, ὡς αὐτίκα πάλιν ὑπερορίαν κατὰ τοῦ ἁγίου ψηφίσασθαι. Οὗτοι, καὶ νεκροῦ τινος χεῖρα εἰς ὅπλον συκοφαντίας κατὰ τοῦ ὁσίου ἐκκόψαντες, καθωπλίσαντο, Ἀρσενίου δὲ ταύτην ἐφήμιζον, καὶ ἀπὸ Ἀθανασίου μὲν ἐκκόφθαι, εἶναι δὲ αὐτῷ ταύτην μαγικῆς τέχνης ὄργανον. Καὶ ἡ μὲν τῆς ὑπερορίας ψῆφος οὐ λύεται· συνέδριον δὲ ἐν Τύρῳ, βασιλέως προστάττοντος, συναθροίζεται· καὶ προχειρίζεται τὸ βασιλικὸν βούλημα ἄνδρα συνέστιον καὶ ὁμόφρονα Ἀρχέλαον ὄνομα, καὶ σὺν αὐτῷ τὴν Φοινίκης ἄρχοντα συνεδριάσαι τε τοῖς περὶ Εὐσέβιον, καὶ συνδιασκέψασθαι ἃ κατὰ τοῦ Ἀθανασίου συνεσκευάστο. Ἐχρόνιζον οὖν οἱ ἐν Τύρῳ, ὡς μὲν οἱ δυσσεβεῖς ἐπλάττοντο, τοὺς ἀπὸ Ἀλεξανδρείας κατηγόρους ἀναμένοντες, οὓς καὶ τοῦ μύσους αὐτόπτας, καὶ τὸν Ἀρσένιον καλῶς ἐπιγινώσκειν διήγγελλον· ὡς δὲ τὸ ἐκβεβηκὸς ἔδειξε, κατὰ θείαν πρόνοιαν. Ἦν μὲν γὰρ ὁ Ἀρσένιος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἀναγνώστης, καί ποτε δίκην αἰσχρᾶς αἰτίας μέλλων ὑπέχειν, ἐξαρπάζεται μὲν ὑπὸ Ἀθανασίου, δρασμῷ
6. Of the archiepiscopal thrones at that season, Maximus held the oversight of Jerusalem, and Alexander that of the imperial city, while Athanasius was in exile. And Arius, having arrived in Constantinople, was raging to corrupt the Church of God. But humane justice was not long-suffering; provoked by the prayers of the sacred Alexander, it cuts off Arius together with his heresy, and as his bowels fell out all at once from beneath, he is driven from life. And after the partisans of Arius had kept quiet for a little while, they again stir up all things, accounting the exile of Athanasius a great weapon for themselves towards accomplishing what they had in mind. But divine providence, anticipating their zeal, brings Athanasius back from exile fortified with imperial letters; furnishing him with which as provisions, Constans, who held the sceptre of the West, sent him forth to Alexandria. And all who were of orthodoxy received their shepherd most gladly; whereas the heretical party stirred up seditions, and afforded pretexts to those around Eusebius to slander Athanasius again before Constantius, and by their slanders they fanned the easily swayed man into such anger as straightway to vote exile again against the saint. These men, having also cut off the hand of a certain dead man as a weapon of sycophancy against the holy man, armed themselves with it, and spread the rumour that it was Arsenius's, and that it had been cut off by Athanasius, and that he had it as an instrument of magic art. And the vote of exile is not dissolved; but a council is gathered in Tyre at the emperor's command; and the imperial decree appoints a man who was a table-companion and of the same mind, Archelaus by name, and with him the ruler of Phoenicia, both to sit in council with those around Eusebius and to examine together the things that had been contrived against Athanasius. Those in Tyre therefore delayed, as the impious men pretended, awaiting the accusers from Alexandria, whom they proclaimed to be both eyewitnesses of the abomination and well acquainted with Arsenius; but as the outcome showed, according to divine providence. For Arsenius was a reader of the church in Alexandria, and once, being about to undergo punishment on a shameful charge, he is rescued by Athanasius, and by flight
Notes, col. CCXV a

On the reading

Printed ἐκκόφθαι, for ἐκκεκόφθαι.

Printed τὴν Φοινίκης ἄρχοντα, for τὸν Φοινίκης ἄρχοντα.

