μὲν τὴν σύνοδον γράψασαν ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ τὸν Υἱόν· κατανοείτωσαν δὲ ὅτι δύο ταῦτα βλασφημοῦσιν, οὕτω διανοούμενοι· τόν τε γὰρ Θεὸν σωματικόν τινα εἰσάγουσι, καὶ τὸν Κύριον οὐκ αὐτοῦ τοῦ Πατρὸς, ἀλλὰ τῶν περὶ αὐτὸν εἶναι Υἱὸν καταψεύδονται· ει δὲ ἁπλοῦν τί ἐστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστι, δῆλον ὅτι λέγοντες τὸν Θεὸν, καὶ ὀνομάζοντες τὸν Πατέρα, οὐδέν τι ὡς περὶ αὐτὸν ὀνομάζομεν, ἀλλ' αὐτὴν τὴν οὐσίαν αὐτοῦ σημαίνομεν. Κἂν γὰρ καταλαβεῖν ὅ τι ποτέ ἐστιν ἡ τοῦ Θεοῦ οὐσία μὴ ᾖ δυνατόν· ἀλλὰ μόνον νοοῦντες εἶναι τὸν Θεὸν, καὶ τῆς Γραφῆς ἐν τούτοις αὐτὸν σημαινούσης, οὐκ ἄλλον τινὰ καὶ ἡμεῖς ἢ αὐτὸν σημᾶναι θέλοντες, λέγομεν Θεὸν καὶ Πατέρα καὶ Κύριον. Ὅταν γοῦν λέγῃ· Ἐγώ εἰμι ὁ ὤν· καὶ τὸ, Ἐγώ εἰμι Κύριος ὁ Θεός· καὶ ὅπου ποτὲ λέγει ἡ Γραφὴ, ὁ Θεὸς, ἡμεῖς ἀναγινώσκοντες, οὐδὲν ἕτερον ἢ αὐτὴν τὴν ἀκατάληπτον αὐτοῦ οὐσίαν σημαινομένην νοοῦμεν, καὶ ὅτι ἔστιν ὅνπερ λέγουσιν. Οὐκοῦν μὴ ξενιζέσθω τις ἀκούων ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ· ἀλλὰ καὶ μᾶλλον ἀποδεχέσθω τοὺς Πατέρας διακαθάραντας τὸν νοῦν, λευκότερον καὶ ὡς ἐκ παραλλήλου, τὸ ἐκ τοῦ Θεοῦ γράψαντας, τὸ ἐκ τῆς οὐσίας. Ταὐτὸν γὰρ ἡγήσαντο λέγειν ἐκ τοῦ Θεοῦ, καὶ τὸ λέγειν, ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἶναι τὸν Λόγον· ἐπεὶ καὶ τὸ, Θεὸς, καθὰ προεῖπον, οὐδὲν ἕτερον ἢ τὴν οὐσίαν αὐτοῦ τοῦ ὄντος σημαίνει. Εἰ μὲν οὖν μὴ ἐκ τοῦ Θεοῦ ἐστιν ὁ Λόγος, ὡς ἂν Υἱὸς εἴη φύσει γνήσιος ἐκ Πατρὸς, ἀλλ' ὡς τὰ κτίσματα διὰ τὸ δεδημιουργῆσθαι, λέγεται καὶ αὐτὸς ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ· οὔτε ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Πατρὸς, οὔτε αὐτὸς ὁ Υἱὸς, κατ' οὐσίαν ἐστὶν Υἱὸς, ἀλλ' ἐξ ἀρετῆς, ὡς ἡμεῖς οἱ κατὰ χάριν καλούμενοι υἱοί. Εἰ δὲ ἐκ τοῦ Θεοῦ ἐστι μόνος, ὡς Υἱὸς γνήσιος, ὥσπερ οὖν καὶ ἔστι, λεχθείη ἂν εἰκότως καὶ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ὁ Υἱός.
