Migne Reading Room

PG 24 · cols. 948–957 · Read from the page

On Ecclesiastical theology

On Ecclesiastical theology

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:948Read from the page
« οὖν ὁ ιερὸς προφήτης Ἰερεμίας οῦ φανερῶς αὐτὸν ἑτεροδιδασκαλοῦντα ἐλέγξει; Τὰ γὰρ κατὰ τὸν Σωτῆρα ἡμῶν προφητεύων, οὕτως ἔφη· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. » Καὶ πάλιν προστίθησι λέγων· « Ἀλλ' ἔοικεν ἐν τῷ Λόγῳ ὁ Πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ, καὶ τοῖς τὰ αὐτὰ ἐκείνῳ φρονοῦσι. Δοκεῖ γὰρ τοῦτο τῷ θεσπεσίῳ προφήτῃ Ἠσαΐᾳ, τῷ δι' ἁγίου λέγοντι Πνεύματος, Καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ. Σὺ γὰρ εἶ ὁ Θεός. » Ὁρᾷς ὅπως πρόῤῥιζον ἀνατρέπει τὴν τῶν ἑτεροδιδασκαλούντων ἔντεχνον κακουργίαν; Καὶ αὖθις ἐπιλέγει· « Εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἕνα ἡμῖν Θεὸν βεβαιούσης· Ἐγὼ Θεὸς, φησὶ, πρῶτος· καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν· αι γὰρ δύο ῥήσεις ἓν ἡμῖν πρόσωπον σημαίνουσιν. Ἐγὼ γὰρ εἰπὼν, ἐπάγει καὶ τὸ, εἰμὶ, ὥστε διὰ τῶν δύο τοῦ λόγου μερῶν, ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος μαρτυρεῖσθαι μονάδα. Εἰ δὲ δέοιτο καὶ ἑτέρας μαρτυρίας, αὖθις τὸν αὐτὸν αὐτῷ παρέξομαι προφήτην λέγοντα, Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Εἰ ὑποστάσει διῃρημένον τὸν Υἱὸν τοῦ Πατρὸς ὡς υἱὸν ἀνθρώπου Ἀστέριος εἶναι οἴεται, ἀπὸ τῆς ἀνθρωπίνης σαρκὸς, ἣν δι' ἡμᾶς ἀνέλαβε, σκανδαλιζόμενος, δεικνύτω ἡμῖν τὸν ταῦτα λέγοντα· ἑνὸς γάρ ἐστι, κἀνταῦθα, προσώπου ἡ λεγομένη ῥῆσις. Τίς οὖν ἐστιν ὁ λέγων, Οὐκ ἔστι πλὴν ἐμοῦ Θεός; Ἀκουέτω δὲ καὶ ἑτέρας προφητείας λεγούσης, Οὐκ ἔστι πλὴν ἐμοῦ δίκαιος καὶ Σωτήρ. Εἰ δύο θεοὺς εἶναι νομίζοι, ἀνάγκη αὐτὸν τὸν ἕτερον μὴ δίκαιον ὁμολογεῖν εἶναι μηδὲ Σωτῆρα. Εἰ δὲ οὐ δίκαιος, οὐδὲ Σωτὴρ, πῶς ἔτι Θεὸς εἶναι δύναται; ἕνα γὰρ ἀποφαίνεται δίκαιον καὶ Σωτῆρα εἶναι. Καὶ αὖθις, Ἔμπροσθέν μου, φησὶν, οὐκ ἐγένετο ἄλλος, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ Θεὸς, καὶ οὐκ ἔσται παρὲξ ἐμοῦ σώζων. Εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος αὐτῷ διακειμένους λεχθέντος, ἀκουέτω αὐτοῦ Ἠσαΐου λέγοντος, Μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα, ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ. Οὐκ εἶπεν, ἐγὼ Θεὸς, ἵνα καὶ διὰ τῆς τοῦ ἄρθρου προσθήκης, ἕνα Θεὸν ὄντα σαφῶς ἐπιδείξῃ.
then will the sacred prophet Jeremiah not manifestly convict him of teaching strange doctrine? For prophesying the things concerning our Saviour, he spoke thus: This is our God; no other shall be reckoned alongside Him. He found out every way of knowledge, and gave it to Jacob His servant, and to Israel Who was beloved by Him. Afterward He was seen upon the earth, and conversed among men." And again he adds, saying: "Yet it seems that the Father is in the Word, even if it does not seem so to Asterius, and to those who think the same things as he. For this seems so to the divinely inspired prophet Isaiah, who says through the Holy Spirit, And they shall worship Thee, and in Thee shall they pray, because God is in Thee, and there is none other besides Thee. For Thou art God." Do you see how he overturns root and branch the artful malice of those who teach strange doctrine? And again he adds: "And if you also wish to hear yet another prophecy of the same prophet confirming to us one God: I am God, says He, the first; and unto the things to come I am. For the word I is indicative of one person; for the two expressions signify to us one person. For having said I, He adds also am, so that through the two parts of speech, pronoun and verb, the Monad of the deity is borne witness to. And if he should stand in need of yet another testimony, I shall again furnish him with the selfsame prophet saying, I am the first, and I am hereafter, and besides Me there is no God. If Asterius supposes the Son to be divided in hypostasis from the Father like a son of man, taking offence from the human flesh which He took up for our sake, let him show us Who it is that speaks these things; for here too the utterance spoken belongs to one person. Who then is He Who says, There is no God besides Me? And let him hear also another prophecy which says, There is none righteous and a Saviour besides Me. If he should suppose that there are two gods, it is necessary for him to confess that the other is neither righteous nor a Saviour. And if He is neither righteous nor a Saviour, how can He still be God? For He declares that One is righteous and a Saviour. And again, Before Me, says He, there came into being no other, and after Me there shall not be. I am God, and there shall be none Who saves apart from Me. And if he wishes to hear yet another prophetic saying, spoken perhaps with reference to him and those similarly disposed with him concerning deity, let him hear Isaiah himself saying, Repent, you who go astray, turn back in heart, and remember the former things from of old, that I am God, and there is none besides Me. He did not say, I am a God, in order that through the addition of the article also He might clearly show that God is One.
Notes, col. 948