PG 25:CCXV bRead from the page
Testamentum autem commisit cuidam presbytero, qui Ariano furore laborabat, jubens ut cognomini sibi Constantino traderet. Quo ipsi patris imperium loco Occidentalis imperii tradebatur. At miser ille sciscitantibus plurimis, an imperator testamentum fecisset, non fecisse affirmabat, nactus mendacii adjutores androgynos eunuchos. Paulo post autem advenienti ante alios Constantio clam testamentum tradidit imperatoris, ac in proditionis suae mercedem, gratiam postulat, paternae scilicet sanaeque fidei proditionem. Eusebiani porro presbyteri opera perfugium apud Constantium adepti, Eusebium praepositum, ac per eum alios eunuchos, imo ipsam imperatricem ad haereseos trahunt amorem atque patrocinium. Tum Arianae res firmitatem accepere.
Moreover, he entrusted his testament to a certain presbyter who suffered from Arian madness, bidding him deliver it to Constantine his namesake, whereby his father's empire was handed over to him in place of the Western empire. Yet when very many inquired whether the emperor had made a testament, that wretch affirmed that he had not made one, having secured the effeminate eunuchs as helpers in his falsehood. Shortly afterwards, however, when Constantius arrived before the others, he secretly handed over the emperor's testament to him, and as the reward of his treachery asked a favour, namely the betrayal of his father's and sound faith. Furthermore, the Eusebians, having gained a refuge with Constantius through the agency of the presbyter, drew Eusebius the chamberlain, and through him the other eunuchs, nay even the empress herself, to a love and patronage of the heresy. Then the Arian cause acquired strength.
6. Archiepiscopales autem thronos tum hi occupabant, Maximus Jerosolymitanum, Alexander imperatoriae urbis, Athanasius vero exsul erat. Arius vero cum Constantinopolim venisset, desiderio infremebat labefactandae Dei Ecclesiae. Sed divina ultio rem non ultra toleravit: precibusque sancti Alexandri commota, haeresin Ario privat, qui visceribus effusis exstinctus est. Cum autem post haec parum conquievissent Ariani, omnia denuo commoverunt, rati magno sibi fore telo Athanasii exsilium ad omnia pro libidine peragenda. Verum divina providentia conatum praeoccupavit eorum, Athanasiumque ab exsilio reduxit, litteris munitum imperatoriis: quibus eum Constans Occidentalium partium imperator, ceu viatico quodam instructum, remisit Alexandriam. Tum pastorem suum quotquot sanae fidei erant, libentissime receperunt, haeretici autem seditiones excitarunt, ac Eusebio occasionem dederunt, ut Athanasium rursus apud Constantium calumniaretur, atque calumniis suis levissimum hominem ita in iram concitarunt, ut sanctum iterum exsilio damnaret. Hi mortui cujusdam manu abscissa, eam quasi telum adversus sanctum virum ad calumniam protulere, quam manum dicebant Arsenii esse, et ab Athanasio abscissam, aiebant esse magicae artis instrumentum. Decretum porro exsilii nequaquam solutum fuit: sed jussu imperatoris concilium Tyri cogitur: mandatumque imperatorium traditur, ut Archelaus, qui eadem in domo habitabat, ac cum ipsis sentiebat, una cum Phoenices praefecto Eusebianis assiderent, et una examinarent ea quae adversus Athanasium conficta fuerant. Moram itaque trahebant qui Tyri sedebant, quasi Alexandria venturos accusatores exspectarent, quos oculatos esse sceleris testes, atque Arsenium probe nosse nuntiabant: ut autem ex eventu palam fuit, divina providentia ita dispensante. Erat enim Arsenius Alexandrinae Ecclesiae lector, qui cum turpis sceleris poenas daturus esset, ab Athanasio ereptus fuerat et fuga quaesierat sibi salutem. Cumque perfuga ille lateret, hinc calumniandi audacia impiis accessit.
6. Now at that time these men occupied the archiepiscopal thrones: Maximus that of Jerusalem, and Alexander that of the imperial city, while Athanasius was in exile. And when Arius had come to Constantinople, he raged with desire to undermine the Church of God. Yet divine vengeance brooked the matter no further: moved by the prayers of the holy Alexander, it bereft the heresy of Arius, who perished when his bowels gushed out. After the Arians had kept quiet for a little while following these events, they threw everything into turmoil anew, reckoning that the exile of Athanasius would serve them as a great weapon for accomplishing all things at their pleasure. But divine providence forestalled their attempt and brought Athanasius back from exile, armed with imperial letters, with which Constans, emperor of the Western parts, sent him back to Alexandria, furnished as it were with a kind of provision for the journey. Then all who were of sound faith most gladly received their shepherd, whereas the heretics stirred up tumults and gave Eusebius an opportunity for Athanasius to be slandered once more before Constantius; and by their calumnies they so roused the most fickle man to wrath that he condemned the saint to exile again. Having cut off the hand of a certain dead man, they brought it forward like a weapon against the holy man by way of slander; they said that this hand was that of Arsenius, and that, having been severed by Athanasius, it was an instrument of magic art. Moreover, the decree of exile was by no means annulled; rather, by the emperor's command a council was convened at Tyre, and an imperial commission was issued that Archelaus, who dwelt in the same household and shared their sentiments, together with the prefect of Phoenicia, should sit with the Eusebians and jointly examine the charges that had been fabricated against Athanasius. Those who sat at Tyre accordingly dragged out the proceedings, as though they were awaiting accusers who were to come from Alexandria, whom they reported to be eyewitnesses of the crime and to know Arsenius full well—yet in reality, as became clear from the outcome, through the dispensation of divine providence. For Arsenius was a reader of the Church of Alexandria who, when he was about to pay the penalty for a shameful offence, had been rescued by Athanasius and had sought safety for himself in flight. And since that fugitive lay in hiding, boldness in slandering accrued from this to the impious.
Notes, col. CCXV b

