θὲς ἔχει, ἐν πελέκει καὶ λαξευτηρίῳ ἐπιβαίνων κατεάσσει τὰς θύρας τῶν δεχομένων αὐτόν. Ὁ δὲ Σωτὴρ οὕτως ἐστὶ πρᾶος, ὡς διδάσκειν μὲν, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν· καὶ, Ὁ θέλων εἶναί μου μαθητής· ἐρχόμενον δὲ πρὸς ἕκαστον μὴ βιάζεσθαι, ἀλλὰ μᾶλλον κρούειν τε καὶ λέγειν· Ἄνοιξόν μοι, ἀδελφή μου νύμφη· καὶ ἀνοιγόντων μὲν, εἰσέρχεται, ὀκνούντων δὲ καὶ μὴ θελόντων ἐκείνων, ἀναχωρεῖ. Οὐ γὰρ ξίφεσιν, ἢ βέλεσιν, οὐδὲ διὰ στρατιωτῶν ἡ ἀλήθεια καταγγέλλεται, ἀλλὰ πειθοῖ καὶ συμβουλίᾳ. Ποία οὖν πειθὼ, ἔνθα βασιλέως φόβος; Ἢ ποία συμβουλία, ἐν ᾗ ὁ ἀντιλέγων τὸ τέλος ἐξορισμὸν ἔχει καὶ θάνατον; Καὶ ὁ μὲν Δαβὶδ καίτοι βασιλεὺς ὢν, καὶ τὸν ἐχθρὸν ὑπὸ χεῖρας ἔχων, θέλοντάς τε τοὺς στρατιώτας ἀποκτεῖναι τὸν ἐχθρὸν, οὐ τῇ ἐξουσίᾳ κεκώλυκεν, ἀλλ', ὡς ἡ Γραφή φησιν, ἔπεισε Δαβὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοῖς, ἀναστάντας θανατῶσαι τὸν Σαούλ. Αὐτὸς δὲ τὸν λόγον οὐκ ἔχων, μετ' ἐξουσίας πάντας βιάζεται· ἵνα δειχθῇ πᾶσιν, ὅτι ἡ φρόνησις αὐτῶν οὐκ ἔστι κατὰ Θεὸν, ἀλλ' ἀνθρωπίνη, καὶ ὅτι οἱ τὰ Ἀρείου φρονοῦντες οὐκ ἔχουσιν ἀληθῶς βασιλέα, εἰ μὴ Καίσαρα· δι' αὐτοῦ γὰρ πάντα μὲν ὅσαπερ βούλονται καὶ πράττουσιν οἱ Χριστομάχοι. Δόξαντες δὲ δι' αὐτοῦ πολλοῖς ἐπιβουλεύειν, ἠγνόησαν πολλοὺς ποιήσαντες ὁμολογητὰς γενέσθαι, ἐξ ὧν εἰσιν οἱ νῦν λαμπρᾷ χρησάμενοι τῇ ὁμολογίᾳ, ἄνδρες εὐλαβεῖς, καὶ ἐπίσκοποι ἀγαθοὶ, Παυλῖνος ὁ ἀπὸ Τριβέρων τῆς μητροπόλεως τῶν Γαλλιῶν ἐπίσκοπος, καὶ Λουκίφερ ὁ ἀπὸ μητροπόλεως τῆς Σαρδινίας ἐπίσκοπος, Εὐσέβιός τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας, καὶ Διονύσιος ὁ ἀπὸ Μεδιολάνων· ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς Ἰταλίας. Τούτους γὰρ βασιλεὺς καλέσας ἐκέλευσε κατὰ Ἀθανασίου μὲν ὑπογράφειν, τοῖς δὲ αἱρετικοῖς κοινωνεῖν. Εἶτα ἐκείνων θαυμαζόντων τὸ καινὸν ἐπιτήδευμα τοῦτο, καὶ λεγόντων μὴ εἶναι τοῦτον ἐκκλησιαστικὸν κανόνα, εὐθὺς ἐκεῖνος, Ἀλλ' ὅπερ ἐγὼ βούλομαι, τοῦτο κανὼν, ἔλεγε, νομιζέσθω· οὕτω γάρ μου λέγοντος ἀνέχονται οἱ τῆς Συρίας λεγόμενοι ἐπίσκοποι. Ἢ τοίνυν πείσθητε, ἢ καὶ ὑμεῖς ὑπερόριοι γενήσεσθε.
