Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· καὶ περὶ μὲν τῶν γενητῶν καὶ κτιστῶν ὁ Ἰωάννης φησί· Πάντα δι' αὐτοῦ ἐγένετο· περὶ δὲ τοῦ Κυρίου εὐαγγελιζόμενος λέγει· Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Εἰ τοίνυν υἱὸς, οὐ κτίσμα· εἰ δὲ κτίσμα, οὐχ υἱός· πολλὴ γὰρ
Before all the hills He begets me; and concerning the things that came to be and were created John says: All things came to be through Him (John 1:3); but proclaiming the good news concerning the Lord he says: The only-begotten Son, Who is in the bosom of the Father, that One has declared Him (John 1:18). If therefore a son, not a creature; and if a creature, not a son; for great
14. Ἆρ' οὖν μάτην γέγραπται τοῦτο τὸ ῥητόν; Τοῦτο γὰρ πάλιν ἐκεῖνοι περιβομβοῦσιν, ὡς ἀγέλη κωνώπων. Οὐχί γε, οὐ μάτην γέγραπται, ἀλλὰ καὶ μάλα ἀναγκαίως· καὶ γὰρ καὶ κτίζεσθαι λέγεται· ἀλλ' ὅτε γέγονεν ἄνθρωπος· ἀνθρώπου γὰρ ἴδιον τοῦτο. Τὴν δὲ διάνοιαν ταύτην εὑρήσει καλῶς ἐν τοῖς λογίοις κειμένην ὁ μὴ πάρεργον ἡγούμενος τὴν ἀνάγνωσιν, ἀλλὰ καὶ τὸν καιρὸν καὶ τὰ πρόσωπα, καὶ τὴν χρείαν τῶν γεγραμμένων ἐρευνῶν, καὶ οὕτω τὰ ἀναγνώσματα διακρίνων καὶ διανοούμενος. Τὸν μὲν οὖν καιρὸν τοῦ ῥητοῦ τούτου εὑρήσει καὶ γνώσεται, ὅτι ἀεὶ ὢν ὁ Κύριος, ὕστερον ἐπὶ συντελείᾳ τῶν αἰώνων γέγονεν ἄνθρωπος· καὶ Υἱὸς ὢν τοῦ Θεοῦ, γέγονε καὶ Υἱὸς ἀνθρώπου· τὴν δὲ χρείαν νοήσειεν, ὅτι, τὸν ἡμῶν θάνατον καταργῆσαι θέλων, ἔλαβεν ἑαυτῷ σῶμα ἐκ τῆς Παρθένου Μαρίας, ἵνα τοῦτο προσενέγκας θυσίαν ὑπὲρ πάντων τῷ Πατρὶ, ἀπαλλάξῃ πάντας ἡμᾶς, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦμεν δουλείας. Τὸ δὲ πρόσωπον τοῦ μὲν Σωτῆρός ἐστι· τότε δὲ λέγεται, ὅτε λοιπὸν λαβὼν τὸ σῶμα λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὡς γὰρ Υἱῷ Θεοῦ ὄντι ἁρμόζει καλῶς τὸ ἀϊδίως εἶναι, καὶ ἐν κόλποις εἶναι τοῦ Πατρός· οὕτω καὶ ἀνθρώπῳ γενομένῳ πρέπουσα φωνὴ τὸ, Κύριος ἔκτισέ με. Τότε γὰρ λέγεται περὶ αὐτοῦ, καὶ ἐπείνασε, καὶ ἐδίψησε, καὶ ἐπυνθάνετο ποῦ Λάζαρος κεῖται, καὶ πέπονθε, καὶ ἀνέστη. Καὶ ὥσπερ ἀκούοντες αὐτὸν Κύριον καὶ Θεὸν καὶ φῶς ἀληθινὸν, νοοῦμεν αὐτὸν ὄντα ἐκ τοῦ Πατρός· οὕτω δίκαιόν ἐστιν, ἀκούοντας τὸ, ἔκτισε καὶ τὸ, δοῦλος, καὶ τὸ, πέπονθε, μὴ τῇ θεότητι λογίζεσθαι· ἀνοίκειον γάρ· ἀλλὰ τῇ σαρκὶ ταῦτα μετρεῖν, ἣν δι' ἡμᾶς ἐφόρεσε· ταύτης γὰρ ἴδια ταῦτα, καὶ αὐτὴ ἡ σὰρξ οὐχ ἑτέρου, ἀλλὰ τοῦ Λόγου ἐστίν. Εἰ δὲ καὶ τὸ ἐκ τούτου χρήσιμον ἐθέλοι τις μαθεῖν, εὑρήσει καὶ τοῦτο· ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, ἵνα καὶ προσενέγκῃ τοῦτο ὑπὲρ πάντων, καὶ ἡμεῖς, ἐκ τοῦ πνεύματος αὐτοῦ μεταλαβόντες, θεοποιηθῆναι δυνηθῶμεν, ἄλλως οὐκ ἂν τούτου τυχόντες, εἰ μὴ τὸ κτιστὸν ἡμῶν αὐτὸς ἐνεδύσατο σῶμα· οὕτω γὰρ καὶ ἄνθρωποι Θεοῦ λοιπὸν, καὶ ἐν Χριστῷ ἄνθρωποι χρηματίζειν ἠρξάμεθα. Ἀλλ' ὥσπερ ἡμεῖς, τὸ Πνεῦμα λαμβάνοντες, οὐκ ἀπόλλυμεν τὴν ἰδίαν ἑαυτῶν οὐσίαν· οὕτως ὁ Κύριος, γενόμενος δι' ἡμᾶς ἄνθρωπος, καὶ σῶμα φορέσας, οὐδὲν ἧττον ἦν Θεός· οὐ γὰρ ἠλαττοῦτο τῇ περιβολῇ τοῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐθεοποιεῖτο τοῦτο, καὶ ἀθάνατον ἀπετέλει.