On the reading

Printed abcissam, for abscissam.

PG 25:CCXVI aRead from the page
Sed commiseratione ductus Arsenius erga liberatorem suum (in illa enim concilii cunctatione sycophantiae fama ubique pervagata est), Tyrum concedit; ratus sibi potius moriendum esse, quam sui causa circa tantum virum totum orbem scandalizari; Athanasio autem secreto se sistit, ac consilium ab eo accipit ut ante judicium omnibus lateret, ne quid ipse mali a sycophantis pateretur, et ut conspecta calumniae confictae manifesta confutatione, accusationem adversarii desererent.
Moved, however, with compassion towards his deliverer (for during that delay of the council the rumour of the false accusation had spread everywhere), Arsenius repaired to Tyre, reckoning that he ought rather to die than that on his account the whole world should be scandalized concerning so great a man; and he presented himself in secret to Athanasius, and received counsel from him to remain hidden from all before the trial, lest he himself should suffer any harm from the sycophants, and lest his adversaries, upon seeing the manifest refutation of their fabricated calumny, should abandon the prosecution.
7. Convocato itaque concilio, primam illi calumniam intentant mulieris de stupro oblato accusantis. Clamabat porro impudens muliercula, sibi noctu ab irrumpente Athanasio vitium oblatum fuisse. Aderat porro illi virginitatis amatori et Timotheus ejus presbyter, unaque consilium ineunt sapientissimum, imo a Deo ipso inspiratum, quo malae impiorum artes, facile confutatae forent. Cum enim coram muliere adducti essent, qui accusatus fuerat quiete Deum precabatur. Timotheus autem, furiosa illa muliere impudenter agente, et Athanasium, uti edocta fuerat, corruptorem vocante; ille, inquam, presbyter, quasi Athanasius ipse fuisset, Dic mihi, inquit, mulier, egone apud te mansi? aut tu me domi excepisti, an noctu te violavi? Illa, utpote ex publico lupanari mulier, impudente vultu, oculisque ad Timotheum intentis: Tu es, exclamat, qui vim mihi intulisti, meque noctu corrupisti. Et ad judices conversa, calumniis suis horrenda adjecit juramenta, Timotheumque digito ostendens, illumque trahens dicebat: Is est, et non alius, corruptor meus. Judices porro cum satellitibus ridere, Athanasiique prudentiam mirari, quod vel silens, accusationem contra se intentatam in accusatores vertens, impudentissimos esse sycophantas palam fecisset. At illi nequaquam resipuere nec majorem aequi bonique habuere curam. Accusatores igitur, quos ingemere oportebat, et gratiae loco habere, quod sycophantiae poenas non luerent, linguam adornant suam ad calumniam de Arsenii manu, crimenque caedis et veneficii viro ascribunt pietatis propugnatori. Ille voce ac mente imperterritus: Quis, inquit, ex vobis Arsenium novit vel dexteram ejus? Respondentibus ex consessu non paucis qui erant cum accusatoribus, se probe nosse Arsenium; tum Athanasius: Quandoquidem, ait, se probe et accurate nosse Arsenium confitentur; adest ille, ingrediatur. Quo ingresso, rursum interrogavit, an illum introductum, nossent esse Arsenium. Cum id negare non possent illi, pertrahit illum propius ad tribunal, jubetque primum ut dexteram erigat manum, deindeque sinistram. Et exclamavit: Ecce Arsenium, viri cives, ecce ambas ejus manus, o admirandi judices. Dicant ergo accusatores, cujus est manus isthaec, et a quo illam resecuerint: quo autem animo ea sint usi, nemini ambiguum; resecuerunt enim ab homine, ut nos interficerent.
