44. Νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρικοῦ Λόγου, οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινεῖται, καὶ ὁ μὲν ἥλιος φαίνει, ἡ δὲ σελήνη περιπολεῖ, καὶ ὁ ἀὴρ μὲν ὑπ' αὐτοῦ φωτίζεται, αἰθὴρ δὲ θερμαίνεται καὶ ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται, ἡ θάλασσα κυμαίνει, καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται, ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ, καὶ ὁ ἄνθρωπος πλάττεται, καὶ ζῇ, καὶ ἀποθνήσκει πάλιν· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει, τὸ ὕδωρ ψύχει, πηγαὶ ἀναβλύζουσι, ποταμοὶ πλημμυροῦσι, καιροὶ καὶ ὧραι παραγίγνονται, ὑετοὶ κατέρχονται, τὰ νέφη πληροῦται, χάλαζα γίνεται, χιὼν καὶ κρύσταλλος πήγνυται, πετεινὰ ἵπταται, ἑρπετὰ πορεύεται, ἔνυδρα νήχεται, θάλαττα πλέεται, γῆ σπείρεται καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ, φυτὰ αὔξει, καὶ τὰ μὲν νεάζει, τὰ δὲ πεπαίνεται, τὰ δὲ αὐξάνοντα γηράσκει καὶ φθίνει, καὶ τὰ μὲν ἀφανίζεται, τὰ δὲ γεννᾶται καὶ φαίνεται. Ταῦτα δὲ πάντα, καὶ ἔτι πλείω τούτων, ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ Θεοῦ Λόγος φωτίζων καὶ ζωοποιῶν, τῷ ἑαυτοῦ νεύματι κινεῖ, καὶ διακοσμεῖ, ἕνα τὸν κόσμον ἀποτελῶν, οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας, οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπεριλαβὼν ἐν τοῖς ὅλοις, συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι, καὶ τῇ ἑαυτοῦ προνοίᾳ· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον. Ὡς γὰρ τῇ ἑαυτοῦ προνοίᾳ καὶ σώματα μὲν αὔξει, ψυχὴ δὲ ἡ λογικὴ κινεῖται, καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῆν ἔχει, καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα· οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἑνὶ καὶ ἁπλῷ νεύματι, τῇ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει, ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θείας θειοτέρως κινεῖσθαι, τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται. Αὐτὸς δὲ, ἐπὶ πάντων, ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ Πατρὸς ἐργάζεται, μονονουχὶ διὰ τῶν
44. For by the nod and by the powers of the divine and paternal Word Who presides over and governs all things, heaven revolves, the stars move, the sun shines, the moon goes its round, the air is illumined by it, the ether is warmed, and winds blow; the mountains stand stretched aloft, the sea surges, and the living creatures within it are nourished, the earth remaining immovable bears fruit, and man is formed, and lives, and dies again; and simply all things are animated and moved: fire burns, water cools, springs bubble up, rivers overflow, seasons and hours come round, rains come down, the clouds are filled, hail forms, snow and ice congeal, birds fly, creeping things go along, creatures of the water swim, the sea is sailed, the earth is sown and in its own seasons bears verdure, plants grow, and some are young, others ripen, and others as they grow age and decay, and some vanish away, while others are born and appear. And all these things, and still more than these, which on account of their multitude we are not able to tell, the paradox-working and wonder-working Word of God, illumining and quickening them, moves and arranges by His own nod, accomplishing one cosmos, not leaving the invisible powers outside of Himself either; for indeed, having comprehended these also within the universe, inasmuch as He is their Maker as well, He holds them together and quickens them again by His own nod and by His own providence; and there could be no pretext for unbelief in this. For just as by His own providence bodies grow, and the rational soul is moved and possesses reasoning and life—and this needs not much demonstration, for we see the things that come to pass—so indeed again the Word of God Himself by one simple nod, by His own power moves and holds together both the visible cosmos and the invisible powers, assigning to each its own operation, so that the divine powers are moved in a more divine manner, and visible things just as they are seen. And He Himself, over all things, becoming Governor and King and constitution of all things, works all things towards the glory and knowledge of His own Father, all but through the