Κύριον; ἢ τίνες ἔμελλον εὐαγγελίζεσθαι τὸν λόγον τῆς ἀληθείας; Καὶ γὰρ καὶ οἱ διώκοντες διὰ τοῦτο ἐζήτουν τοὺς ἁγίους, ἵνα μὴ ᾖ ὁ διδάσκων ὁποῖα οἱ Ἰουδαῖοι παρήγγειλαν τοῖς ἀποστόλοις· ἀλλὰ διὰ τοῦτο πάντα ὑπέμενον, ἵνα τὸ Εὐαγγέλιον κηρυχθῇ. Ἰδοὺ γοῦν καὶ οὕτως ἀγωνιζόμενοι οὐκ ἀργὸν εἶχον τὸν τῆς φυγῆς καιρὸν, οὐδὲ διωκόμενοι ἐπελανθάνοντο τῆς ἑτέρων ὠφελείας, ἀγαθοῦ δὲ λόγου διάκονοι τυγχάνοντες οὐκ ἐφθόνουν οὐδὲ ταύτης μεταδιδόναι τοῖς πᾶσιν· ἀλλὰ καὶ φεύγοντες, τὸ Εὐαγγέλιον ἐκήρυττον, καὶ προὔλεγον μὲν τῶν ἐπιβουλευόντων τὰς πανουργίας, ἠσφαλίζοντο δὲ τοὺς πιστοὺς ταῖς παραινέσεσιν. Ὁ μὲν οὖν μακάριος Παῦλος, πείρᾳ μαθὼν, προὔλεγε μέν· Ὅσοι θέλουσι ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται· ἐπήλειφε δὲ εὐθὺς τοὺς φεύγοντας εἰπών· Δι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα. Κἂν γὰρ αἱ θλίψεις ὦσι συνεχεῖς, ἀλλ' ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁ δὲ προφήτης Ἠσαΐας, προσδοκωμένης τοιαύτης περιστάσεως, ὑπανεμίμνησκε καὶ ἐβόα· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργή. Ὁ δὲ Ἐκκλησιαστὴς εἰδὼς τὰς κατὰ τῶν θεοσεβῶν ἐπιβουλὰς, καὶ λέγων· Ἐὰν συκοφαντίαν πένητος, καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν τῇ χώρᾳ, μὴ θαυμάσῃς ἐν τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι, καὶ ὑψηλοὶ ἐπ' αὐτῆς, καὶ περισσεία γῆς· εἶχε τὸν πατέρα ἑαυτοῦ τὸν Δαβὶδ, πείρᾳ καὶ αὐτὸν μαθόντα τὰ ἐν τοῖς διωγμοῖς, καὶ ἀσφαλιζόμενον τοὺς πάσχοντας ἐν τῷ λέγειν· Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον· τοῖς γὰρ οὕτως ὑπομένουσιν οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς, φησὶ, Κύριος βοηθήσει, καὶ ῥύσεται αὐτοὺς, ὅτι ἤλπισαν ἐπ' αὐτόν. Καὶ γὰρ κἀγὼ ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου κατωτάτου καὶ ἀπὸ πηλοῦ ἰλύος. Ὠφέλιμος ἄρα τοῖς λαοῖς καὶ οὐκ ἄκαρπος ἡ φυγὴ τῶν ἁγίων δείκνυται, κἂν τοῖς Ἀρειανοῖς μὴ δοκῇ.
Lord? Or who would have preached the word of truth? For indeed the persecutors on this account sought the saints, that there might be none to teach, just as the Jews charged the apostles; but on this account they endured all things, that the Gospel might be preached. Behold, therefore, even while contending thus they did not keep the time of their flight idle, nor when persecuted did they forget the benefit of others, but being ministers of the good word they did not begrudge to impart even this to all; nay, even while fleeing, they preached the Gospel, and foretold the knaveries of those who plotted against them, and secured the faithful by their exhortations. The blessed Paul, therefore, having learned by experience, foretold indeed: All who wish to live piously in Christ shall be persecuted (2 Tim. 3:12); and straightway he anointed as for the contest those who fled, saying: Through patience we run the race that is set before us (Heb. 12:1). For even though tribulations be continuous, yet tribulation worketh patience, and patience probation, and probation hope, and hope putteth not to shame (Rom. 5:3-5). And the prophet Isaiah, when such a crisis was expected, reminded and cried aloud: Go, my people, enter into thy chambers, shut thy door, hide thyself for a very little while, until the wrath pass by (Isa. 26:20). And the Preacher, knowing the plots against the godly, and saying: If thou seest the oppression of the poor, and the wresting of judgement and righteousness in a province, marvel not at the matter, for there is a high one to watch over a high one, and high ones over it, and the abundance of the earth (Eccles. 5:7-8); had his own father David, who had himself also learned by experience the things in persecutions, and who secured the sufferers in saying: Be manly, and let your heart be strengthened, all ye who hope in the Lord (Ps. 30:25); for those who thus endure not man, says he, but the Lord Himself shall help, and shall rescue them, because they hoped in Him (Ps. 36:40). For indeed waiting I waited for the Lord, and He attended unto me, and heard my supplication, and brought me up out of a lowest pit and out of miry clay (Ps. 39:2-3). Beneficial therefore to the peoples and not unfruitful is the flight of the saints shown to be, even though it seem not so to the Arians.
22. Οὕτω μὲν οὖν οἱ ἅγιοι, καθάπερ εἴρηται, φεύγοντες, κατὰ περιττὸν καὶ δι' οἰκονομίαν ἐφυλάττοντο, ὥσπερ ἰατροὶ τῶν δεομένων χάριν. Τοῖς δ' ἄλλοις καὶ πᾶσιν ἁπλῶς ἡμῖν τοῖς ἀνθρώποις νόμος οὗτος, φεύγειν διωκομένους καὶ κρύπτεσθαι ζητουμένους· καὶ μὴ προπετεύεσθαι μὲν ἐν τῷ πειράζειν τὸν Κύριον, περιμένειν δὲ αὐτοὺς, καθὰ προεῖπον, ἕως ἂν ὁ ὡρισμένος τοῦ θανάτου χρόνος ἔλθῃ, ἢ ὁ κριτής τι περὶ αὐτῶν βουλεύσηται, ὅπερ ἂν αὐτῷ δόξῃ καλῶς
22. Thus indeed the saints, as has been said, when fleeing, were preserved abundantly and by a dispensation, like physicians for the sake of those in need. And for the rest and simply for all of us men this is the law, to flee when persecuted and to hide when sought; and not to act rashly in tempting the Lord, but to wait for them, as I said before, until the appointed time of death come, or the Judge determine something concerning them, whatever may seem to Him to be well