7. When the council had therefore been convened, they brought against him as their first calumny a woman accusing him of having committed outrage upon her. The shameless creature kept clamouring that violation had been inflicted upon her at night by Athanasius bursting in. Now Timothy his presbyter was also present with that lover of virginity, and together they formed a most wise plan—nay, one inspired by God Himself—whereby the evil arts of the impious might easily be confuted. For when they had been brought in before the woman, he who stood accused quietly prayed to God; while Timothy, as that frantic woman was acting shamelessly and calling Athanasius her corrupter as she had been schooled—that presbyter, I say, as though he were Athanasius himself, said: 'Tell me, woman, did I lodge with you, or did you receive me in your home, or did I violate you at night?' She, being a woman from a public brothel, with shameless face and eyes fixed upon Timothy, cried out: 'You are the one who used force upon me and corrupted me at night!' And turning to the judges, she added fearful oaths to her slanders, and pointing at Timothy with her finger and dragging him, she kept saying: 'He, and no other, is my corrupter!' The judges thereupon laughed along with the guards and marvelled at the prudence of Athanasius, in that even while keeping silent he had turned the accusation aimed against himself back upon his accusers and openly shown the sycophants to be utterly shameless. Yet they in no way came to their senses, nor took any greater care for what was fair and good. The accusers, therefore, who ought to have groaned and counted it a favour that they were not paying the penalty for false accusation, equipped their tongue for the slander concerning the hand of Arsenius, and imputed the crime of murder and sorcery to the champion of piety. Undaunted in voice and mind, he said: 'Who among you knows Arsenius or his right hand?' When not a few from the assembly who were with the accusers answered that they knew Arsenius well, Athanasius then said: 'Since they confess that they know Arsenius well and accurately, he is here; let him come in.' When he had entered, he asked once more whether they recognized the man brought in to be Arsenius. When they could not deny it, he drew him nearer to the tribunal and bade him lift up first his right hand and then his left. And he cried aloud: 'Behold Arsenius, fellow citizens; behold both his hands, O admirable judges! Let the accusers state, then, whose this hand is, and from whom they severed it; for with what intent they used it is doubtful to no one, since they severed it from a man in order to put us to death.'
