12. Ἆρ' ουν, ὡς οἱ Χριστομάχοι θρυλλοῦσι, Διονύσιος τὰ ἀνθρώπινα τοῦ Υἱοῦ γράφων, καὶ λέγων οὕτω ποίημα αὐτὸν, ἕνα τῶν ἀνθρώπων αὐτὸν ἔλεγεν εἶναι; Ἢ λέγων μὴ εἶναι τὸν Λόγον ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας, ἐφρόνει τοῦτον ὁμοούσιον ἡμῶν εἶναι τῶν ἀνθρώπων; Καὶ μὴν οὐχ οὕτως ἔγραψεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς· ἀλλὰ καὶ ὀρθῶς φρονῶν ἐν αὐταῖς φαίνεται, καὶ δύναται δι' αὐτῶν βοῆσαι κατὰ τοῦτων, λέγων· Οὐκ εἰμὶ τῆς αὐτῆς ὑμῖν δόξης, ὦ Θεομάχοι· οὐδὲ τὰ ἡμέτερα πρόφασιν Ἀρείῳ παρέσχεν εις ἀσέβειαν· ἀλλὰ πρὸς Ἄμμωνα καὶ Εὐφράνορα διὰ τοὺς Σαβελλίζοντας γράφων, ἐμνήσθην τοῦ γεωργοῦ καὶ τῆς ἀμπέλου, καὶ τῶν τοιούτων ἄλλων ῥητῶν· ἵνα, τὰ ἀνθρώπινα τοῦ Κυρίου δείξας, πείσω μὴ λέγειν ἐκείνους, ὅτι ὁ Πατήρ ἐστιν ὁ γενόμενος ἄνθρωπος. Ὡς γὰρ ὁ γεωργὸς οὐκ ἔστιν ἄμπελος, οὕτως οὐκ ἔστιν ὁ ἐν τῷ σώματι γενόμενος ὁ Πατὴρ, ἀλλ' ὁ Λόγος· καὶ ὁ Λόγος δὲ, ἐν τῇ ἀμπέλῳ γενόμενος, ἄμπελος ἐκλήθη διὰ τὴν πρὸς τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, σωματικὴν συγγένειαν. Ταύτῃ μὲν οὖν τῇ διανοίᾳ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἔγραψα· πρὸς δὲ τὴν ὑμῶν ἀναίδειαν τὰς ἑτέρας ἐπιστολὰς τὰς παρ' ἐμοῦ γραφείσας ἀντιτίθημι, ἵνα γνῶσιν οἱ φρόνιμοι τὴν ἐν αὐταῖς ἀπολογίαν, καὶ τῆς ἐν Χριστῷ πίστεως τὴν ὀρθήν μου φρόνησιν. Ἔδει μὲν οὖν καὶ τοὺς Ἀρειανοὺς, εἴπερ εἶχον ὑγιαίνοντα τὸν νοῦν, τοιαῦτα λογίζεσθαι καὶ φρονεῖν περὶ τοῦ ἐπισκόπου· Πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσίν ἐστι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν· ἐπειδὴ δὲ, μὴ μαθόντες τὴν πίστιν τῆς καθολικῆς Ἐκκλησίας, πεπτώκασιν εἰς ἀσέβειαν, καὶ λοιπὸν τὸν νοῦν πεπηρωμένοι, νομίζουσιν εἶναι καὶ τὰ ὀρθὰ στρεβλὰ, καὶ λέγουσι τὸ μὲν φῶς σκότος, τὸ δὲ σκότος νομίζουσιν εἶναι φῶς· ἀναγκαῖον καὶ τὰ ἐκ τῶν ἄλλων ἐπιστολῶν τοῦ Διονυσίου παραθέσθαι, καὶ τὸ αἴτιον αὐτῶν, πρὸς πλείονα κατάγνωσιν τῶν αἱρετικῶν· ἐξ αὐτῶν γὰρ καὶ ἡμεῖς μαθόντες, οὕτω περὶ τοῦ ἀνδρὸς φρονοῦμεν καὶ γράφομεν.
12. Did Dionysius, then, as the adversaries of Christ noise abroad, in writing the human attributes of the Son, and thus calling Him a work, say that He is one of men? Or in saying that the Word is not proper to the substance of the Father, did he think that He is consubstantial with us men? Nay, surely he did not write thus in his other epistles; rather, he manifestly is minded rightly in them, and is able through them to cry out against these men, saying: I am not of the same opinion with you, O fighters against God; nor did our writings afford Arius a pretext for impiety; but writing to Ammon and Euphranor on account of the Sabellians, I made mention of the husbandman and the vine, and of other such sayings, so that, having pointed out the human attributes of the Lord, I might persuade those men not to say that the Father is He Who became man. For as the husbandman is not the vine, so He Who came to be in the body is not the Father, but the Word; and the Word, having come to be in the vine, was called the vine on account of His bodily kinship with the branches, which we are. With this mind, therefore, I wrote the epistle to Euphranor and Ammonius; and against your shamelessness I set in opposition the other epistles written by me, so that the prudent may know the defence contained in them, and my right mind in the faith in Christ. The Arians also, therefore, ought, if indeed they had a sound mind, to reckon and think such things concerning the bishop; for All things are plain to them that understand, and right to them that find knowledge; but since, not having learned the faith of the catholic Church, they have fallen into impiety, and henceforth, being blinded in mind, suppose even right things to be crooked, and call light darkness, and suppose darkness to be light, it is necessary to set forth also the passages from the other epistles of Dionysius, and the cause of them, for the greater condemnation of the heretics; for having learned from them ourselves also, we thus think and write concerning the man.