On the reading

Printed ιερὸς, for ἱερὸς.

Printed οῦ, for οὐ.

Printed αι, for αἱ.

PG 24:949Read from the page
« Τί δὲ καὶ Ὡσηὲ ὁ προφήτης; οὐ καὶ αὐτὸς τὰ αὐτὰ μαρτυρεῖ; Ἐγὼ ἀνήγαγόν σε ἐξ Αιγύπτου, λέγων, καὶ Θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστι παρὲξ ἐμοῦ. Αὖθίς τε ὁ Μαλαχίας, Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς, φησίν· Οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; Ἀλλὰ τὸν Δαβίδ φησί που Ἀστέριος, μηδὲν εἰρηκέναι περὶ τούτου, καίτοι πρεσβύτατον παρὰ Μωσέα τῶν ἄλλων προφητῶν ὄντα, καὶ διὰ τοῦτο ἀμφιγνοεῖν, εἴτε δύο θεοὺς ὑποστάσει διηρημένους νομίζειν εἶναι προσήκει, εἴτε καὶ μή. Οὐκοῦν ἵνα μὴ τοῦτο λέγῃ, ἀκόλουθον ἡγοῦμαι καὶ αὐτὸν ἐπιδεῖξαι αὐτῷ τὰ αὐτὰ τοῖς προειρημένοις ἁγίοις λέγοντα· Ἄκουσον, φησὶ, λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ἐὰν ἀκούσῃς μου, οὐκ ἔστιν ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου. Ὁ αὐτὸν ἐπιδεικνὺς καὶ λέγων, ἐγώ εἰμι, οὐ δῆλός ἐστιν ἕνα Θεὸν μόνον εἶναι λέγων, τοῦτ' ἔστιν ἑαυτόν; »
« What moreover of Hosea the prophet also? Does not he too bear witness to the very same things? I brought you up out of Egypt, saying, and you shall know no God beside Me, and there is none saving apart from Me. And again Malachi: Did not one God create you, he says; is there not one Father of you all? Yet Asterius says somewhere that David spoke nothing concerning this, although he was the eldest after Moses of the other prophets, and that on this account he was in doubt whether it befits one to suppose that there are two gods divided in hypostasis, or even not. Therefore, so that he may not say this, I deem it consequent to point out to him David himself also saying the very same things as the aforesaid holy men: Hear, He says, My people, and I will speak to you, Israel, and I will testify against you: if you hear Me, there shall be no recent God in you, nor shall you worship a foreign God. For I am the Lord your God. He Who displays Himself and says, I am, is He not manifest as saying that there is one God alone, that is, Himself? »
ΚΕΦ. Κʹ.
Chapter XX.
Διὰ τί Μωσῆς καὶ οἱ προφῆται οὐ γυμνῶς παρέδωκαν Ἰουδαίοις τὴν περὶ τοῦ Υἱοῦ θεολογίαν.
Why Moses and the prophets did not nakedly hand down to the Jews the theology concerning the Son.
Ταῦτα πάντα Μάρκελλος καὶ ἔτι τούτων πλείονα ἐπὶ ἀρνήσει τοῦ Υἱοῦ τοῦ Θεοῦ συνεφόρει, δι' ἀνεπιστημοσύνην· οὐ λογισάμενος, ὅτι πρὸς τὴν σκληροκαρδίαν τοῦ Ἰουδαίων λαοῦ ἡ τοιαύτη αὐτοῖς παρείχετο διδασκαλία. Οὐδὲ γὰρ οἷόν τε ἦν τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τῶν προφητῶν τοῦ Θεοῦ ἀνθρώποις ἀτελέσι τὰς φρένας ἐντελῆ παραδοῦναι τὸν τῆς θεοσεβείας λόγον. Οὕτω γοῦν αὐτοῖς καὶ θυσίας ἐπιτελεῖν ἐνομοθέτει, καὶ σώματος περιτομὴν, καὶ Σαββάτου φυλακὴν, καὶ τοιωνδὶ βρωμάτων ἀποχὴν καὶ καθάρσια σωμάτων, σωματικάς τε εὐλογίας, ναὶ μὴν καὶ γῆς ῥεούσης γάλα καὶ μέλι, ἀλλ' οὐ βασιλείας οὐρανῶν ἐπαγγελίας. Ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐρωτηθεὶς, πῶς Μωσέως προστάξαντος διδόναι βιβλίον ἀποστασίου καὶ ἀπολύειν τὴν ἑαυτοῦ γυναῖκα τὸν βουλόμενον αὐτὸς τἀναντία διατάττοι, τὸν λόγον ἀπέδωκε καθολικὸν φήσας, Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν· ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτω. Ταὐτὸν οὖν εἶπεν ἂν, καὶ εἴ τις ἤρετο, τί δή ποτε Θεὸν ἕνα σέβειν παρακελευόμενοι Μωσῆς καὶ οἱ μετ' αὐτὸν προφῆται οὐκ ἐδίδασκον αὐτοὺς τὴν περὶ τοῦ Υἱοῦ γνῶσιν; οὐ γὰρ οἷοί τε ἦσαν οἱ συνεχῶς ἀπαγόμενοι τῇ πολυθέῳ πλάνῃ τὴν εὐαγγελικὴν παραδέχεσθαι χάριν. Διὸ πρὸς τὴν σκληροκαρδίαν αὐτῶν τὴν περὶ ἑνὸς Θεοῦ διδασκαλίαν ἐποιοῦντο, τέως παιδαγωγοῦντες αὐτοὺς διὰ τοῦ ἀποτρέπειν μὲν τοῦ πολλοὺς εἶναι νομίζειν Θεοὺς, ἐνάγειν δὲ ἐπὶ τὴν εισαγωγὴν τοῦ ἑνός. Οὕτω δὲ Μωσῆς ἀτελῆ τὴν διδασκαλίαν τοῖς κατ' αὐτὸν παρεδίδου διὰ τὸ ἀτελὲς αὐτῶν τῆς φρονήσεως, ὡς μηδεμίαν αὐτὸν μνήμην ποιήσασθαι ἀγγέλων κτί-
All these things and yet more than these Marcellus heaped together towards the denial of the Son of God, through want of knowledge; not reckoning that it was in view of the hardness of heart of the people of the Jews that such teaching was supplied to them. For neither was it possible that the Holy Spirit, through the prophets of God, should hand down to men imperfect in mind the perfect account of godliness. Thus at any rate He legislated for them both to perform sacrifices, and circumcision of body, and observance of the Sabbath, and abstinence from certain foods and bodily purifications, and bodily blessings, yes indeed and promises of a land flowing with milk and honey, yet not of the kingdom of the heavens. And our Saviour and Lord, on being asked how, whereas Moses commanded anyone who wished to give a bill of divorce and put away his own wife, He Himself enjoined the contrary, rendered the universal reason, saying, Moses in view of your hardness of heart wrote; but from the beginning it has not been so. The very same thing, then, He would have said even if someone had asked why ever Moses and the prophets after him, when exhorting them to revere one God, did not teach them the knowledge concerning the Son; for those continually carried away by polytheistic error were not able to receive the evangelical grace. Wherefore in view of their hardness of heart they framed their teaching concerning one God, for the time being tutoring them through turning them away on the one hand from supposing that there are many Gods, and leading them on the other hand unto the introduction of the One. And thus Moses handed down his teaching imperfect to those of his time because of the imperfection of their understanding, so that he made no mention at all of angels' cre-
Notes, col. 949

