μὲν ἀποστόλους καὶ τούτων τὰς διδασκαλίας, ὁδοὺς ὠνόμασεν, οὐχὶ δὲ προσσέσχε τοῖς τοῦ Θεοῦ προφήταις, μυρία περὶ ὁδῶν Θεοῦ γεγραφόσιν; Πρῶτον μὲν γὰρ Μωσῆς ὧδε γράφων ἔλεγεν· Ὁδῷ βασιλικῇ πορεύσῃ· καὶ, Ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου· καὶ ὁ Δαβὶδ ὁμοίως, Γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται· καὶ Ἱερεμίας, Στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ πορεύεσθε ἐν αὐτῇ· καὶ ἕκαστον δὲ τῶν προφητῶν διαφόρως μνημονεύσαντα τῶν ὁδῶν τοῦ Θεοῦ εὑρήσεις. Εἰ τοίνυν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦ Θεοῦ ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ Θεοῦ ἑαυτὸν διδάσκει λέγων, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πάντως που καὶ Μωσέως καὶ τῶν προφητῶν καὶ τῶν ἔτι ἀνωτέρω κατὰ τὰς ὁδοὺς ςοῦ Θεοῦ βεβιωκότων εἴη ἂν πρεσβύτερος· ἀλλ' οὐχὶ ἡ σὰρξ, ἣν ἀνείληφεν, ἐκείνων ἁπάντων ὑπῆρχε προγενεστέρα. Οὐκ ὀρθῶς οὖν ἐπὶ τὴν σάρκα ἐξείληπται τὸ λόγιον. Οὐ διὰ τὴν σάρκα τοίνυν ταῦτ' ἔλεγεν ὁ Σωτὴρ, διὰ δὲ τὸ προϋπάρχειν αὐτὸν, καὶ καθηγεῖσθαι πασῶν τῶν ὁδῶν τοῦ Θεοῦ, ἃς πάντες οἱ πάλαι θεοφιλεῖς ἄνδρες ὡδεύκασιν. Ἐπεὶ δὲ ὁ θεῖος Ἀπόστολος λέγων, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ, ἑτέρας τινὰς ὁδοὺς ὑποβάλλει, τὰς προνοητικὰς τῶν ὅλων, δι' ὧν ἀποῤῥήτῳ κρίσει, καὶ λόγοις ἀλήπτοις, τὰ σύμπαντα διακυβερνᾷ θείᾳ δυνάμει, ἀκόλουθόν ἐστι καὶ τούτων τῶν ὁδῶν ἀρχὴν εἶναι λέγειν τὸν εἰρηκότα, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ὁ δὲ μὴ νοήσας τὰς ὁδοὺς τοῦ Θεοῦ, τὴν σάρκα τοῦ Σωτῆρος ἀρχὴν τούτων εἶναι ἀπεφήνατο. Ἑρμηνεύει δὲ καὶ τὸ, εἰς ἔργα αὐτοῦ, φάσκων, Ἔκτισεν οὖν με, φησὶν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ποῖα δὲ ἔργα φησίν; περὶ ὧν ὁ Σωτὴρ λέγει, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ αὖθις, Τὸ ἔργον, φησὶν, ἐτελείωσα, ὃ δέδωκάς μοι. Εἶθ' ὥσπερ διασαφῶν τὴν τῶν εἰρημένων διάνοιαν, ἐπιλέγει· «Τίς γὰρ πρὸ τῆς τῶν πραγμάτων ἀποδείξεως, ἐπίστευσεν ἂν, ὅτι Λόγος Θεοῦ διὰ Παρθένου τεχθεὶς, τὴν ἡμετέραν ἀναλήψεται σάρκα, καὶ τὴν πᾶσαν θεότητα ἐν αὐτῇ σωματικῶς ἐπιδείξεται;» καὶ ὥσπερ ἐντελῆ τὴν διάνοιαν ἀποδοὺς ἐπάγει· «Οὐκοῦν τοῦτ' ἔστι τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Καὶ ταῦτα δὴ ἔγραψεν, οὐ δυνηθεὶς τοὺς τῆς διανοίας ὀφθαλμοὺς εἰς ὕψος ἆραι, καὶ τῷ προφήτῃ παραπλησίως εἰπεῖν, Ὅτε ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας· οὐδὲ μνημονεύσας τοῦ προφητικοῦ λόγου, δι' οὗ εἴρηται, Τὰ δὲ
called the apostles and their teachings "ways," yet paid no heed to the prophets of God, who have written countless things concerning the ways of God? For first, Moses in writing thus used to say: "You shall walk by the royal way"; and, "Behold, I have set before your face the way of life, and the way of death"; and David likewise, "The Lord knows the way of the righteous, and the way of the ungodly shall perish"; and Jeremiah, "Stand in the ways, and ask for the eternal paths of the Lord, and see which is the good way, and walk in it"; and you will find each of the prophets as well making mention in various manners of the ways of God. If, therefore, our Saviour and Lord Jesus Christ of God teaches that He Himself is the beginning of the ways of God, saying, "The Lord created Me as the beginning of His ways for His works," He would certainly be older than Moses and the prophets and those still earlier who have lived according to the ways of God; whereas the flesh which He assumed was not prior in origin to all those men. Not rightly, therefore, has the oracle been taken as referring to the flesh. It was not on account of the flesh, then, that the Saviour said these things, but on account of His pre-existing and leading the way in all the ways of God in which all the God-beloved men of old have walked. And since the divine Apostle, in saying, "O the depth of the riches and wisdom and knowledge of God, how unsearchable are His judgements and untraceable His ways," suggests certain other ways, those of His providence over the universe, through which by an ineffable judgement and by ungraspable principles He steers the universe by divine power, it follows to say that He Who declared, "The Lord created Me as the beginning of His ways for His works," is the beginning of these ways also; whereas he who did not understand the ways of God pronounced the flesh of the Saviour to be the beginning of these. And he also interprets the clause, "for His works," alleging: "'Therefore He created Me,' he says, 'as the beginning of His ways for His works.' And what works does he mean? Those of which the Saviour says, 'My Father is working until now, and I am working'; and again, 'I finished the work,' He says, 'which Thou hast given Me.'" Then, as though making clear the meaning of what has been said, he adds: "For who, prior to the demonstration of the events, would have believed that the Word of God, born through a Virgin, would assume our flesh, and in it bodily display the whole Godhead?" and as though having rendered the meaning complete, he subjoins: "Therefore this is the meaning of, 'The Lord created Me as the beginning of His ways for His works.'" And these things indeed he wrote, being unable to lift the eyes of his understanding on high and say in like manner with the prophet, "When I shall behold the heavens, the works of Thy fingers, moon and stars, which Thou hast founded"; nor remembering the prophetic word through which it is said, "But the