PG 25:CCXVI bRead from the page
δὲ τὴν σωτηρίαν καρποῦται. Καὶ τὸ ἀφανὲς τοῦ φυγάδος θαῤῥεῖν τῷ πλάσματι τοὺς δυσσεβεῖς ὑπετίθετο. Ἀλλ' οἶκτον λαβὼν τοῦ σωτῆρος ὁ Ἀρσένιος (ἐν γὰρ τῷ βραδύνειν τὸ συνέδριον ἡ τῆς συκοφαντίας φήμη πανταχοῦ διέδραμε), πρὸς τὴν Τύρον παραγίνεται, κρεῖσσον λογιζόμενος εἰ δέοι αὐτὸν καὶ τεθνάναι, ἢ δι' αὐτὸν τὴν οἰκουμένην περὶ τηλικούτου ἀνδρὸς σκανδαλίζεσθαι. Ἐμφανίζεται δὴ κατὰ μυστικὴν ὁμιλίαν τῷ σεβασμίῳ Ἀθανασίῳ, καὶ δέχεται βουλὴν λανθάνειν πάντας πρὸ τῆς δίκης· ἵνα μή τι κακὸν αὐτὸς παρὰ τῶν συκοφαντῶν πάθοι, ἢ τὸν ἔλεγχον ἄφυκτον τοῦ δράματος συνιδόντες εἰς ὑπέρθεσιν τὸ ἔγκλημα διαλύσωσιν.
reaps his safety. And the disappearance of the fugitive suggested to the impious men to be confident in their fabrication. But Arsenius, taking pity on his saviour (for while the council tarried, the report of the sycophancy ran everywhere), comes to Tyre, reckoning it better, if need be, even that he himself should die, than that on his account the world should be scandalized concerning so great a man. He presents himself, then, in secret conversation to the venerable Athanasius, and receives counsel to lie hidden from all before the trial; lest he himself should suffer some harm from the sycophants, or lest, perceiving the refutation of the drama to be inescapable, they should dissolve the charge into a postponement.
7. Ἀθροίζουσιν οὖν τὸ συνέδριον· καὶ πρώτη συκοφαντία, γύναιον αὐτῷ ἐπαφιᾶσι μοιχείαν ἀνακαλούμενον. Ἐβόα δὲ τὸ ἀναιδὲς ἐκεῖνο καὶ μεμισθωμένον γύναιον νύκτωρ ἄκουσα φθορὰν ὑποστῆναι ἐπιπεσόντος αὐτῇ Ἀθανασίου. Συνῆν τῷ τῆς παρθενίας ἐραστῇ καὶ Τιμόθεος ὁ αὐτοῦ πρεσβύτερος καὶ βουλὴν σοφίας, μᾶλλον δὲ θείας ἐπιπνοίας βουλεύονται, δι' ἧς τὸ κακομήχανον τῶν δυσσεβῶν ῥᾳδίως ἔμελλεν ἀπαιτεῖσθαι τὸν ἔλεγχον. Ἐπεὶ γὰρ εἰς πρόσωπον ἤχθησαν τοῦ γυναίου, ὁ μὲν κατηγορούμενος, ἡσυχῇ Θεὸν ἐδυσώπει· Τιμόθεος δ', ἀναιδευομένης τῆς μαινάδος, καὶ τὸν Ἀθανάσιον, ὡς ἐδιδάχθη, φθορέα καλούσης, ὁ πρεσβύτερος, ὡς δῆθεν Ἀθανάσιος, Εἰπέ μοι, ὦ γύναι, φησὶν, ἐγὼ παρὰ σοὶ ἔμεινα, ἢ σύ με ἐν οἴκῳ τῷ σῷ ὑπεδέξω, ἢ νύκτωρ σὲ ἐβιασάμην; Ἡ δὲ, οἷα γύναιον ἐκ δημοσίου τέγους, ἀναιδεῖ προσώπῳ καὶ ἀτενέσιν ὀφθαλμοῖς πρὸς τὸν Τιμόθεον ἀποβλέψασα, Σὺ εἶ ὁ τὴν βίαν μοι ἐπενεγκὼν, καὶ τὴν φθορὰν νύκτωρ, ἀνεβόα· καὶ πρὸς τοὺς κριτὰς ἐπιστραφεῖσα τοὺς φρικτοτάτους ὅρκους ταῖς διαβολαῖς συνῆπτεν, ὡς οὗτος, τὸν Τιμόθεον πάλιν δακτυλοδεικτοῦσα καὶ ἕλκουσα· Οὗτός ἐστι, καὶ οὐκ ἄλλος ὁ ἐμὸς φθορεύς. Οἱ δὲ κριταὶ σὺν τοῖς δορυφόροις τῆς μαχλάδος μὲν κατεγέλων, Ἀθανάσιον δὲ τῆς συνέσεως ἐθαύμαζον, ὅπως σιγῶν τὸ κατ' αὐτοῦ ἔγκλημα εἰς τοὺς κατηγόρους περιτρέψας, ἀναιδεστάτους συκοφάντας ἀπέδειξεν. Αυτοὶ δὲ ἑαυτῶν οὐδὲν ἀμείνους εἰς τὸ φροντίσαι τοῦ δικαίου γεγόνασιν. Οἱ δὲ κατήγοροι, δέον στένειν καὶ χάριν εἰδέναι, εἴ τις αὐτοὺς μὴ ἀπαιτοίη τὴν τῆς συκοφαντίας δίκην, οἱ δὲ καὶ πρὸς τὴν Ἀρσενίου δεξιὰν τὴν γλῶσσαν ὁπλίζουσι· καὶ φόνον ἅμα καὶ γοητείαν τῳ τῆς εὐσεβείας ἀγωνιστῇ περιάπτουσιν. Ἀλλ' ἐκεῖνος ἐν τῷ ἀταράχῳ καὶ τῆς φωνῆς καὶ τῆς γνώμης, Καὶ τίς γάρ ἐστι, φησὶν, ἐξ ὑμῶν, ὁ γινώσκων τὸν Ἀρσένιον ἢ τὴν αὐτοῦ δεξιάν; Φαμένων δ' οὐκ ὀλίγων οὓς