On the reading

Printed Αιγύπτου, for Αἰγύπτου.

Printed εισαγωγὴν, for εἰσαγωγὴν.

PG 24:952Read from the page
σεως, ἐν τῷ τῆς κοσμοποιίας λόγῳ, καίτοι τῶν μετὰ ταῦτα προφητῶν οὐ μόνον ἀγγέλων μνημονευσάντων, ἀλλὰ καὶ θείων δυνάμεων, καὶ πνευμάτων ἁγίων, τῶν τε ὑπερουρανίων Θεοῦ λειτουργῶν· περὶ ὧν ὁ Δανιὴλ διδάσκων ἔλεγε, Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Ἀλλὰ γὰρ τούτων ἁπάντων σιωπῇ παρέδωκε τοὺς λόγους Μωσῆς, καίπερ οὐκ ὢν αὐτῶν ἐν ἀγνοίᾳ· πάντων δὲ τὴν ἀκριβῆ γνῶσιν προειληφὼς τῷ θείῳ Πνεύματι. Πλὴν οὐδαμῶς αὐτῶν ἐν τῇ κοσμοποιίᾳ ὡς πρὸς τοῦ Θεοῦ γενομένων ἐποιήσατο μνήμην. Καὶ τούτου τὴν αἰτίαν οὐδ' ἑτέραν εἴποι ἄν τις, ἢ τὴν σκληροκαρδίαν τοῦ λαοῦ γεγενῆσθαι. ὥσπερ οὖν αὐτὸς ἐδίδαξεν ὁ Σωτήρ. Καὶ ἄλλα δὲ μυρία εἶναι ἐν τῇ τοῦ παντὸς συστάσει μάθοις ἂν ἐκ τῶν τῆς Καινῆς Διαθήκης ἀναγνωσμάτων, οὐδ' ὅλως ἐν τῇ Μωσέως φερόμενα Γραφῇ· οὐκ οὖν ἐμνημόνευσεν ἀρχῶν, οὐδ' ἐξουσιῶν, οὐδὲ κοσμοκρατόρων, οὐδὲ πνευματικῶν τῆς πονηρίας, πρὸς ἃ τὴν πάλην ἡμῖν συνεστάναι φησὶν ὁ θεῖος Ἀπόστολος. Τί οὖν, ἐπεὶ μήτε παρὰ Μωσεῖ, μήτε παρὰ τοῖς λοιποῖς προφήταις σαφῶς ἐστιν εὑρεῖν τοὺς περὶ τούτων λόγους, ἀπιστητέον τῷ Ἀποστόλῳ; ἢ ἐπειδὰν τοῦ τῶν κρειττόνων τάγματος ὁ αὐτὸς πάλιν μνημονεύῃ λέγων τὸν Χριστὸν ἐν δεξιᾷ τοῦ Θεοῦ καθέζεσθαι, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ αὖθις, ἐπειδὰν ὀνομάζῃ θρόνους, καὶ κυριότητας, καὶ ἀρχὰς, καὶ ἐξουσίας, λέγων· Ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, ἆρ' οὐ προσήκει ταῦτα παραδέχεσθαι διὰ τὸ μήτε Μωσέα, μήτε τοὺς λοιποὺς προφήτας, περὶ τούτων προειληφέναι; ἢ ταὐτὸν καὶ περὶ τούτων ἐροῦμεν, ὡς οὐχ οἷοί τε ἦσαν τοὺς περὶ τούτων πιστεύεσθαι λόγους οἱ σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, « οἷς οὐδὲ περὶ τῆς ἄνω Ἱερουσαλὴμ » ἀνεκάλυπτον οἱ τοῦ Θεοῦ προφῆται, ὥσπερ οὖν τῇ Ἐκκλησίᾳ Χριστοῦ διασαφῶν καὶ τοὺς περὶ ταύτης λόγους ὁ Παῦλος ἐβόα, λέγων, Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Λεγέτω πρὸς ταῦτα Μάρκελλος, εἰ οἷός τε ἐστὶν ἐκ τῶν παλαιῶν γραμμάτων τὴν τούτων προφέρειν διδασκαλίαν. Εἰ δὲ μὴ εὑρίσκοι, τὴν αἰτίαν ἀποδιδότω, δι' ἣν σεσιώπητο τοῖς τοῦ Θεοῦ προφήταις ταῦτά τε πάντα καὶ ἄλλα τούτοις ἀδελφὰ μυρία, περὶ ὧν ὁ αὐτὸς Ἀπόστολος, ὑπὲρ ἡμῶν ἐδεῖτο τοῦ Θεοῦ, ἵνα ἐξισχύσωμεν καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆ-
ation, in the account of the making of the world, although the prophets after these things made mention not only of angels, but also of divine powers, and of holy spirits, and of the supercelestial ministers of God; concerning whom Daniel in teaching said, A thousand thousands ministered to Him, and ten thousand ten thousands stood before Him. Yet indeed Moses passed over the accounts of all these in silence, though he was not in ignorance of them, having received beforehand the exact knowledge of all things by the divine Spirit. Nevertheless in the making of the world he made no mention at all of them as having come into being from God. And one could say that no other cause than the hardness of heart of the people was the reason for this, even as the Saviour Himself accordingly taught. And you might learn from the readings of the New Testament that countless other things also exist in the constitution of the universe, which are not transmitted at all in the Scripture of Moses: he made no mention, then, of principalities, nor of authorities, nor of world-rulers, nor of spiritual hosts of wickedness, against which the divine Apostle says our wrestling is established. What then, since neither in Moses nor in the remaining prophets is it possible to find