μοναχὸς ὡμολόγησε. Διὰ τοῦτο ταῦτά σοι γνωρίζω, Πάτερ, ἵνα μὴ δόξῃ σοι κατηγορῆσαι Ἀθανασίου· εἶπον γὰρ ὅτι ζῇ, καὶ παρ' ἡμῖν ἦν κρυπτόμενος· καὶ ἐγνωρίσθη πάντα ταῦτα ἐν Αιγύπτῳ, καὶ οὐκέτι δύναται κρυβῆναι τοῦτο. Παφνούτιος μοναχὸς τῆς αὐτῆς μονῆς ὁ γράψας τὴν ἐπιστολὴν πολλά σε ἀσπάζομαι, ἐῤῥῶσθαί σε εὔχομαι.
the monk, confessed. On this account I make these things known to you, Father, that you may not resolve to accuse Athanasius; for they said that he is alive, and was hiding with us; and all these things have become known in Egypt, and this can no longer be hidden. I, Paphnutius, a monk of the same monastery who wrote the letter, greet you much, and pray that you may fare well.
68. Τοῖς παρὰ τῆς σῆς συνέσεως ἐντυχὼν γράμμασι, ταύτης γνώμης αὐτὸς ἐγενόμην, ὡς ἀντιγράφων τῇ σῇ στεῤῥότητι, προτρέψασθαί σε, ὅπως πρὸς εὐταξίαν καὶ οἶκτον τὸν τοῦ Θεοῦ λαὸν ἄγειν σπουδάσῃς. Ταῦτα γὰρ μάλιστα προηγούμενα ἐν τῇ ἐμαυτοῦ ψυχῇ κατέχω, ὡς ἀλήθειάν τε ἀσκεῖν, καὶ ἐν τῇ διανοίᾳ δικαιοσύνην ἀεὶ φυλάττειν, καὶ τούτοις μάλιστα χαίρειν, τοῖς ὀρθὴν ὁδὸν τοῦ βίου πορευομένοις. Περὶ δὲ ἐκείνων τῶν πάσης ἀρᾶς ἀξίων, τῶν Μελιτιανῶν δηλαδὴ τῶν σκαιοτάτων καὶ ἀθεμίτων, οἵτινες τῇ ἐμπληξίᾳ λοιπὸν ἀπονεναρκήκασι, καὶ μόνον φθόνῳ καὶ ζάλῃ καὶ θορύβοις τὰ ἄτοπα κινοῦσι, τὴν ἀθέμιτον αὐτῶν διάνοιαν ἐπιδεικνύντες, ταῦτα φθέγξομαι· Ὁρᾷς γὰρ ὅπως οἱ ἄνδρες οὓς ἐκεῖνοι ξίφει ἀνῃρῆσθαι ἔφασκον, ἐν μέσοις νῦν εἰσι, καὶ τῆς ζωῆς ἀπολαύουσι. Πρὸς δὴ ταῦτα τί ἂν γένοιτο πρόκριμα χεῖρον, οὕτω φανερῶς καὶ σαφῶς ἐπιφερόμενον τῇ ἐκείνων δίκῃ, ἢ τὸ τούτους, οὓς ἀνῃρῆσθαι ἔλεγον, ζῆν τε καὶ τοῦ βίου ἀπολαύειν, οἵτινες δηλονότι καὶ ὑπὲρ ἑαυτῶν φθέγξασθαι δυνήσονται; Προσέκειτο δὲ τοῖς παρὰ τῶν Μελιτιανῶν ἐκείνων καὶ τοῦτο· διεβεβαιοῦντο γὰρ ἀθεμίτῳ ὁρμῇ ἐπεισελθόντα σε καὶ ἁρπάσαντα ποτήριον ἐν τῷ ἁγιωτάτῳ ἀποκείμενον τόπῳ κεκλακέναι, οὗ πράγματος ἀληθῶς οὐδὲν μεῖζον ἦν ἔγκλημα, οὔτε τηλικοῦτον ἀτόπημα, ει τοῦτο οὕτως πεπρᾶχθαί τε καὶ ἡμαρτῆσθαι συνέβαινεν. Ἀλλὰ γὰρ τίς ἡ κατηγορία αὕτη; Τίς δὲ ἡ μετάβασις καὶ ποικιλία καὶ διαφορὰ τοῦ πράγματος, ὡς νῦν εἰς ἕτερον πρόσωπον τὴν κατηγορίαν τοῦ ἐγκλήματος τούτου μετάγειν; Ὅπερ δηλονότι πρᾶγμα αὐτοῦ τοῦ φωτὸς, ὡς εἰπεῖν, ἐστὶ τηλαυγέστερον, ὅτι τῇ σῇ συνέσει ἐπιβουλεῦσαι ἐσπούδαζον. Μετὰ δὴ ταῦτα τίς ἂν ἐκείνοις τοῖς ἀνθρώποις τοῖς τοσαῦτα εἰς βλάβην ἀναπλασαμένοις ἀκολουθῆσαι ἐθελήσειεν; ὅταν μάλιστα αὐτοὶ ἑαυτοὺς εἰς ὄλεθρον ἄγουσι, καὶ συνορῶσιν, ὅτι πεπλασμένων καὶ ψευδῶν πραγμάτων εἰσὶ κατήγοροι; Ὡς ἔφην τοίνυν, τίς ἂν ἐκείνοις ἐξακολουθήσειε, καὶ εἰς τὴν ὁδὸν τῆς ἀπωλείας πρηνὴς ἀπέλθοι; Εις ἐκείνην δηλαδὴ, εἰς ἣν ἐκεῖνοι μόνοι τὴν ἐλπίδα τῆς τωτηρίας καὶ τῆς ἐπικουρίας ἔχειν οἴονται. Ει γὰρ βούλοιντο ἐπὶ καθαρὰν ἐλθεῖν συνείδησιν, καὶ ὑπομνησθῆναι τῆς ἀρίστης γνώμης, καὶ ἐπὶ τὴν ὑγιαίνουσαν ἐλθεῖν διάνοιαν· ῥᾳδίως γνώσονται οὐδεμίαν αὐτοῖς ὑπάρχειν ἐπικουρίαν παρὰ τῆς Προνοίας, ἐπειδήπερ τοιούτων εἰσὶ ζηλωταὶ καὶ ἐπὶ τῷ