coming on with axe and stone-cutter's tool breaks down (Ps. 73:6) the doors of those who receive him. But the Saviour is so gentle that He teaches indeed, If anyone wills to come after Me (Matt. 16:24), and, He who wills to be My disciple (Luke 14:26); yet when He comes to each one He does not use force, but rather knocks and says, Open to Me, My sister, My bride (Cant. 5:2); and if they open, He enters, whereas if they hesitate and are unwilling, He withdraws. For not with swords or darts, nor through soldiers, is the truth proclaimed, but by persuasion and counsel. What persuasion, then, is there where there is fear of the emperor? Or what counsel, in which he who contradicts has banishment and death in the end? And David indeed, although he was king and had his enemy under his hands, and his soldiers wished to kill the enemy, did not hinder them by authority, but, as the Scripture says, David persuaded his men with words, and did not permit them to rise up and put Saul to death (1 Sam. 24:8). But this man, not having reason, forces all with authority, so that it may be shown to all that their mind is not according to God, but human, and that those who hold the views of Arius truly have no king but Caesar; for through him the enemies of Christ accomplish all things whatsoever they wish. Yet while thinking through him to plot against many, they knew not that they made many become confessors, among whom are those who have now made a glorious confession, devout men and good bishops: Paulinus, bishop from Trier, the metropolis of the Gauls, and Lucifer, bishop from the metropolis of Sardinia, and Eusebius from Vercelli of Italy, and Dionysius from Milan; and this too is a metropolis of Italy. For the emperor, having summoned these men, commanded them to subscribe against Athanasius and to hold communion with the heretics. Then when they marvelled at this novel practice and said that this was not an ecclesiastical canon, straightway he said, Whatever I wish, let this be reckoned a canon; for when I speak thus, the so-called bishops of Syria endure it. Either obey, therefore, or you also shall become exiles.
34. Ταῦτα ἀκούσαντες οἱ ἐπίσκοποι, πάνυ γε θαυμάσαντες, καὶ τὰς χεῖρας ἀνατείναντες πρὸς τὸν Θεὸν, πολλῇ τῇ κατ' αὐτοῦ παῤῥησίᾳ μετὰ λόγων ἐχρήσαντο, διδάσκοντες μὴ εἶναι τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ τοῦ δεδωκότος Θεοῦ, ὃν καὶ φοβεῖσθαι αὐτὸν ἠξίουν, μὴ ἐξαίφνης αὐτὴν ἀφέληται· ἠπείλουν τε τὴν ἡμέραν τῆς κρίσεως, καὶ συνεβούλευον αὐτῷ μὴ διαφθείρειν τὰ ἐκκλησιαστικὰ, μηδὲ ἐγκαταμίσγειν τὴν Ῥωμαϊκὴν ἀρχὴν τῇ τῆς Ἐκκλησίας διαταγῇ, μηδὲ τὴν Ἀρειανὴν αἵρεσιν εἰσάγειν εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ἀλλ' οὔτε ἤκουεν ἐκεῖνος, οὔτε τι πλέον αὐτοὺς λέ-
34. Hearing these things, the bishops, marvelling greatly and stretching out their hands towards God, used great boldness of speech against him with arguments, teaching that the sovereignty was not his, but God's Who had given it, Whom also they urged him to fear, lest suddenly He should take it away; and they threatened him with the day of judgement, and counselled him not to corrupt the affairs of the Church, nor to mingle the Roman sovereignty with the ordinance of the Church, nor to introduce the Arian heresy into the Church of God. But neither did he listen, nor did he permit them to say anything more-