clearly the accounts concerning these, must one distrust the Apostle? Or whenever the same man again makes mention of the order of the superior powers, saying that Christ sits at the right hand of God, far above every principality, and authority, and power, and lordship, and every name that is named, not only in this age, but also in that which is to come; and again, whenever he names thrones, and lordships, and principalities, and authorities, saying: For in Him were created all things, those in the heavens and those upon the earth, the visible and the invisible, whether thrones, or lordships, or principalities, or authorities, does it not befit us to accept these things because neither Moses nor the remaining prophets spoke beforehand concerning them? Or shall we say the very same thing concerning these also, that the stiff-necked and uncircumcised in heart and ears were not able to be entrusted with the accounts concerning these, « to whom not even concerning the Jerusalem above » did the prophets of God make revelation, even as Paul accordingly, making plain to the Church of Christ the accounts concerning her also, cried aloud, saying, But the Jerusalem above is free, which is our mother; and, You have come unto Mount Sion, and unto the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal gathering, and to the Church of the firstborn enrolled in the heavens. Let Marcellus say in reply to these things whether he is able to bring forward the teaching of these matters out of the ancient writings. And if he should not find it, let him render the reason for which both all these things and countless others akin to them had been kept in silence by the prophets of God, concerning which the same Apostle besought God on our behalf, that we might have strength to apprehend with all the saints what is the breadth and len-
PG 24:953Read from the page
κος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Θεοῦ. Καὶ αὐτὸς δὲ Σωτὴρ ἡμῶν πλεῖστα ὅσα μυστήρια περὶ τῆς βασιλείας τῶν οὐρανῶν, περί τε τῆς συντελείας τοῦ παντὸς, περί τε τῶν ἐπαγγελιῶν, ποτὲ μὲν διὰ παραβολῶν, ποτὲ δὲ καὶ ἐν ἀποῤῥήτοις ἐξέφαινε τοῖς αὐτοῦ μαθηταῖς, πρὸς οὓς ἔλεγεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τοῦ Θεοῦ, ὧν οὐκ ἂν εὕροι τις τὰ ἴσα παρὰ Μωσεῖ, ἢ παρὰ τοῖς λοιποῖς προφήταις. Τί οὖν; ἐπεὶ μὴ τῷ Ἰουδαίων λαῷ παρεδόθη ταῦτα, εἰς ἐπιτήδειον καιρὸν φυλαττόμενα τῇ Ἐκκλησίᾳ Χριστοῦ, παρὰ τοῦτο χρῆν ὑμᾶς τὴν δωρηθεῖσαν ἡμῖν χάριν ἀθετεῖν; ἢ μειζόνως εὐχαριστεῖν τῷ τῆς τοσαύτης ἡμᾶς καταξιώσαντι γνώσεως; Κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ τὰς περὶ τοῦ Υἱοῦ διδασκαλίας, ἐκ τῆς αὐτοῦ Καινῆς Διαθήκης προσήκοι ἂν ἀπολαμβάνειν, οὐδὲν ξενιζόμενους, εἰ μὴ τῷ σκληροκαρδίῳ λαῷ τὴν περὶ αὐτοῦ γνῶσιν ἀνεκάλυπτον οἱ τοῦ Θεοῦ ἄνθρωποι, εἰς καιρὸν εὔκαιρον, τὸν περὶ αὐτοῦ ταμιευόμενοι λόγον. Οὐ γὰρ ἐδόκει ἐπιτήδειον εἶναι τὸ, τηνικαῦτα ὑποσυρομένοις ἀνδράσι ἐπὶ τὴν πολύθεον πλάνην παραδιδόναι τὸ περὶ Πατρὸς καὶ Υἱοῦ μυστήριον, οἷς οὐδὲ τοὺς περὶ τῶν ὑποβεβηκότων δυνάμεων ἐξεκάλυπτον λόγους· ὡς ἂν μὴ προφάσει ταύτῃ ἐπὶ τὴν Ἑλληνικὴν καταπέσοιεν πολυθεΐαν, οἱ πατέρα ἀνδρῶν τε θεῶν τε τὸν παρ' αὐτοῖς ἀνεπλάσαντο Θεόν. Διόπερ τῆς τοιαύτης αὐτοὺς ἀναστέλλων πλάνης ὁ λόγος τὸν ἕνα Θεὸν ἐκήρυττεν, οὐ μὴν πατέρα εἶναι τὸν αὐτὸν ἠρνεῖτο· καὶ τὸν ἀληθῆ δὲ σέβειν ἐδίδασκε, καὶ πλὴν αὐτοῦ μηδένα εἰδέναι παρήνει, οὐ μὴν ἠρνεῖτο εἶναι αὐτὸν Πατέρα. Εἰ δὲ καὶ Κύριον, καὶ Θεὸν αὐτὸν, καὶ δίκαιον, καὶ Σωτῆρα ἀπεκάλει, ἀλλ' οὐκ ἀπέκλειε τοῦ καὶ Πατέρα εἶναι αὐτὸν ἡγεῖσθαι τοῦ μονογενοῦς αὐτοῦ καὶ ἀγαπητοῦ Υἱοῦ. Εἴτ' οὖν ὁ Πατὴρ λέγων εἴθ' ὁ Υἱὸς τὸ Ἐγώ εἰμι ὁ ὢν, ἀληθεύοι ἂν ἑκατέρως ὁ λόγος. Ὅ τε γὰρ Πατὴρ ὁ ὢν εἴη ἂν, μόνος αὐτὸς ὢν ἐπὶ πάντων, καὶ διὰ πάντων καὶ ἐν πᾶσι Θεὸς, ὡς ὁ θεῖος ἐδίδαξε Ἀπόστολος, ὅ τε Υἱὸς, καὶ αὐτὸς χρηματίζων ὁ ὢν, ἀληθεύοι ἄν· μόνος ὢν Υἱὸς, μονογενὴς τοῦ ὄντος, ἀλλὰ καὶ εἰκὼν τοῦ ἀοράτου Θεοῦ ὑπάρχων. Καὶ τοῦτο εἴη ἂν αὐτοῦ εἰκὼν, καθ' ὃ μόνος ἦν αὐτὸς ὁ ὤν. Διὸ καὶ αὐτὸς χρηματίζοι ἂν ὁ ὢν, ἐπεὶ καὶ Θεὸς καὶ Κύριος ὁμοίως τῷ Πατρὶ καὶ αὐτὸς διὰ πάσης ἀνηγόρευται τῆς θεοπνεύστου Γραφῆς.