68. Having read the letters from your Prudence, I myself came to this opinion, in writing back to your Steadfastness, to exhort you that you should endeavour to lead the people of God towards good order and compassion. For I hold these things foremost in my own soul, both to practise truth and always to keep righteousness in my mind, and to rejoice most of all in those who walk the straight path of life. But concerning those men worthy of every curse, the Meletians, that is to say, the most perverse and lawless men, who have at last grown numb in their frenzy, and only by envy and tempest and tumults stir up absurdities, displaying their lawless mind, I will utter these things: For you see how the men whom they alleged to have been made away with by the sword are now in our midst, and enjoy life. In the face of these things, what worse prejudice could there be, so manifestly and clearly brought against their cause, than that these men, whom they said had been made away with, are alive and enjoying life, who plainly will also be able to speak on their own behalf? Moreover, this too was added to the charges brought by those Meletians: for they strongly affirmed that you had rushed in with lawless impulse and seized and broken a chalice laid up in the most holy place, than which deed truly no charge could be greater, nor any outrage so great, if this had happened to be so done and committed. Yet what is this accusation? And what is this shifting and diversity and variation of the matter, that they now transfer the accusation of this charge to another person? Which matter is plainly brighter than the light itself, so to speak, that they were eager to plot against your Prudence. After these things, then, who would wish to follow those men who have fabricated so many things for harm, especially when they lead themselves into destruction, and perceive that they are accusers of fabricated and false matters? As I said, therefore, who would follow them closely, and go headlong into the way of perdition? Into that way, namely, in which they alone suppose that they have the hope of safety and succour. For if they should wish to come to a pure conscience, and to remember the best counsel, and to come to a sound mind, they will easily know that there is no succour for them from Providence, seeing that they are zealous for such things and to their