ἐστι, καὶ οὐκ ἔστι τῶν κτισμάτων. Φασὶ τοίνυν ἐν ἐπιστολῇ τὸν μακαρίτην Διονύσιον εἰρηκέναι, ποίημα καὶ γενητὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, μήτε δὲ φύσει ἴδιον, ἀλλὰ ξένον κατ' οὐσίαν αὐτὸν εἶναι τοῦ Πατρός· ὥσπερ ἐστὶν ὁ γεωργὸς πρὸς τὴν ἄμπελον, καὶ ὁ ναυπηγὸς πρὸς τὸ σκάφος· καὶ γὰρ ὡς ποίημα ὢν, οὐκ ἦν πρὶν γένηται. Καὶ ἔγραψεν, ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι τοιαύτην ἐπιστολὴν αὐτοῦ· ἀλλ' ὥσπερ ταύτην ἔγραψεν, οὕτω καὶ ἑτέρας πλείστας ἐπιστολὰς ἔγραψε, καὶ ἔδει καὶ ταύταις ἐντυχεῖν αὐτούς· ἵνα ἐκ πασῶν, καὶ μὴ μόνης ἐκ τῆς μιᾶς ἡ πίστις δειχθῇ τοῦ ἀνδρός. Καὶ γὰρ καὶ ναυπηγοῦ πολλὰς τριήρεις κατασκευάσαντος, οὐκ ἐκ μιᾶς, ἀλλ' ἐκ πασῶν ἡ τούτου τέχνη κρίνεται. Εἰ μὲν οὖν ἁπλῶς ὡς πίστιν ἐκτιθέμενος ἔγραψεν ἣν λέγουσιν ἐπιστολὴν, ἢ ταύτην μόνην ἔγραψε, κατηγορείτωσαν ὡς βούλονται· κατηγορία γὰρ ἀληθῶς τὸ τοιοῦτον φρόνημα· εἰ δὲ καιροῦ καὶ προσώπου πρόφασις εἵλκυσεν αὐτὸν τοιαῦτα γράψαι, ἔγραψε δὲ πάλιν καὶ ἄλλας ἐπιστολὰς, ἀπολογούμενος περὶ ὧν ὑπωπτεύθη, ἔδει πάλιν αὐτοὺς, μὴ ἀφέντας τὰ αἴτια, φθόνον ἐπάγειν τῷ ἀνδρὶ προπετῶς· ἵνα μὴ δόξωσι λεξείδια μὲν μόνον θηρᾷν, παραπέμπεσθαι δὲ τὴν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἀλήθειαν. Καὶ γὰρ καὶ γεωργὸς τῶν αὐτῶν δένδρων ἄλλοτε ἄλλως ἐπιμελεῖται διὰ τὴν ὑποκειμένην τῆς γῆς ποιότητα· καὶ οὐ διὰ τοῦτο μέμψαιτο ἄν τις αὐτὸν, ὅτι τοῦτο μὲν τέμνει, ἐκεῖνο δὲ ἐγκεντρίζει, καὶ τοῦτο μὲν φυτεύει, ἕτερον δὲ ἐκτίλλει· ἀλλὰ καὶ μᾶλλον, μαθὼν τὴν αἰτίαν, θαυμάσει τὸ ποικίλον αὐτοῦ τῆς ἐπιστήμης. Οὐκοῦν εἰ μὴ παρέργως ἐνέτυχον τοῖς γράμμασιν, εἰπάτωσαν καὶ τὴν ὑπόθεσιν
(Matt. 27:54), and is not of the creatures. They say, then, that in an epistle the blessed Dionysius has said that the Son of God is a work and originated, and is neither proper by nature, but alien in essence from the Father; just as the vine-dresser is in relation to the vine, and the shipbuilder in relation to the skiff; for being as a work, He was not before He came into being. Yes, he wrote it; we also confess that there is such an epistle of his; but just as he wrote this one, so also he wrote very many other epistles, and they ought to have read these also; in order that from all of them, and not from the one alone, the faith of the man might be shown. For indeed, when a shipbuilder has constructed many triremes, his art is judged not from one, but from all of them. If, therefore, simply as setting forth his faith he wrote the epistle of which they speak, or wrote this one alone, let them accuse him as they wish; for such a mind is truly matter for accusation; but if an occasion of time and person drew him to write such things, and he again wrote other epistles also, defending himself concerning the things wherein he was suspected, they ought again not to leave aside the causes and rashly bring envy against the man; lest they seem to hunt after paltry expressions only, while passing over the truth in the other epistles. For indeed a husbandman also tends the same trees in different ways at different times on account of the underlying quality of the soil; and one would not on this account blame him, because he prunes this one, and grafts that one, and plants this one, and uproots another; nay, rather, on learning the cause, one will admire the variety of his skill. Therefore, if they have not read his writings cursorily, let them state also the subject
τῆς ἐπιστολῆς· οὕτω γὰρ αὐτῶν ἥ τε συκοφαντία καὶ ἡ πονηρία τῆς προαιρέσεως δειχθήσεται. Ἐπειδὴ δὲ ἢ οὐκ ἴσασιν, ἢ αἰσχύνονται, λέγειν (76) ἀναγκαῖον ἡμᾶς.
of the letter: for thus both their sycophancy and the wickedness of their purpose will be shown. Since, however, they either do not know or are ashamed, it is necessary for us to speak (76).
5. Ἐν Πενταπόλει τῆς ἄνω Λιβύης τηνικαῦτά τινες τῶν ἐπισκόπων ἐφρόνησαν τὰ Σαβελλίου· καὶ τοσοῦτον ἴσχυσαν ταῖς ἐπινοίαις, ὥς ὀλίγου δεῖν μηκέτι ἐν ταῖς Ἐκκλησίαις κηρύττεσθαι τὸν Υἱὸν τοῦ Θεοῦ. Τοῦτο μαθὼν Διονύσιος, αὐτὸς γὰρ εἶχε τὴν μέριμναν τῶν Ἐκκλησιῶν ἐκείνων, πέμπει καὶ συμβουλεύει τοῖς αἰτίοις παύσασθαι τῆς κακοδοξίας· ὡς δὲ οὐκ ἐπαύοντο, ἀλλὰ καὶ μᾶλλον ἀναιδέστερον ἠσέβουν, ἠναγκάσθη πρὸς τὴν ἀναίδειαν ἐκείνων γράψαι τὴν τοιαύτην ἐπιστολὴν, καὶ τὰ ἀνθρώπινα τοῦ
5. In Pentapolis of Upper Libya at that time certain of the bishops held the tenets of Sabellius; and they prevailed so greatly with their notions that the Son of God was scarcely preached any longer in the Churches. On learning this, Dionysius, for he himself had the care of those Churches, sends and counsels those responsible to cease from their false opinion; and as they did not cease, but rather acted impiously even more shamelessly, he was compelled in view of their shamelessness to write such an epistle, and to set forth from the Gospels the human attributes of the