πλάττεσθαι καὶ ψεύδεσθαι περὶ μύθων εἰς ἡδονὴν τῶν ἀκουόντων, οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν. Ἀλλ' αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται ἀφ' ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν, καὶ προτίθενται. Εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ Διὸς, καὶ Κρόνου, καὶ Ἥρας, καὶ Ἄρεος, καὶ τῶν ἄλλων ὀνομασία. Ἴσως γὰρ, ὡς αὐτοί φασι, καὶ τὰ ὀνόματα πέπλασται, καὶ οὐκ ἔστι μὲν ὅλως Ζεὺς, οὐδὲ Κρόνος, οὐδὲ Ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ πρὸς ἀπάτην τῶν ἀκουόντων. Πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὡς ὄντας αὐτοὺς θρησκεύουσιν; Ἢ ἴσως γὰρ ἂν πάλιν φήσουσι, τὰ μὲν ὀνόματα οὐ πλάττονται, τὰς δὲ πράξεις ψεύδονται κατ' αὐτῶν; Ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. Εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα, ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο. Ἢ εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης. Ἄλλως τε οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν, καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῷ ὕδατί τις ἀναθήσει· τὸ μὲν γὰρ καίει, τὸ δὲ ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν. Εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἐστὶ καὶ ἀνθρώπων οὐ καλῶν τὸ μοιχεύειν, καὶ τὰ προειρημένα ἔργα, ἄνθρωποι ἂν εἶεν οἱ ταῦτα πράξαντες, καὶ οὐ θεοί. Κατ' ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρὴ, ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῇ, καὶ ἐκ τῆς οὐσίας πρᾶξις γνωσθῆναι δυνηθῇ. Ὥσπερ οὖν εἴ τις, διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς, καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐκ ἂν εἶπε, τὸ μὲν ὕδωρ καίειν, τὸ δὲ πῦρ ψύχειν· οὐδ' εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο, ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι, ἀλλὰ καὶ λέγων, πᾶσαν παραπληξίαν ὑπερέβαλεν· οὕτως οὐκ ἂν οἱ παρ' αὐτοῖς συγγραφεῖς, καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητὴς, εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν Δία καὶ τοὺς ἄλλους, τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν, ἀλλὰ μᾶλλον ἀνθρώπους εἶναι, καὶ ἀνθρώπους οὐ σώφρονας. Ἢ εἰ ἐψεύσαντο ὡς ποιηταὶ, καὶ σὺ τούτων καταψεύδῃ, διὰ τί μὴ καὶ ἐπὶ τῆς ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο, καὶ ἀντὶ μὲν ἀνδρείας ἀσθένειαν, ἀντὶ δὲ ἀσθενείας ἀνδρείαν ἐπλάσαντο; Ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ Διὸς καὶ τῆς Ἥρας, οὕτω καὶ τοῦ μὲν Ἀχιλλέως ἀνανδρείαν καταψεύσασθαι, τοῦ δὲ Θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν Ὀδυσσέως ἀσυνεσίαν διαβαλεῖν, τοῦ δὲ Νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν Διομήδους
and to lie concerning myths for the pleasure of the hearers, on account of which they will say that they also made up the things concerning the gods. But this pretext above all will be shown for them to be stale from the opinion which they themselves hold concerning these things, and put forward. For if the things among the poets are fictions and false, false would be also the very naming concerning Zeus, and Cronus, and Hera, and Ares, and the others. For perhaps, as they themselves say, the names also have been fashioned, and Zeus does not exist at all, nor Cronus, nor Ares; and the poets fashion these as existing for the deceit of the hearers. Yet when the poets fashion the things that do not exist, how do they venerate them as existing? Or will they perhaps say again that they do not fashion the names, but lie concerning the deeds against them? But this too is no less unsafe for their defence. For if they lied concerning the deeds, they altogether lied concerning the names also, whose deeds they recounted them to be. Or if they speak the truth concerning the names, they speak the truth also concerning the deeds of necessity. Especially since those who told in myth that these are gods know truly also what things gods ought to do, and would never attach the notions of men to gods; just as neither will anyone attribute the work of fire to water; for the one burns, while the other on the contrary has its substance cold. If therefore the deeds are worthy of gods, gods would be also the doers of these; but if committing adultery and the aforesaid works belong to men, and to men not good, men would be those who did these things, and not gods. For the deeds also must correspond to the substances, so that both from the activity the doer may be attested, and from the substance the deed may be able to be known. Just as therefore if anyone, conversing about water and fire, and reporting their activities, would not have said that water burns, and fire cools; nor if anyone were recounting about sun and earth, would he say that the earth gives light, and the sun is sown with herbs and fruits, or even saying so, he would have surpassed all madness; so the writers among them, and especially the most pre-eminent poet of all, if indeed they had known Zeus and the others to be gods, would not have invested them with such deeds, which prove them not to be gods, but rather to be men, and men not temperate. Or if they lied as poets, and you accuse them of lying, why did they not also lie in the matter of the courage of the heroes, and fashion weakness instead of courage, and courage instead of weakness? For just as in the case of Zeus and Hera, so also they ought to have falsely accused Achilles of cowardice, and admired the strength of Thersites; and traduced the folly of Odysseus, and fashioned the madness of Nestor; and of Diomedes