εἶχε τὸ συνέδριον σὺν τοῖς κατηγόροις, ὡς σαφῶς εἰδεῖεν τὸν Ἀρσένιον· Καὶ ἐπεὶ βεβαίως καὶ ἀκριβῶς, ὁ Ἀθανάσιος ἔφησε, γινώσκειν οὗτοι συνωμολόγησαν τὸν Ἀρσένιον, ὁ δὲ πάρεστιν, εισίτω. Εἰσελθόντος δὲ, πάλιν ἐπηρώτα εἰ τὸν εἰσαχθέντα ἴσασιν, ὡς εἴη Ἀρσένιος. Τῶν δὲ οὐκ ἐχόντων ἀρνήσασθαι, ἕλκει τε αὐτὸν μᾶλλον τοῦ βήματος ἐγγύτερον· καὶ πρώτην τὴν δεξιὰν ἀνατεῖναι κελεύσας χεῖρα, εἶτα καὶ τὴν ἀριστερὰν, ἀνέκραγεν· Ἰδοὺ Ἀρσένιος, ἄνδρες πολῖται· ιδοὺ καὶ αἱ τούτου δύο χεῖρες, ὦ θαυμάσιοι δικασταί. Ειπάτωσαν οὖν οἱ
7. They therefore assemble the council; and as a first sycophancy, they let loose upon him a woman charging him with adultery. And that shameless and hired woman cried out that by night against her will she had suffered ruin when Athanasius fell upon her. There was present with the lover of virginity also Timothy his presbyter, and they take a counsel of wisdom, or rather of divine inspiration, through which the evil contrivance of the impious was easily about to meet its refutation. For when they were brought face to face with the woman, the accused quietly entreated God; while Timothy, as the frantic woman behaved shamelessly and, as she had been taught, called Athanasius her corrupter, the presbyter, as though he were Athanasius, said, Tell me, O woman, did I stay with you, or did you receive me in your house, or by night did I force you? And she, like a woman from a public brothel, with a shameless face and staring eyes looking towards Timothy, cried out, You are he who brought force upon me, and ruin by night; and turning towards the judges she joined the most dreadful oaths to her slanders, pointing her finger again at Timothy and dragging him, saying that this was he: This is my corrupter, and no other. And the judges with the bodyguards laughed in scorn at the harlot, and marvelled at Athanasius for his prudence, how in silence turning the charge against him back upon the accusers, he proved them most shameless sycophants. Yet they themselves became no better than themselves as regards caring for justice. And the accusers, when they ought to have groaned and been grateful if anyone did not exact from them the penalty of sycophancy, even arm their tongue concerning the right hand of Arsenius; and they fasten murder together with sorcery upon the champion of piety. But he, in the calmness both of his voice and of his mind, says, And who then is there among you that knows Arsenius or his right hand? And when not a few whom the council had together with the accusers said that they knew Arsenius clearly: Since therefore, said Athanasius, these men have agreed that they know Arsenius surely and accurately, and he is present, let him come in. And when he had come in, he asked again whether they knew the man brought in, that he was Arsenius. And as they could not deny it, he draws him still nearer to the tribunal; and having ordered him to hold up first his right hand, then also his left, he cried aloud: Behold Arsenius, fellow citizens; behold also his two hands, O admirable judges. Let therefore the
Notes, col. CCXVI b

