τασίας, λοιπὸν καὶ ἀνθρώπους καὶ ἀνθρώπων μορφὰς, τῶν μὲν ἔτι ζώντων, τῶν δὲ καὶ μετὰ θάνατον εἰς θεοὺς ἀνέθηκαν. Ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη δὲ καὶ εἰς λίθους, καὶ ξύλα καὶ ἑρπετὰ, ἔνυδρά τε καὶ χερσαῖα, καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ Θεοῦ προσηγορίαν μετήνεγκαν, πᾶσαν τιμὴν αὐτοῖς Θεοῦ ἀπονέμοντες, καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα Θεὸν τὸν τοῦ Χριστοῦ Πατέρα ἀποστρεφόμενοι. Εἴθε δὲ κἂν μέχρι τούτων εἰστήκει τῶν ἀφρόνων ἡ τόλμα, καὶ μὴ περαιτέρω βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον! Τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοίᾳ καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδ' ὅλως μηδαμῶς ὑπάρχοντα, μηδὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι. Λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ' Αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιοκέφαλοι καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ Λίβυσι κριοκέφαλος Ἄμμων. Ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων, κεφαλὴν, καὶ ὦμον, καὶ χεῖρα, καὶ πόδα καθ' ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν, καὶ ἐξεθείασαν, ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν. Ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ' αὐτοῖς Ἔρως, καὶ ἡ ἐν Πάφῳ Ἀφροδίτη. Οἱ δὲ αὐτῶν, ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ' αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας εἰς θεοὺς ἀναθεῖναι ἢ διὰ τιμὴν τῶν ἀρξάντων. ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος, ὡς ὁ ἐν Κρήτῃ παρ' αὐτοῖς περιβόητος Ζεὺς, καὶ ὁ ἐν Ἀρκαδίᾳ Ἑρμῆς· καὶ παρὰ μὲν Ἰνδοῖς Διόνυσος, παρὰ δὲ Αἰγυπτίοις Ἶσις, καὶ Ὄσιρις, καὶ Ὧρος, καὶ ὁ νῦν Ἀδριανοῦ τοῦ Ῥωμαίων βασιλέως παιδικὸς Ἀντίνοος, ὃν καίπερ εἰδότες ἄνθρωπον, καὶ ἄνθρωπον οὐ σεμνὸν, ἀλλ' ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. Ἐπιδημήσας γὰρ Ἀδριανὸς τῇ χώρᾳ τῶν Αἰγυπτίων, τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην Ἀντίνοον ἐκέλευσε θρησκεύεσθαι, αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς, ἔλεγχον δὲ ὅμως καθ' ἑαυτοῦ, καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρείας παρέχων, ὅτι οὐκ ἄλλως ἐφευρέθη παρὰ τοῖς ἀνθρωποις αὕτη ἢ δι' ἐπιθυμίαν τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ Θεοῦ προμαρτύρεται λέγουσα· Ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων. Καὶ μήτοι θαυμάσῃς μηδὲ μακρὰν πίστεως εἶναι τὸ λεγόμενον νομίσῃς, ὅπου γε καὶ οὐ πολλῷ πρότερον, ἢ τάχα καὶ μέχρι νῦν ἡ Ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι, καὶ θρησκεύεσθαι θεοὺς
thereafter set up even men and the forms of men as gods, some while still living, and others even after death. And taking counsel and reckoning upon still worse things, they now transferred the divine and supercosmic appellation of God even to stones and stocks and creeping things, both aquatic and terrestrial, and to the wild beasts among irrational animals, assigning every honour of God to them, and turning away from the true and truly existing God, the Father of Christ. Yet would that the audacity of the foolish had stood still even at these things, and that they had not gone further and defiled themselves with impieties! For some have fallen so far in their understanding and been darkened in their mind as even to contrive for themselves and deify things that do not exist at all in any way, nor appear among things that have come into being. For having mingled rational things with irrational, and having strung together things unlike in nature, they worship them as gods; such as are the dog-headed and snake-headed and ass-headed gods among the Egyptians, and the ram-headed Ammon among the Libyans. And others, having divided the parts of bodies by themselves—head, and shoulder, and hand, and foot—set up each one among the gods and deified them, as though not satisfied with having their worship from the whole entire body. And others,stretching impiety further, having deified pleasure and desire, the pretext of the invention of these things and of their own malice, worship them; such as is Eros among them, and Aphrodite in Paphos. And others of them, as though vying in worse things, dared to set up their rulers or even their children among the gods, either out of honour for those who ruled, or out of fear of their tyranny, such as the celebrated Zeus among them in Crete, and Hermes in Arcadia; and among the Indians Dionysus, and among the Egyptians Isis, and Osiris, and Horus, and now Antinous, the favourite of Hadrian the emperor of the Romans, whom, although knowing him to be a man, and not a respectable man, but full of licentiousness, they reverence out of fear of him who commanded it. For when Hadrian sojourned in the land of the Egyptians, upon the death of Antinous, the minister of his pleasure, he ordered him to be worshipped, himself indeed loving the youth even after death, yet furnishing a refutation against himself, and a token against all idolatry, that it was discovered among men in no other way than through the desire of those who fashioned them, even as the wisdom of God beforehand testifies, saying: The devising of idols was the beginning of fornication (Wisd. 14:12). And do not marvel, nor suppose what is said to be far from belief, seeing that not long ago, or perhaps even until now, the senate of the Romans decrees that the emperors who have ever ruled over them from the beginning, either all of them, or whomever they themselves will and judge, are among the gods, and they write that they be worshipped as gods.