με, καὶ εἰς πολλὴν ἀσάφειαν ἄγει. Καὶ πίστευε, θεοφιλέστατε βασιλεῦ, πολλάκις κατ' ἐμαυτὸν λογιζόμενος ἠπίστουν, εἰ ἄρα τις ἐμάνη τοσοῦτον, ὥστε καὶ τοιαῦτα ψεύσασθαι. Ἐπειδὴ δὲ παρὰ τῶν Ἀρειανῶν ἐθρυλεῖτο καὶ τοῦτο, καὶ ὡς αὐτοὶ ἐπιδεδωκότες ἀντίγραφον ἐπιστολῆς ἐκαυχῶντο, ἐξιστάμην μειζόνως, καὶ ἀΰπνους νύκτας διατελῶν, ὡς πρὸς παρόντας τοὺς κατειπόντας ἐμαχόμην· καὶ κραυγὴν ἐξαπιναίως ἠφίειν μεγάλην, καὶ ηὐχόμην εὐθὺς, στενάζων μετὰ δακρύων, εὑρεῖν τὰς σὰς ἀκοὰς εὐμενεῖς. Ἀλλὰ καὶ οὕτω τῇ χάριτι τοῦ Κυρίου ταύτας εὑρὼν, πάλιν ἀπορῶ, ποίαν ἀρχὴν τῆς ἀπολογίας ποιήσομαι· ὁσάκις γὰρ ἂν ἐπιβάλωμαι λέγειν, ἐμποδίζομαι διὰ τὴν τοῦ πράγματος ἔκπληξιν. Ὅλως μὲν γὰρ περὶ τοῦ μακαρίτου σου ἀδελφοῦ πρόφασις ἦν πιθανὴ τοῖς συκοφάνταις, ὅτι τε κατηξιούμεθα βλέπειν αὐτὸν, καὶ περὶ ἡμῶν ἠξίου γράφειν πρὸς τὴν σὴν ἀδελφικὴν διάθεσιν, καὶ παρόντας μὲν ἐτίμα πολλάκις, καὶ ἀπόντας δὲ μετεπέμπετο· τὸν δὲ διάβολον Μαγνέντιον, μάρτυς ὁ Κύριος, καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ, οὔτε γινώσκω, οὔτε ὅλως ἠπιστάμην αὐτόν. Ποία τοίνυν συνήθεια τῷ μὴ γινωσκομένῳ πρὸς τὸν μὴ γινώσκοντα; ποία με πρόφασις εἷλκε γράψαι τῷ τοιούτῳ; Ποῖον προοίμιον τῆς ἐπιστολῆς ἔτασσον, γραφων αὐτῷ; Ὅτι· Τὸν τιμῶντά με, οὗ τῶν εὐεργεσιῶν οὐκ ἄν ποτε ἐπιλαθοίμην, τοῦτον φονεύσας καλῶς ἐποίησας; καὶ ἀποδέχομαί σε τοὺς γνωρίμους ἡμῶν Χριστιανοὺς καὶ πιστοτάτους ἄνδρας ἀνελόντα; καὶ ἀποδέχομαί σε σφάξαντα τοὺς ἐν Ῥώμῃ γνησίως ἡμᾶς ὑποδεξαμένους, τὴν μακαρίαν σου θείαν τὴν ἀληθῶς Εὐτρόπιον, καὶ Ἀβουτήριον τὸν γνήσιον ἐκεῖνον, καὶ Σπειράντιον τὸν πιστότατον, καὶ ἄλλους πολλοὺς καλούς;
me, and brings me into great perplexity. And believe me, most God-beloved emperor, often reasoning with myself I doubted whether indeed anyone was so mad as to tell even such lies. But since this too was bruited about by the Arians, and they boasted as though they themselves had handed over a copy of a letter, I was all the more amazed, and spending sleepless nights I contended against the accusers as though they were present; and suddenly I uttered a great cry, and prayed at once, groaning with tears, to find your ears favourable. Yet even having found them thus by the grace of the Lord, I am again at a loss what beginning of my defence I shall make; for as often as I attempt to speak, I am hindered through astonishment at the matter. For concerning your blessed brother there was at least a plausible pretext for the sycophants, both because we were deemed worthy to see him, and because he deigned to write concerning us to your brotherly disposition, and often honoured us when present, and sent for us when absent; whereas the devil Magnentius, the Lord is witness, and His Christ is witness, I neither know nor was at all acquainted with him. What acquaintance, then, is there for one unknown towards one who knows him not? What pretext drew me to write to such a man? What exordium of the letter was I setting down in writing to him? That: Having murdered him who honoured me, whose benefactions I could never forget, you have done well? And I approve of you for having slain our acquaintances, Christian and most faithful men? And I approve of you for having slaughtered those in Rome who genuinely welcomed us, your blessed aunt, truly Eutropia, and that noble Abuterius, and the most faithful Sperantius, and many other good men?
7. Ἆρ' οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν κατήγορον, ἐστὶ μανικόν; Τί γάρ με πάλιν θαῤῥεῖν ἔπειθεν αὐτῷ; Ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ; Ὅτι τὸν ἴδιον δεσπότην ἀνεῖλε, καὶ περὶ τοὺς ἑαυτοῦ φίλους ἄπιστος γέγονε, καὶ ὅρκους μὲν παρέβη, εἰς δὲ τὸν Θεὸν ἠσέβησε, φαρμακοὺς καὶ ἐπαοιδοὺς ἐπινοῶν κατὰ τῆς τοῦ Θεοῦ κρίσεως; Ποίῳ δὲ συνειδότι χαίρειν ἔλεγον τούτῳ, οὗ ἡ μανία καὶ ἡ ὠμότης οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν καθ' ἡμᾶς οἰκουμένην ἐλύπησε; Μεγάλην γε χάριν καὶ πολλὴν ἐκ τούτων ὤφειλον τούτῳ, ὅτι ὁ μὲν μακαρίτης ἀδελφός σου τὰς ἐκκλησίας ἀναθημάτων ἐπλήρωσεν, οὗτος δὲ αὐτὸν ἀποστέλλοντα πεφόνευκε. Καὶ οὔτε ταῦτα βλέπων ὁ μιαρὸς ᾐδέσθη, οὔτε τὴν δοθεῖσαν χάριν τῷ μακαρίτῃ διὰ τοῦ βαπτίσματος πεφόβηται· ἀλλ' ὡς δαίμων τις ἀλάστωρ καὶ διαβολικὸς, ἐμάνη κατ' αὐτοῦ. Τῷ μὲν οὖν μακαρίτῃ τοῦτο γέγονεν εἰς μαρτύριον· ἐκεῖνος δὲ λοιπὸν ὡς δέσμιος
7. Is it not madness for the accuser even merely to suspect concerning these things? For what, again, persuaded me to trust in him? What disposition of his did I see to be safe? Because he slew his own master, and proved unfaithful towards his own friends, and transgressed oaths, and committed impiety against God, devising sorcerers and enchanters against the judgement of God? And with what conscience would I have bidden hail to this man, whose madness and cruelty grieved not me alone, but also the whole inhabited world in our time? Great indeed and ample gratitude did I owe him from these things, because your blessed brother filled the churches with votive offerings, whereas this man murdered him while he was sending them! And neither in seeing these things was the wretch ashamed, nor did he fear the grace given to the blessed one through baptism; but like some avenging and diabolical demon, he raged against him. To the blessed one, therefore, this became for a martyrdom; whereas he thereafter like a prisoner