gth and depth and height, and to know the love of God that surpasses knowledge. And our Saviour Himself also disclosed very many mysteries concerning the kingdom of the heavens, and concerning the consummation of the universe, and concerning the promises, at times through parables, and at times also in secret teachings, to His disciples, to whom He said, To you it has been given to know the mysteries of God, the equals of which one would not find in Moses, or in the remaining prophets. What then? Since these things were not handed down to the people of the Jews, being kept for a fitting season for the Church of Christ, ought you on that account to reject the grace bestowed upon us? Or rather give greater thanks to Him Who counted us worthy of so great a knowledge? In the same manner, therefore, it would befit us to receive the teachings concerning the Son also out of His New Testament, being in no way surprised if the men of God did not reveal the knowledge concerning Him to the hard-hearted people, reserving the account concerning Him for an opportune season. For it did not seem fitting at that time to hand down the mystery concerning Father and Son to men who were being dragged away unto polytheistic error, to whom they did not even uncover the accounts concerning the subordinate powers; lest on this pretext they should fall down into Greek polytheism, who fashioned the God among themselves as father of both men and gods. Wherefore, holding them back from such error, the word proclaimed the one God, yet certainly did not deny that the Same is Father; and it taught them to revere the true One, and exhorted them to know none beside Him, yet certainly did not deny that He is Father. And even if it called Him Lord, and God, and righteous, and Saviour, yet it did not exclude accounting Him to be Father also of His only-begotten and beloved Son. Whether, then, it was the Father or the Son saying the words, I am He Who is, in either way the statement would hold true. For both the Father would be He Who is, He Himself alone being God over all, and through all and in all, as the divine Apostle taught, and the Son, Himself also bearing the title He Who is, would speak truly: being the sole Son, only-begotten of Him Who is, and moreover existing as image of the invisible God. And in this respect He would be His image, inasmuch as He Himself alone was He Who is. Wherefore He Himself also would bear the title He Who is, since both God and Lord in like manner with the Father He Himself also has been proclaimed throughout the whole divinely inspired Scripture.
ΚΕΦ. ΚΑʹ.
Chapter XXI.
Ὅτι ὁ Υἱὸς ἦν τοῦ Θεοῦ, ὁ Μωσεῖ καὶ τῷ Ἀβραὰμ χρηματίσας.
That it was the Son of God Who spoke divinely to Moses and to Abraham.
Τοῦτο δέ ἐστι καὶ ἐκ τοῦ πρὸς τὸν Μωσέα χρηματισμοῦ γνῶναι· λέγει δ' οὖν ἡ Γραφή· Ἐλάλησε δὲ ὁ Θεὸς πρὸς Μωσῆν, καὶ εἶπε πρὸς αὐτόν·
And this may be known also from the divine utterance made to Moses; accordingly the Scripture says: And God spoke to Moses, and said to him:
Notes, col. 953