14. Has then this saying been written in vain? For this again those men buzz around, like a swarm of gnats. By no means, it has not been written in vain, but even very necessarily; for indeed He is also said to be created, yet when He became man; for this is proper to man. And this sense he will find rightly lying in the oracles who does not account the reading a secondary matter, but investigates both the time and the persons, and the need of the things written, and thus discriminates and ponders the readings. The time therefore of this saying he will find and know, that the Lord, always existing, afterwards at the consummation of the ages became man; and being Son of God, He became also Son of man; and the need he would understand, that, wishing to abolish our death, He took to Himself a body from the Virgin Mary, in order that having offered this as a sacrifice on behalf of all to the Father, He might set free all of us who through fear of death throughout all our life were subject to bondage. And the person is indeed that of the Saviour; and it is spoken at that time when having henceforth taken the body He says: The Lord created me a beginning of His ways for His works. For just as to Him being Son of God it belongs rightly to exist eternally, and to be in the bosom of the Father; so also to Him having become man a fitting utterance is, The Lord created me. For then it is said concerning Him, both that He hungered, and thirsted, and inquired where Lazarus lies, and suffered, and rose again. And just as when we hear Him called Lord and God and true Light, we understand Him as being from the Father; so it is right, when we hear, He created, and, servant, and, He suffered, not to reckon these things to the deity—for it is unfitting—but to measure these things by the flesh, which He bore on our account; for these things are proper to this, and this flesh itself is none other's, but the Word's. And if someone should wish to learn also the benefit coming from this, he will find this too; for the Word became flesh, in order that He might both offer this on behalf of all, and we, partaking from His Spirit, might be enabled to be deified, whereas otherwise we would not have attained this, if He Himself had not put on our created body; for thus we also began henceforth to be called both men of God and men in Christ. But just as we, receiving the Spirit, do not lose our own essence; so the Lord, having become man on our account, and having borne a body, was nonetheless God; for He was not diminished by the investing of the body, but rather deified it also, and rendered it immortal.