πρόβατον, καὶ ὅτι κεκοπίακε, καὶ ἐδίψησε, καὶ ἐτυπτήθη, καὶ πέπονθεν. Ἀλλ' ἔχει τὴν πρόφασιν καὶ τὸ αἴτιον εὔλογον ἐγγὺς τὰ τοιαῦτα πάλιν ἐκ τῶν Γραφῶν σημαινόμενα. Ἔστι δὲ τοῦτο, διότι ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου γέγονε, λαβὼν τὴν τοῦ δούλου μορφὴν, ἥτις ἦν ἡ ἀνθρωπίνη σάρξ. Ὁ γὰρ Λόγος, φησὶν ὁ Ἰωάννης, σὰρξ ἐγένετο. Εἰ δὲ ἄνθρωπος γέγονεν, οὐ δεῖ τινας ἐπὶ ταῖς τοιαύταις φωναῖς σκανδαλίζεσθαι· ἀνθρώπου γὰρ ἴδιόν ἐστι τὸ κτίζεσθαι, τὸ γίνεσθαι, τὸ πλάττεσθαι, τὸ κοπιᾷν, τὸ πάσχειν, τὸ ἀποθνήσκειν, τὸ ἐκ νεκρῶν ἐγείρεσθαι. Καὶ ὥσπερ Λόγος ὢν καὶ σοφία τοῦ Πατρὸς, ἔχει πάντα τὰ τοῦ Πατρὸς, τὸ ἀΐδιον, τὸ ἄτρεπτον, τὸ κατὰ πάντα καὶ ἐν πᾶσιν ὅμοιον, τὸ μὴ πρότερον καὶ ὕστερον, ἀλλὰ τὸ συνυπάρχειν τῷ Πατρὶ, καὶ αὐτὸ τὸ τῆς θεότητος εἶδος αὐτὸν εἶναι, καὶ τὸ δημιουργικὸν, καὶ τὸ μὴ κτίζεσθαι· ὅμοιος γὰρ ὢν κατὰ τὴν οὐσίαν τοῦ Πατρὸς, οὐκ ἂν εἴη κτιστὸς, ἀλλὰ κτίστης, ὡς αὐτὸς εἴρηκεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· οὕτως ἄνθρωπος γεγονὼς, καὶ σάρκα φορέσας, ἐξ ἀνάγκης κτίζεσθαι λέγεται καὶ ποιεῖσθαι, καὶ πάντα τὰ τῆς σαρκὸς ἴδια, κἂν οὗτοι, ὡς Ἰουδαϊκοὶ κάπηλοι, τὸν οἶνον μίσγωσιν ὕδατι, ταπεινοῦντες τὸν Λόγον, καὶ τὴν θεότητα αὐτοῦ ταῖς τῶν γεννητῶν ἐννοίαις ὑποβάλλοντες. Διὰ τοῦτο γὰρ εἰκότως καὶ δικαίως οἱ μὲν Πατέρες ἠγανάκτησαν, καὶ ἀνεθεμάτισαν τὴν ἀσεβεστάτην ταύτην αἵρεσιν, οὗτοι δὲ ὡς εὐέλεγκτον καὶ πανταχόθεν οὖσαν σαθρὰν φοβοῦνται καὶ κρύπτουσι. Καὶ γὰρ βραχέα μὲν ταῦτα πρὸς κατάγνωσιν αὐτῶν ἡμεῖς ἐγράψαμεν· ἐὰν δέ τις θελήσῃ πλατυτέρῳ τῷ κατ' αὐτῶν ἐλέγχῳ χρήσασθαι, εὑρήσει τὴν αἵρεσιν ταύτην Ἑλλήνων μὲν οὐ μακρὰν, τῶν δὲ ἄλλων αἱρέσεων ἐσχάτην καὶ τρυγίαν τυγχάνουσαν. Ἐκεῖναι μὲν γὰρ ἢ περὶ τὸ σῶμα καὶ τὴν ἐνανθρώπησιν
a sheep, and that He has grown weary, and thirsted, and was struck, and has suffered. Yet such expressions have their occasion and reasonable cause near at hand, signified again from the Scriptures. And it is this, because He became man and Son of man, having taken the form of a servant, which was human flesh. For the Word, says John, became flesh (John 1:14). And if He became man, none ought to take offence at such expressions; for it is proper to man to be created, to come into being, to be formed, to grow weary, to suffer, to die, to be raised from the dead. And just as, being Word and Wisdom of the Father, He has all the attributes of the Father, eternity, immutability, likeness in all respects and in all things, being neither prior nor posterior, but coexisting with the Father, and being Himself the very form of the Godhead, and the creative power, and not being created; for being like in essence to the Father, He could not be created, but a Creator, as He Himself has said: My Father works until now, and I work (John 5:17); so, having become man and having borne flesh, of necessity He is said to be created and to be made, and all the things proper to the flesh, even though these men, like Jewish hucksters, mix the wine with water (Isa. 1:22), debasing the Word and subjecting His Godhead to the notions of originated things. For on this account reasonably and justly the Fathers were indignant and anathematized this most impious heresy, while these men fear and conceal it as being easily refuted and rotten on every side. For indeed we have written these few things for their condemnation; but if anyone should wish to make use of a fuller refutation against them, he will find this heresy to be not far from the Greeks, and to be the lowest and the dregs of the other heresies. For those heresies have either concerning the body and the incarnation