ἀοράτου, τὴν αὐτὴν οὖσαν τῷ μονογενεῖ καὶ ἀγαπητῷ Υἱῷ αὐτοῦ, κἂν λέγῃ δὲ ὁ Ἀπόστολος, θεολογῶν τὸν Πατέρα· Ὁ μακάριος καὶ μόνος δυνάστης, καὶ πάλιν· Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσετον, καὶ αὖθις· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ, καὶ πάλιν· Μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. Κἂν τούτων ἔτι πλείονα λέγοιτο εἰς δοξολογίαν τοῦ ἑνὸς καὶ ἐπὶ πάντων Θεοῦ καὶ τούτων ἁπάντων χρὴ νοεῖν εἰκόνα εἶναι τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ οὐχ ὡς ἀψύχῳ ὕλῃ, ἀλλ' ὡς ἐν Υἱῷ ζῶντι μεμορφωμένην· κἂν αὐτὸς ὁ Σωτὴρ μόνον ἀληθινὸν Θεὸν διδάσκῃ εἶναι τὸν Πατέρα λέγων, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, ἀλλ' οὐκ ἀποκνητέον καὶ αὐτὸν Θεὸν ἀληθινὸν ὁμολογεῖν, ὡς ἐν εἰκόνι, καὶ τοῦτο κεκτημένον· ἵνα ἡ τοῦ μόνου προσθήκη μόνῳ τῷ Πατρὶ, ὡς ἂν ἀρχετύπῳ τῆς εἰκόνος, ἁρμόζῃ. Σαφέστατα γοῦν εἰκόνα καὶ ἀπαύγασμα τοῦ Πατρὸς ἐν μορφῇ τε τοῦ Θεοῦ εἶναι αὐτὸν ὁ θεσπέσιος ἐδίδαξε Παῦλος, ὡς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται· ὥσπερ οὖν ἑνὸς ὑφεστῶτος Πατρὸς, καὶ ἑνὸς Υἱοῦ φύντος ἐκ τοῦ Πατρὸς οὐκ ἄν τις εὐφρονῶν εἴποι δύο πατέρας ὑπάρχειν, οὐδὲ υἱοὺς δύο. Καὶ ὥσπερ βασιλέως κρατοῦντος ἑνὸς, εἰκόνος δὲ αὐτοῦ πανταχοῦ γῆς προφερομένης, οὐκ ἄν τις σωφρονῶν δύο εἴποι τοὺς κρατοῦντας, ἀλλ' ἕνα τὸν καὶ διὰ τῆς εἰκόνος τιμώμενον· κατὰ τὸν αὐτὸν τρόπον, ὡς καὶ πολλάκις ἡμῖν εἴρηται, καὶ ἡ Ἐκκλησία τοῦ Θεοῦ ἕνα παραλαβοῦσα Θεὸν σέβειν τὸν αὐτὸν, καὶ διὰ τοῦ Υἱοῦ, ὡς διὰ [τοῦ] εἰκόνος μένει προσκυνοῦσα. Ἃ δὴ καὶ μὴ συνεὶς Μάρκελλος, τὴν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου τὴν σάρκα εἶναι τοῦ Σωτῆρος ἀπεφήνατο, ἣν ὁ Ἀπόστολος μορφὴν [τοῦ] δούλου κέκληκεν· οὐ λογισάμενος, ὅτι καὶ πάντες ἄνθρωποι, κατὰ τὴν σάρκα, τοῦ Σωτῆρος τυγχάνουσι μεμορφωμένοι. Καὶ τὸ μὲν σῶμα ὃ ἀνείληφεν ὁ Σωτὴρ, τῆς ἀγεννήτου καὶ ἀῤῥήτου καὶ πατρικῆς θεότητος εἰκόνα εἶναι διϊσχυρίζεται· τὸν δὲ Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, δι' οὗ τὰ πάντα συνέστη (Παντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν), ἀρνεῖται εἶναι εἰκόνα τοῦ Θεοῦ αὐταῖς συλλαβαῖς λέγων, « Οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως, ὁ Λόγος καθ' ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου Θεοῦ. » Ὁρᾷς ὅσῃ διαστροφῇ κέχρηται τῆς ἀποστολικῆς ἑρμηνείας. Οὕτω δὲ τοῦ εὐαγγελιστοῦ Ἰωάννου, τὸ παρὰ Μωσεῖ καὶ τοῖς λοιποῖς προφήταις κεκρυμμένως ἐγνωσμένον μυστήριον, εὐαγγελιζομένου καὶ ἀνακαλύπτοντος, μεγάλῃ τε κηρύττοντος βοῇ τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι' αὐτοῦ ἐγένετο [καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν], καὶ μαρτυρομένου, ὅτι ἦν τὸ φῶς φωτίζον πάντά ἄνθρωπον ἐρχόμε-
invisible, which is identical with His only-begotten and beloved Son; and even if the Apostle say, in proclaiming the Father as God: The blessed and only Sovereign, and again: Who alone has immortality, dwelling in unapproachable light, and once more: Now to the King of the ages, incorruptible, invisible, only God, and again: To the only wise God through Jesus Christ be the glory unto the ages, amen. Even if yet more things than these should be spoken unto the doxology of the One God Who is over all, of all these attributes too one ought to understand that the only-begotten Son of God is the image, fashioned not as in lifeless matter, but as in a living Son; and even if the Saviour Himself teach that the Father is the only true God, saying, That they may know Thee, the only true God, yet we must not shrink from confessing Him also to be true God, possessing this too as in an image; so that the addition of the word only may fit the Father alone, as archetype of the image. Most clearly at any rate did the divinely inspired Paul teach that He is image and effulgence of the Father and in the form of God, as has been demonstrated through what went before; just as, therefore, when there subsists one Father, and one Son has sprung from the Father, no one of sound mind would say that there exist two fathers, nor two sons. And just as when one king rules, and his image is brought forward everywhere on earth, no one in his right mind would say that those who rule are two, but one who is honoured through the image also; in the same manner, as has also often been said by us, the Church of God too, having received the tradition to revere one God, abides worshipping the Same through the Son also, as through [the] image. Which very things Marcellus, failing to understand, pronounced the image of the invisible God to be the flesh of the Saviour, which the Apostle has called the form of [the] servant; not reckoning that all men also, according to the flesh, happen to be fashioned like the Saviour. And the body on the one hand which the Saviour has taken up, he stoutly maintains to be the image of the unbegotten and ineffable and paternal deity; while the only-begotten Son of God on the other hand, through Whom all things were established (For all things came into being through Him, and without Him came into being not even one thing), he denies to be image of God, saying in these very syllables, « Therefore it is manifest that before the assumption of our body, the Word by Himself was not image of the invisible God. » You see what great perversion of the apostolic interpretation he has employed. And thus, when John the evangelist proclaims as good tidings and unveils the mystery hiddenly known in Moses and the remaining prophets, and heralds with a loud cry the saying: In the beginning was the Word, and the Word was with God, and the Word was God; all things came into being through Him [and without Him came into being not even one thing], and bears witness that He was the light enlightening every man com-