indeed with the synod for having written that the Son is from the essence of God; yet let them understand that they blaspheme in these two ways when they think thus: for they both introduce God as something corporeal, and falsely allege that the Lord is Son not of the Father Himself, but of the things around Him; whereas if God is something simple, just as indeed He is, it is plain that when we say God and name the Father, we name nothing as around Him, but signify His essence itself. For even if it is not possible to comprehend what the essence of God ever is, yet merely understanding that God exists, and since Scripture signifies Him in these terms, we too, wishing to signify none other than Him, say God and Father and Lord. Whenever, then, He says: I am He Who is; and the saying: I am the Lord God; and wherever Scripture says God, we, reading this, understand nothing else to be signified than His incomprehensible essence itself, and that He Whom they speak of exists. Let no one, therefore, be astonished when he hears that the Son of God is from the essence of God; but rather let him accept the Fathers who cleared up the sense and wrote more clearly, and as an equivalent for from God, the phrase from the essence. For they considered it the same thing to say that the Word is from God and to say that He is from the essence of God, since the word God also, as I said before, signifies nothing other than the essence of Him Who is. If, therefore, the Word is not from God, as a Son would be who is genuine by nature from the Father, but is Himself also said to be from God as all things are, like the creatures because of having been created, neither is He from the essence of the Father, nor is the Son Himself a Son according to essence, but from virtue, as we who are called sons according to grace. But if He alone is from God, as a genuine Son, just as indeed He is, the Son would reasonably also be said to be from the essence of God.
23. Καὶ γὰρ καὶ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος, τοιοῦτον ἔχει τὸν νοῦν. Οὐ γὰρ κατὰ τὸ ἐξαπτόμενον ἐκ τῆς θέρμης τοῦ ἡλίου πῦρ, ὅπερ καὶ σβέννυσθαι πάλιν εἴωθεν, εἰρήκασιν οἱ ἅγιοι εἶναι τὸν Λόγον πρὸς τὸν Θεόν· τοῦτο γὰρ ἔργον ἔξωθεν καὶ κτίσμα τοῦ ποιοῦντος ἦν· ἀλλὰ ἀπαύγασμα αὐτὸν εὐηγγελίσαντο πάντες, ἵνα τὸ ἐκ τῆς οὐσίας ἴδιον καὶ ἀδιαίρετον καὶ τὴν πρὸς τὸν Πατέρα ἑνότητα δηλώσωσι. Καὶ γὰρ οὕτω καὶ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον αὐτὸν ἀληθῶς εἶναι σωθήσεται· πῶς γὰρ ἂν ἄλλως εἴη τοιοῦτος, ει μὴ τῆς τοῦ Πατρὸς οὐσίας ἴδιόν ἐστι γέννημα; Ἀνάγκη γὰρ καὶ ἐν τούτῳ τὴν ταυτότητα πρὸς τὸν ἑαυτοῦ Πατέρα σώζειν. Οὕτω δὴ τοῦ Λόγου φανέντος εὐσεβοῦς, ἀκόλουθον ἂν εἴη μηδὲ ἐπὶ τῷ ὁμοουσίῳ ξενίζεσθαι τοὺς Χριστομάχους, ἐχούσης καὶ τῆς λέξεως ταύτης ὑγιῆ τὴν διάνοιαν καὶ τὴν ἀπόδειξιν. Εἰ γὰρ δή φαμεν ἐκ
23. For indeed the example also of the light and the radiance has such a sense. For the saints have not said that the Word stands towards God like the fire kindled from the heat of the sun, which is also wont to be quenched again, for that would be an external work and a creature of its maker; but they all proclaimed Him to be radiance, in order that they might show what is proper and indivisible from the essence and the unity with the Father. For thus also His being truly unchangeable and unalterable will be preserved; for how else could He be such, unless He is the proper offspring of the Father's essence? For in this also He must of necessity preserve identity with His own Father. Since, then, this account of the Word has been shown to be pious, it would be consistent that the fighters against Christ should not be astonished at the term consubstantial either, since this expression also has its sense and its proof sound. For if indeed we say that