ρονόμοι τῆς γνώμης καὶ τῆς ἀσεβείας τῶν περὶ Εὐσέβιον, Λεόντιος ὁ ἀπόκοπος, ὃν οὐδὲ ὡς λαϊκὸν κοινωνεῖν ἐχρῆν, διότι ἑαυτὸν ἀπέκοψεν ὑπὲρ τοῦ μετ' ἐξουσίας λοιπὸν κοιμᾶσθαι μετὰ Εὐστολίου τινὸς, γυναικὸς μὲν δι' αὐτὸν, λεγομένης δὲ παρθένου· Γεώργιός τε καὶ Ἀκάκιος, καὶ Θεόδωρος, καὶ Νάρκισσος, οἵτινες καὶ ἐν τῇ συνόδῳ καθῃρέθησαν, μεγάλως ᾐσχύνοντο. Εἶτα βλέποντες τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων συμφωνίαν τε καὶ εἰρήνην, πλείους δὲ ἦσαν υʹ, ἀπό τε τῆς μεγάλης Ῥώμης καὶ τῆς Ἰταλίας πάσης, Καλαβρίας τε καὶ Ἀπουλίας καὶ Καμπανίας, Βρεττίας τε καὶ Σικελίας, Σαρδινίας τε καὶ Κορσικῆς καὶ πάσης τῆς Ἀφρικῆς· τούς τε ἀπὸ Γαλλιῶν, καὶ Βρεττανίας, καὶ Σπανιῶν, μετὰ τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου· ἔπειτα τοὺς ἀπὸ τῶν Παννονίων, καὶ Νωρικοῦ, καὶ Σισκίας, Δαλματίας τε καὶ Δαρδανίας, Δακίας τε καὶ Μυσίας, Μακεδονίας, Θεσσαλίας, καὶ πάσης τῆς Ἀχαΐας, καὶ Κρήτης, Κύπρου τε καὶ Λυκίας, καὶ πλείστους τῆς Παλαιστίνης τε καὶ Ἰσαυρίας, Αἰγύπτου, καὶ Θηβαΐδος, καὶ πάσης Λιβύης, καὶ Πενταπόλεως· ταῦτα βλέποντες ἐκεῖνοι, φθόνῳ καὶ φόβῳ συνεσχέθησαν· φθόνῳ μὲν διὰ τὴν τοσούτων κοινωνίαν, φόβῳ δὲ μὴ οἱ παρ' αὐτῶν ἀπατηθέντες προστεθῶσι τῇ τῶν τοσούτων ὁμοψυχίᾳ, καὶ λοιπὸν ἡ αἵρεσις αὐτῶν παραδειγματισθεῖσα θριαμβευθῇ καὶ στηλιτευθῇ πανταχοῦ.
of the sentiment and of the impiety of those around Eusebius—Leontius the eunuch, who ought not to have been in communion even as a layman, because he had castrated himself in order to sleep freely thereafter with a certain Eustolium, a woman on his account, though called a virgin; and George and Acacius, and Theodore, and Narcissus, who also had been deposed in the synod—were greatly ashamed. Then, seeing the concord and peace of the bishops towards Athanasius—and they were more than four hundred, both from great Rome and all Italy, Calabria and Apulia and Campania, Bruttium and Sicily, Sardinia and Corsica and all Africa; and those from the Gauls, and Britain, and the Spains, with the great confessor Hosius; next those from the Pannonias, and Noricum, and Siscia, Dalmatia and Dardania, Dacia and Moesia, Macedonia, Thessaly, and all Achaia, and Crete, Cyprus and Lycia, and very many of Palestine and Isauria, Egypt, and the Thebaid, and all Libya, and Pentapolis—seeing these things, those men were seized with envy and fear: with envy because of the communion of so many, and with fear lest those who had been deceived by them should join themselves to the unanimity of so many, and thereafter their heresy, being made a public example, should be led in triumph and pilloried everywhere.
29. Πρῶτον μὲν τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα, ὡς τοὺς κύνας μεταπείθουσι μεταβάλλεσθαι, καὶ εἰς τὸν ἴδιον ἔμετον ἐπιστρέψαι, καὶ ὡς τοὺς χοίρους εἰς τὸν πρότερον βόρβορον τῆς ἀσεβείας πάλιν κυλισθῆναι, πρόφασίν τε τῆς μετανοίας πλάσασθαι, ὡς διὰ φόβον τοῦ θεοσεβεστάτου Κώνσταντος εἶεν τοῦτο πεποιηκότες· καίτοι, εἰ καὶ φόβος ἦν, ἀλλ' οὐκ ἐχρῆν, εἴπερ ἐθάῤῥουν οἷς ἔπραξαν, προδότας τούτων γίγνεσθαι. Ὅτε δὲ οὐδὲ φόβος, ἀλλ' ἐψεύδοντο, πῶς οὐκ ἄξιοι πάσης καταγνώσεώς εἰσιν; Οὔτε γὰρ στρατιώτου παρόντος, οὐ παλατινῶν, ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος, οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν· ἀλλ' αὐτοὶ θέλοντες ἀνῆλθον εἰς τὴν Ῥώμην, καὶ ἐν τῇ ἐκκλησίᾳ, ἔνθα φόβος μὲν ἔξωθεν οὐκ ἦν, μόνος δὲ ὁ τοῦ Θεοῦ φόβος ἐστὶ, καὶ ἐλευθέραν ἕκαστος ἔχει τὴν προαίρεσιν, δι' ἑαυτῶν μετενόησαν καὶ ἔγραψαν. Καὶ ὅμως Ἀρειανοὶ δεύτερον γενόμενοι, τοιαύτην πάλιν ἀπρεπῆ πρόφασιν ἐπινοήσαντες, οὐκ ἐρυθριῶσιν.
29. First, indeed, they persuade Ursacius and Valens, like dogs, to change again and return to their own vomit, and like swine to roll again in the former mire of impiety, and to feign a pretext for their repentance, that they had done this out of fear of the most godly Constans; although, even if there had been fear, yet they ought not, if indeed they had confidence in what they had done, to have become traitors to those things. But when there was not even fear, and they were lying, how are they not worthy of all condemnation? For with no soldier present, no palatines or notaries sent, such as they themselves now employ, nor even with the emperor present, nor having been summoned by anyone at all, did they write; but of their own will they went up to Rome, and in the church, where there was no fear from without, but there is only the fear of God, and each one has his choice free, of themselves they repented and wrote. And nevertheless, having become Arians a second time and having devised again such an unseemly pretext, they do not blush.
30. Ἔπειτα κοινῇ προσελθόντες παρεκάλουν τὸν βασιλέα Κωνστάντιον, λέγοντες· Καὶ τὸ πρῶτον ἀξιοῦντες, οὐκ ἐπιστεύθημεν· ἐλέγομεν γὰρ, ὅτε μετεπέμπου τὸν Ἀθανάσιον, ὅτι, τοῦτον προκαλούμενος, τὴν ἡμετέραν αἵρεσιν ἐκβάλλεις. Οὗτος γὰρ ἐξ ἀρχῆς κατ' αὐτῆς γέγονε, καὶ οὐ παύεται ταύτην
30. Next, approaching in common, they besought the emperor Constantius, saying: Even at the first when we made our request, we were not believed; for we said, when you were sending for Athanasius, that in recalling this man you were casting out our heresy. For from the beginning this man has been against it, and he does not cease