On the reading

Printed ξενιζόμενους, for ξενιζομένους.

Printed οἱ, for οἳ.

PG 24:956Read from the page
Ἐγὼ Κύριος, καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακὼβ, Θεὸς ὢν αὐτῶν. Ὁρᾷς ὅπως ὦφθαι ἑαυτὸν τοῖς πατράσιν ἔφη. Πότε δὲ ὤφθη, πάλιν ἡ Γραφὴ μαρτυρεῖ λέγουσα· Ὤφθη δὲ Κύριος ὁ Θεὸς τῷ Ἀβραὰμ, πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ πρὸς τῇ θύρᾳ. Πῶς δὲ ὤφθη ἄλλως ἢ ἐν σχήματι ἀνθρωπίνῳ; τίνα δὲ χρὴ πιστεύειν εἶναι τοῦτον, ἢ τὸν Υἱὸν τοῦ Θεοῦ, ὃ δὴ καὶ αὐτὸς ἐν Εὐαγγελίοις παρίστη λέγων πρὸς τοὺς Ἰουδαίους· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη. Ὅτι καὶ θαυμασάντων ἐπὶ τῷ λόγῳ, προσέθηκε τὸ, Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι, τὴν προῦπαρξιν ἑαυτοῦ παριστὰς λευκότατα. Τί δὴ οὖν συνίστησιν ὁ λόγος, ἢ αὐτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν χρηματίσαντα τῷ Μωσεῖ, καὶ εἰρηκότα, Ἐγώ εἰμι ὁ ὤν; αὐτὸς γὰρ τῷ Ἀβραὰμ ὦφθαι ἑαυτὸν ἐδίδαξεν. Ὅπως δὲ ἦν αὐτὸς ὁ ὢν εἴρηται. Καὶ ὁ μέγας δὲ ἀπόστολος Παῦλος οἶδε τὸν Υἱὸν τοῦ Θεοῦ μεσίτην γενόμενον τῆς διὰ Μωσέως νομοθεσίας, ἐν οἷς διδάσκει λέγων, Ὁ νόμος διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου· ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν. Οὐκοῦν ὁ χρηματίσας τῷ Μωσεῖ ὁ μεσίτης ἦν, ἐξ ἐκείνου μεσιτεύων τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν. Τοῦτον δὲ εἶναι Ἰησοῦν Χριστὸν ὁ αὐτὸς Ἀπόστολος παρέστησε φήσας, Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. Εἴτ' οὖν ἐξ αὐτοῦ προσῶπου λέγοιτο παρὰ Μωσεῖ, τὸ Ἐγώ εἰμι ὁ ὢν, εἴθ' ὁ Πατὴρ ἦν, ὁ δι' αὐτοῦ ταύτην προϊέμενος τὴν φωνὴν, ἑκατέρως ἀληθεύοι ἂν ὁ λόγος. Μὴ δὴ οὖν ἀπορείτω Μάρκελλος συλλογισμῷ χρώμενος, ὡς οἴεται, ἀφύκτῳ, δι' οὗ φησι, « Τίνα τοίνυν τὸν Ἐγώ εἰμι ὁ ὢν λέγοντα Ἀστέριος εἶναι οἴεται; τὸν Υἱὸν ἢ τὸν Πατέρα; εἶθ' ἑξῆς συνάγων, ὡς εἰ μὲν ὁ Πατὴρ εἴη ὁ ὢν, οὐκ ἔτ' ἔσται ὁ Υἱὸς Θεὸς, ὅτι κατ' ἀντιδιαστολὴν τοῦ μὴ ὄντος, ὁ ὢν ἑαυτὸν εἶναί φησιν. Εἰ δὲ τὸν Υἱὸν ὑποστάσει διηρημένον τοῦτο φάσκοι λέγειν τὸ Ἐγώ εἰμι ὁ ὢν, ταὐτὸν αὖθις περὶ τοῦ Πατρὸς λέγειν νομισθήσεται. » Ἑκάτερον δὲ τούτων ἀσεβές. Ταῦτα δὲ λέγων ὁ αὐτὸς, ἑκατέρῳ περιπέπτωκεν ἀτόπῳ· ἕνα μὲν ὁριζόμενος εἶναι τὸν ὄντα, θάτερον δὲ ἀρνούμενος. Καὶ τίνα τοῦτον αὐτὸς ἂν εἰδείη; Εἰ γὰρ τὸν Πατέρα δοὺς, τὸν Υἱὸν ἀρνήσεται· ἢ τὸν Υἱὸν μόνον παραδεξάμενος, ἀθετήσει τὸν Πατέρα· μᾶλλον δὲ οὔτε Πατέρα, οὔτε Υἱὸν εἰδὼς ἐλεγχθήσεται, ἕνα μόνον διδοὺς, τὸν δὲ ἕτερον ἐκποδὼν μεθιστάς· κἂν ἀκούῃ δὲ λέγοντος τοῦ Θεοῦ, Ἐγὼ Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αιγύπτου, ἐξ οἴκου δουλείας, οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Πάλιν κἀν-
