αὐτοῦ δὲ τοῦ κατηγόρου Ἰσχύρα προεκόμισε χεῖρα ὁλόγραφον αὐθεντικήν, ἐν ᾗ μάρτυρα τὸν Θεὸν τὸν παντοκράτορα ἐπικαλούμενος, μήτε ποτηρίου κλάσιν, μήτε τραπέζης ἀνατροπὴν γεγενῆσθαι ἔλεγεν, ἀλλ' ὑποβεβλῆσθαι ἑαυτὸν ὑπό τινων πλάσασθαι ταύτην τὴν κατηγορίαν. Ἀπαντήσαντες δὲ καὶ πρεσβύτεροι τοῦ Μαρεώτου, διεβεβαιώσαντο μήτε τὸν Ἰσχύραν πρεσβύτερον εἶναι τῆς καθολικῆς Ἐκκλησίας, μήτε τι τοιοῦτον πεπλημμεληκέναι Μακάριον, ὁποῖον ἐκεῖνος κατηγόρησεν. Οἱ πρεσβύτεροι δὲ καὶ οἱ διάκονοι, ἀπαντήσαντες ἐνταῦθα, οὐκ ὀλίγα, ἀλλὰ καὶ πολλὰ ἐμαρτύρησαν ὑπὲρ τοῦ ἐπισκόπου Ἀθανασίου, διαβεβαιούμενοι μηδὲν ἀληθὲς εἶναι τῶν κατ' αὐτοῦ λεγομένων, συσκευὴν δὲ αὐτὸν πεπονθέναι. Καὶ οἱ ἀπὸ τῆς Αἰγύπτου δὲ καὶ Λιβύης πάντες ἐπίσκοποι, γράφοντες διεβεβαιώσαντο καὶ τὴν κατάστασιν αὐτοῦ ἔννομον καὶ ἐκκλησιαστικὴν γεγονέναι, καὶ πάντα τὰ παρ' ὑμῶν λεγόμενα κατ' αὐτοῦ εἶναι ψευδῆ· οὔτε γὰρ φόνον γεγενῆσθαι, οὔτε τινὰς ἀναιρεθῆναι δι' αὐτὸν, οὔτε κλάσιν ποτηρίου γεγενῆσθαι, ἀλλὰ πάντα εἶναι ψευδῆ. Καὶ ἐκ τῶν ὑπομνημάτων δὲ τῶν ἐν Μαρεώτῃ κατὰ μονομέρειαν γεγενημένων, ἐδείκνυεν ὁ ἐπίσκοπος Ἀθανάσιος ἕνα κατηχούμενον ἐξετασθέντα, καὶ εἰπόντα ἔνδον εἶναι μετὰ Ἰσχύρα, ὅτε Μακάριος ὁ πρεσβύτερος Ἀθανασίου, ὡς λέγουσιν, ἐπέστη τῷ τόπῳ· καὶ ἄλλους δὲ ἐξετασθέντας καὶ εἰπόντας τὸν μὲν ἐν κελλίῳ μικρῷ, τὸν δὲ ὄπισθεν τῆς θύρας κατακεῖσθαι τὸν Ἰσχύραν, τότε νοσοῦντα, ὅτε Μακάριον λέγουσιν ἀπηντηκέναι ἐκεῖ. Ἀπὸ δὴ τούτων ὧν ἔλεγε καὶ ἡμεῖς ἀκολούθως στοχαζόμεθα, ὅτι πῶς οἷόν τε τὸν ὄπισθεν τῆς θύρας νόσῳ κατακείμενον τότε ἑστηκέναι, καὶ λειτουργεῖν, καὶ προσφέρειν; ἢ πῶς οἷόν τε ἦν προσφορὰν προκεῖσθαι, ἔνδον ὄντων τῶν κατηχουμένων; Εἰ γὰρ ἔνδον ἦσαν οἱ κατηχούμενοι, οὔπω ἦν ὁ καιρὸς τῆς προσφορᾶς. Ταῦτα, ὥσπερ εἴρηται, ἔλεγεν ὁ ἐπίσκοπος Ἀθανάσιος, καὶ ἐκ τῶν ὑπομνημάτων ἐδείκνυε, διαβεβαιουμένων καὶ τῶν σὺν αὐτῷ, μηδὲ ὅλως αὐτὸν πρεσβύτερον γεγενῆσθαί ποτε ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ, μηδὲ συνῆχθαι αὐτόν ποτε ἐν τῇ Ἐκκλησίᾳ ὡς πρεσβύτερον· οὐδὲ γὰρ οὐδὲ ὅτε Ἀλέξανδρος ἐδέχετο μετὰ φιλανθρωπίαν τῆς μεγάλης συνόδου τοὺς ἀπὸ τοῦ σχίσματος Μελιτίου, ὠνομᾶσθαι αὐτὸν ὑπὸ Μελιτίου μετὰ τῶν αὐτοῦ διεβεβαιοῦντο· ὃ καὶ μέγιστόν ἐστι τεκμήριον μὴ εἶναι αὐτὸν μήτε Μελιτίου. Εἰ γὰρ ἦν, πάντως καὶ αὐτὸς αὐτοῖς συνηριθμεῖτο. Ἄλλως τε καὶ ἐν ἄλλοις ὁ Ἰσχύρας ψευσάμενος ἐδείκνυτο ὑπὸ Ἀθανασίου ἐκ τῶν ὑπομνημάτων· κατηγορήσας γὰρ ὡς βιβλίων κεκαυμένων, ὅτε, ὡς λέγουσι, Μακάριος ἐπέστη, ἠλέγχθη ὑφ' ὧν αὐτὸς ἤνεγκε μαρτύρων ψευσάμενος.
