38. Ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντὶ, καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία, καὶ οὐκ ἀκοσμία ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις· ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος, καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ Δεσπότου. Κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ' ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων, ἐννοεῖν ἐστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βασιλέα. Ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων συνεστῶσαν, μικρῶν καὶ μεγάλων, καὶ πλουσίων αὖ καὶ πενήτων, καὶ πάλιν γερόντων καὶ νεωτέρων, καὶ ἀῤῥένων καὶ θηλέων, εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην, καὶ τοὺς ἐν αὐτῇ διαφόρους μὲν ὄντας, ὁμονοοῦντας δὲ πρ⟨…⟩ ἑαυτοὺς, καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων, μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν, μήτε τοὺς νέους κατὰ τῶν γερόντων γιγνομένους, ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν, ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει, κἂν μὴ ὁρῶμεν αὐτόν. Ἡ μὲν γὰρ ἀταξία ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσι. Καὶ γὰρ καὶ τὴν ἐν τῷ σώματι τῶν μελῶν πρὸς ἑαυτὰ συμφωνίαν ὁρῶντες, ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῇ, οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει, ἀλλ' ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι τὴν τούτων ἡγεμονεύουσαν, κἂν μὴ βλέπωμεν αὐτήν. Οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁρμονίᾳ τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη Θεὸν, καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς. Καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως, καὶ ἡ τῶν πάντων μεθ' ὁμονοίας ἁρμονία, οὐ πολλοὺς, ἀλλ' ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι Λόγον. Οὐκ ἂν γὰρ, εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ' ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλοὺς, ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα, καὶ μαχομένου πρὸς τὸν ἕτερον. Ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι. Ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων, ἀλλ' ἦν ἀναρχία παρὰ πᾶσιν. Ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται. Καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι. Καθάπερ γὰρ
38. Since therefore there is not disorder but order in the universe, and not disproportion but proportion, and not disarray but cosmos and an all-harmonious arrangement of the cosmos, it is necessary to reckon and form a conception of the Master Who brought these things together and bound them fast, and works harmony amongst them. For even though He is not seen with the eyes, yet from the order and harmony of opposites it is possible to conceive of their Ruler and Arranger and King. For just as if we should behold a city composed of many and diverse people, small and great, rich too and poor, and again old and young, both male and female, inhabited in an orderly manner, and those within it, though diverse, yet being in concord towards⟨…⟩ one another, and neither the rich rising against the poor, nor the great against the small, nor the young against the old, but all living at peace in equality of share; if we should see these things, we certainly understand that the presence of a ruler presides over their concord, even if we do not see him. For disorder is a mark of anarchy, whereas order points out him who governs. For indeed, when we also see the harmony of the members in the body towards one another, that the eye does not fight with the hearing, nor is the hand at faction with the foot, but each accomplishes its own function without faction, we understand from this that there is certainly a soul in the body governing these members, even if we do not see it. Thus in the order and harmony of the universe it is necessary to conceive of God as the Governor of the universe, and Him as one and not many. And this order of the arrangement, and the harmony of all things with concord, shows that its Ruler and Governor, the Word, is not many, but one. For if there had been many rulers of creation, such an order of all things would not have been preserved; rather, all things would again have been disordered on account of the many, each drawing all things towards his own will, and fighting against the other. For just as we said that polytheism is atheism, so it is necessary that a multiplicity of rulers be anarchy. For with each destroying the rule of the other, no one would any longer appear as the ruler, but there would be anarchy amongst all. And where there is no ruler, there disorder certainly arises. And conversely, the one order and concord of the many and diverse things shows that the ruler also is one. For just as