I am the Lord, and I appeared unto Abraham and unto Isaac and unto Jacob, being their God. You see how He said that He Himself had appeared to the fathers. And when He appeared, again the Scripture bears witness, saying: And the Lord God appeared to Abraham, by the oak of Mamre, as he was sitting by the door. And how did He appear otherwise than in human form? And Whom ought one to believe this to be, other than the Son of God, Which very thing He Himself also presented in the Gospels, saying to the Jews: Abraham your father rejoiced that he might see My day, and he saw it and was glad. Because even when they marvelled at the word, He added the saying, Before Abraham came into being, I am, presenting His own pre-existence most luminously. What then indeed does the argument establish, other than that He Himself is the Son of God, Who spoke divinely to Moses and said, I am He Who is? For He Himself taught that He Himself had appeared to Abraham. And in what manner He Himself was He Who is has been stated. Moreover the great apostle Paul also knows that the Son of God became Mediator of the lawgiving through Moses, where he teaches, saying, The law ordained through angels in the hand of a mediator; now a mediator is not of one. Therefore He Who spoke divinely to Moses was the Mediator, from that time mediating for the salvation of men, before taking up the flesh. And that this One is Jesus Christ, the same Apostle presented, saying, One God, one Mediator also of God and men, the man Jesus Christ. Whether, then, from His own person there was spoken in Moses the saying, I am He Who is, or whether it was the Father putting forth this voice through Him, in either way the statement would hold true. Let not Marcellus, then, be at a loss, employing a syllogism, as he supposes, inescapable, through which he says, « Whom therefore does Asterius suppose Him Who says I am He Who is to be? the Son or the Father? then next inferring that if on the one hand the Father be He Who is, the Son will no longer be God, because by way of contradistinction from that which is not, He says that He Himself is He Who is. And if on the other hand he should allege that the Son, divided in hypostasis, speaks this saying, I am He Who is, he will be thought again to say the very same thing concerning the Father. » Now each of these is impious. Yet in saying these things the same man has fallen foul of either absurdity: defining one to be Him Who is, and denying the other. And Which would he himself know this One to be? For if granting the Father, he will deny the Son; or accepting the Son alone, he will reject the Father; rather indeed he will be convicted of knowing neither Father nor Son, granting one alone and setting the other out of the way; and even if he should hear God saying, I am the Lord your God, Who brought you out of the land of Egypt, out of the house of bondage, you shall have no other gods beside Me. Again, even
Notes, col. 956

On the reading

Printed προσῶπου, for προσώπου.

Printed Αιγύπτου, for Αἰγύπτου.