and of the accuser Ischyras himself he brought forward an authentic holograph writing, in which, calling upon God the Almighty as witness, he declared that neither a breaking of a chalice nor an overturning of a table had taken place, but that he himself had been suborned by certain persons to fabricate this accusation. Moreover, presbyters of the Mareotes, having arrived, affirmed strongly that neither was Ischyras a presbyter of the catholic Church, nor had Macarius committed any such offence as that man had charged. And the presbyters and the deacons who arrived here bore witness not in a few things, but in many, on behalf of the bishop Athanasius, affirming strongly that nothing of the things said against him was true, and that he had suffered a plot. And all the bishops from Egypt and Libya also wrote and affirmed strongly both that his appointment had taken place lawfully and ecclesiastically, and that all the things said by you against him were false; for neither had a murder taken place, nor had any persons been put to death on his account, nor had a breaking of a chalice taken place, but all were false. And from the minutes also that were made ex parte in the Mareotes, the bishop Athanasius showed that one catechumen, having been examined, said that he was inside with Ischyras when Macarius the presbyter of Athanasius, as they say, came upon the place; and that others also, having been examined, said, the one that Ischyras was lying in a small cell, the other behind the door, being sick at the time when they say Macarius arrived there. From these things, indeed, which he said, we also consequently conjecture: how was it possible for him who was lying sick behind the door to have been standing at that time, and officiating, and offering? Or how was it possible for an offering to be set forth while the catechumens were inside? For if the catechumens were inside, it was not yet the time of the offering. These things, as has been said, the bishop Athanasius stated, and showed from the minutes, those with him also affirming strongly that he had never at all become a presbyter in the catholic Church, nor had he ever been assembled in the Church as a presbyter; for not even when Alexander received, after the clemency of the great synod, those from the schism of Meletius, had he been named by Meletius among his own men, as they affirmed strongly; which is also the greatest proof that he was not even of Meletius. For if he had been, he too would altogether have been numbered with them. Furthermore, in other matters also Ischyras was shown by Athanasius from the minutes to have lied; for having brought an accusation that books had been burnt when, as they say, Macarius came upon the place, he was convicted of having lied by the witnesses whom he himself brought forward.