On the reading

Printed Αυτοὶ, for Αὐτοὶ.

Printed τῳ, for τῷ.

Printed εισίτω, for εἰσίτω.

Printed ιδοὺ, for ἰδοὺ.

Printed Ειπάτωσαν, for Εἰπάτωσαν.

PG 25:CCXVII aRead from the page
κατήγοροι τίνος ἐστὶν ἡ χεὶρ καὶ τίνος αὐτὴν ἐξέκοψαν; ἐφ' ᾧ γὰρ ταύτῃ ἐχρήσαντο, οὐκ ἔτι λοιπὸν οὐδενὶ ἀμφισβήτησις· ἐχειροκόπησαν γὰρ ἄνθρωπον ὡς ἂν ἡμᾶς θανατώσωσιν. Ἀλλ' ὁ μὲν οὕτω τὰ τῶν ἀντιπάλων πάντα διέλυε μηχανήματα· οἱ δὲ κριταὶ, τυφλοὶ καὶ κωφοὶ ἔκ τε τοῦ ζητεῖν ἀρέσκειν Κωνσταντίῳ γεγονότες, καὶ ἐξ ὧν ἀπέκλινον τοῖς αἱρετίζουσιν, ἀπέλιπόν τε τὸ βῆμα, καὶ σιγῇ διδόναι τὰ ἐληλεγμένα ἐτεχνάζοντο. Ὑποχωρησάντων δὲ τούτων, κίνησις οὐκ ἔτι συκοφαντιῶν, ἀλλ' ἀναιδῶς μιαιφονίας κατὰ τοῦ τρισαριστέως ἀναῤῥήγνυται. Και οἱ μὲν λόγοις, οἱ δὲ καὶ χερσὶ τὸν νικητὴν προὐπηλάκιζον· οἱ δὲ καὶ τὸν ἐκ τοῦ βασιλέως ἐπέσειον θάνατον. Ὁ δὲ Ἀρχέλαος μέλλοντα διασπᾶσθαι τὸν ὅσιον ὑπὸ τῶν δυσσεβῶν, μόλις τῆς οἰκίας καταβὰς (ει γὰρ καὶ πρὸς τὴν κρίσιν οὐχ ἑώρα, ἀλλ' οὖν εἶχέ τινα τῆς φύσεως αἰδώ), μετὰ καὶ τῶν δορυφόρων ἐξαρπάζει, καὶ δρασμὸν κρύφιον αὐτῷ παρασκευάζει, καὶ ὑποτίθεται· τὸ δὲ
accusers say whose is the hand and from whom they cut it off; for to what end they used it, there is no longer any doubt to anyone; for they cut off a man's hand in order that they might put us to death. Thus, then, he dissolved all the machinations of his adversaries; but the judges, having become blind and deaf both from seeking to please Constantius and because they inclined towards the heretics, left the tribunal, and contrived to pass over the refuted charges in silence. And when these had withdrawn, an outbreak no longer of sycophancies, but shamelessly of murderous slaughter bursts forth against the thrice-noble champion. And some with words, and others even with their hands insulted the victor; and others brandished the threat of death from the emperor. But Archelaus, when the holy man was about to be torn in pieces by the impious, having barely come down from his house (for though he did not look towards justice, yet he had some natural shame), together with the bodyguards rescues him, and prepares and suggests to him a secret flight; while the
δυσσεβὲς συνεδριάσαντες αὖθις γράφουσί τε τὸν ἀναίτιον αἰτίαις ἀτόποις, ἃς αὐτοὶ συνέπλασαν, ἁλῶναι· καὶ διαφόροις βιβλιδίοις ἐγκαταθέμενοι τὰ τοῦ ψεύδους, τῷ τε Κωνσταντίῳ καὶ πάσῃ διαπέμπονται τῇ οἰκουμένῃ.
ungodly crew, sitting in council once more, wrote that the innocent man had been convicted on preposterous charges which they themselves had concocted; and having set down their falsehoods in sundry libels, they dispatched them both to Constantius and to the whole inhabited world.
8. Καὶ γίνεται τῷ πολυάθλῳ πᾶσα χώρα φυγὴ σφόδρα ζητουμένῳ. Καὶ ἡ ζήτησις τοῖς μὲν συνειδόσι καὶ μὴ καταμηνύουσι ζωῆς ἀφαίρεσιν ἐπέβαλλε τὴν ζημίαν· τοῖς δὲ κομίζουσιν ἢ ζῶντα ἢ τὴν αὐτοῦ κεφαλὴν δωρεαὶ προὐτείνοντο μεγάλαι. Ἃ συνιδὼν ὁ τῆς ὑπομονῆς ἀδάμας, ἐν λάκκῳ ὕδωρ μὴ ἔχοντι ἐπὶ ἓξ ἔτεσι λαθὼν ἐκαρτέρει. Ὡς δὲ καὶ τὸ χωρίον ἐκεῖνο προδίδοσθαι ἔμελλε, θείας ὄψεως τὴν προδοσίαν τῷ θεράποντι πρὸ μιᾶς ἡμέρας μηνυσάσης, κἀκεῖθεν ἀποδιδράσκει, καὶ πρὸς τὴν Δύσιν ἀπαίρει· τοῦ Κώνσταντος ἤδη τὴν ἀρχὴν ἔχοντος, οὐ τὴν ἑαυτοῦ, ἀλλὰ καὶ τὴν τοῦ ἀδελφοῦ Κωνσταντίνου. Καὶ γὰρ αὐτὸν τὸ στρατιωτικὸν, τυραννίδι ἐπιθέμενοι, ἀνεῖλον. Διδάσκει τοιγαροῦν διὰ συνδρομῆς Ἰουλίου τοῦ Ῥώμης τὸν βασιλέα Κώνσταντα τὰς συσκευὰς ἃς ὑπὸ τῶν Ἀρειανῶν ὑπέστη, καὶ τὴν σύνοδον τὴν ἐν Ἀντιοχείᾳ ἐπὶ διαστροφῇ τῆς πίστεως συγκροτηθεῖσαν· καὶ ὡς Γεώργιον εἰς τὸν αὐτοῦ θρόνον ἐκθέσμως χειροτονήσαντες ἐγκαθίδρυσαν· καὶ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνου Γρηγόριον. Εὐσέβιος μέντοι, διαπραξάμενος ἃ ἐσπούδαζε, διαπρεσβεύεται πρὸς τὸν ὅσιον Ἰούλιον, κοινωνὸν λαβεῖν τῆς Ἀθανασίου κατακρίσεως μηχανώμενος. Ὁ δὲ ἐξ ὧν ἐκεῖνος ἔγραφεν, οὐ κατάκρισιν, ἀθώωσιν δὲ μᾶλλον Ἀθανασίου συνορῶν, γράμμασι τὸν ἠδικημένον ἐπιῤῥώσας, εἰς Ἀλεξάνδρειαν ἀποστέλλει· ἐν οἷς καὶ τοὺς αὐτὸν καθελόντας δικαία καὶ οὐ μικρὰ μέμψις μετήρχετο. Ἀλλ' οἱ τῆς Ἀρείου λύσσης, ὑποφθείραντες ἐπὶ πλέον τὸν Κωνστάντιον, ὃν αὐτοὶ κεχειροτονήκασι Γρηγόριον, ἐπὶ τὴν Ἀλεξάνδρειαν στρατιωτικῇ χειρὶ ἐκπεμφθῆναι καταπράττονται (Συριανὸς ἦν στρατηγὸς τῆς τοιαύτης παρατάξεως), καὶ ὁ στρατὸς εἰς πέντε χιλιάδας ἀπηρτίζετο. Διαφεύγει δ' οὖν ὁ σοφὸς Ἀθανάσιος τόν τε στρατηγὸν καὶ τοὺς στρατιώτας πνέοντας κατ' αὐτοῦ τὸν φόνον· καὶ τὸ δεύτερον ἐπὶ
8. And every land becomes a place of flight for the much-suffering man, as he is vehemently sought after. And the search imposed the penalty of loss of life upon those who knew and did not inform; while great gifts were held out to those who should bring either him alive or his head. Perceiving which things, the adamant of patience endured in hiding for six years in a cistern having no water. And when that place also was about to be betrayed, a divine vision having disclosed the betrayal to the servant one day before, he escapes from there also, and departs to the West; Constans already holding the empire, not only his own, but also that of his brother Constantine. For the soldiery, attacking him for tyranny, had slain him. He therefore informs the Emperor Constans, through the assistance of Julius of Rome, of the plots which he had undergone at the hands of the Arians, and of the synod convoked in Antioch for the perversion of the faith; and how, having lawlessly ordained George, they installed him in his throne; and not him only, but also Gregory before him. Eusebius, however, having accomplished what he was eager for, sends an embassy to the holy Julius, contriving to take him as a partner in the condemnation of Athanasius. But he, perceiving from what that man wrote not the condemnation, but rather the acquittal of Athanasius, having strengthened the wronged man by letters, sends him to Alexandria; in which letters a just and no small censure visited those who had deposed him. But those of the madness of Arius, having corrupted Constantius still more, bring it about that Gregory, whom they themselves had ordained, is sent forth against Alexandria with a military force (Syrianus was general of such an array), and the army was made up to five thousand. The wise Athanasius therefore escapes both the general and the soldiers breathing murder against him; and for the second time to
Notes, col. CCXVII a

On the reading

Printed Και, for Καὶ.

Printed ει, for εἰ.

Printed συγέπλασαν, for συνέπλασαν.