PG 24:957Read from the page
ταῦθα μὴ ταραττέσθω τὴν ψυχὴν, ἀλλὰ καὶ τῶν ἑξῆς συνημμένων ἀκουέτω· εἰπὼν γὰρ, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, ἐπήγαγεν· Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς, ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Κύριος ζηλωτής. Ὁρᾷς ὅπως διεστέλλετο, μὴ τῇ τῶν ἐθνῶν πολυθέῳ πλάνῃ συναπάγεσθαι, μόνον δὲ αὐτὴν εἰδέναι Θεὸν καὶ Κύριον. Τίς δ' οὖν οὗτος; Ὁ Υἱὸς τὴν εἰκόνα τοῦ Πατρὸς ἔχων ἐν ἑαυτῷ, ἐξ αὐθεντείας τε αὐτοῦ τοῖς ειδωλολατρείαν νοσοῦσι ταῦτα διαταττόμενος. Ὡς γὰρ πάντα δι' αὐτοῦ ἐγένετο, τοῦ Πατρὸς διὰ τοῦ Σωτῆρος τὴν τῶν γενητῶν ἁπάντων οὐσίαν ὑποστησαμένου, οὕτως αὐτὸς ἦν ὁ Πατὴρ την εἰς αὐτὸν γνῶσίν τε καὶ εὐσέβειαν διὰ μεσίτου τοῦ Υἱοῦ παραδιδοὺς ἀνθρώποις. Τοῦτο δὲ καὶ ὁ Ἀπόστολος αὐτοῖς ῥήμασι Γαλάταις γράφων ἐδίδασκε, δι' ὧν ἔφη· Ὁ νόμος διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου· ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν. Κἂν λέγῃ· Ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ, πάλιν ὁ Πατὴρ ἦν, ὡς διὰ εἰκόνος καὶ μεσίτου, διὰ τοῦ Υἱοῦ τοῦτο φάσκων· οὐ γὰρ δὴ λέγοντος μὲν Ἠσαΐου τοῦ προφήτου, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, καὶ πάλιν, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, καὶ αὖθις, Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, καὶ, Τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, καὶ ὅσα ἄλλα τοιαῦτα, οὐ τὸν Ἠσαΐαν ταῦτα λέγειν φήσομεν, δι' αὐτοῦ δὲ τὸν ἐν αὐτῷ λαλοῦντα Θεόν· οὐχὶ δὲ καὶ ἐπὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, πρέποι ἂν τὸν Πατέρα δι' αὐτοῦ χρῆναι ταῦτα διαμαρτύρασθαι τοῖς τῶν τοιῶνδε παραγγελμάτων δεομένοις; εἰδωλολάτραι δ' ἦσαν οὗτοι, ὡς ἡ αὐτὴ διδάσκει Γραφὴ λέγουσα· Καὶ εἶπε Κύριος· « Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν; ἐφ' οἷς ἐπεποίθεισαν ἐπ' αὐτοῖς, ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε, καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν. Ἀναστήτωσαν, καὶ βοηθησάτωσαν ὑμῖν, καὶ γενηθήτωσαν ὑμῶν σκεπασταί. » Τούτοις γὰρ συνῆπται τὸ, « Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. »
here let him not be troubled in soul, but let him hear also the things joined on next; for having said, You shall have no other gods beside Me, He subjoined: You shall not make for yourself an idol, nor a likeness of anything, whatever is in the heaven above, and whatever is in the earth beneath, and whatever is in the waters underneath the earth. You shall not bow down to them, nor shall you serve them, for I am the Lord your God, a jealous Lord. You see how He gave charge not to be carried away together with the polytheistic error of the nations, but to know Him alone as God and Lord. Who then is this One? The Son having the image of the Father in Himself, and out of His authority enjoining these things upon those sick with idolatry. For just as all things came into being through Him, the Father having brought into subsistence the essence of all originated things through the Saviour, so it was the Father Himself handing down both knowledge and godliness towards Himself to men through the Son as Mediator. And this the Apostle also in these very words taught when writing to the Galatians, whereby he said: The law ordained through angels in the hand of a mediator; now a mediator is not of one; but God is one. And even if He say: See that I am, and there is no God beside Me, again it was the Father, as through an image and Mediator, through the Son declaring this; for surely when Isaiah the prophet on the one hand says, I begot and exalted sons, and again, But Israel did not know Me, and the people did not understand Me, and once more, I commanded all the stars, and, By My hand I established the heaven, and all other such things, we shall say that it is not Isaiah who speaks these things, but through him God Who speaks in him; and in the case of the only-begotten Son of God also, would it not be fitting that the Father ought through Him to testify these things to those standing in need of such commandments? Now these were idolaters, as the same Scripture teaches, saying: And the Lord said: « Where are their gods, in whom they trusted, the fat of whose sacrifices you ate, and drank the wine of their drink-offerings? Let them arise and help you, and become your protectors. » For to these words is joined the saying, « See, see that I am, and there is no God beside Me. »
ΚΕΦ. ΚΒʹ.
Chapter XXII.
Ὅτι καὶ ἐν τοῖς προφήταις διὰ τοῦ Υἱοῦ ὁ Πατὴρ ἐθεολογεῖτο.
That in the prophets also the Father was proclaimed as God through the Son.
Κἂν μυριάκις τοίνυν διὰ τοῦ προφήτου βοῶν φάσκῃ, Πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι δίκαιος καὶ Σωτὴρ, καὶ Θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστι παρὲξ ἐμοῦ, καὶ ὅσα ἄλλα τούτοις ἀδελφὰ ἐν τοῖς λοιποῖς φέρεται προφήταις, Θεὸς ἦν, καὶ ἐξ ἐκείνου ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, καὶ αὐτὸς ἦν ὁ Πατὴρ ταῦτα διὰ τοῦ μονογενοῦς Υἱοῦ, οἷα δι' ἑρμηνέως, ἀνθρώποις ὑπο-
Even if ten thousand times, therefore, crying aloud through the prophet He should declare, Beside Me there is no God, and beside Me there is none righteous and Saviour, and you shall know no God beside Me, and there is none saving apart from Me, and whatever other things akin to these are transmitted in the remaining prophets, God was, even from that time, in Christ reconciling the world to Himself, and it was the Father Himself through the only-begotten Son, as if through an interpreter, to men under-
Notes, col. 957

On the reading

Printed αὐτὴν, for αὐτὸν.

Printed ειδωλολατρείαν, for εἰδωλολατρείαν.

Printed την, for τὴν.