Migne Reading Room

PG 24 · cols. 936–945 · Read from the page

On Ecclesiastical theology

On Ecclesiastical theology

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:936Read from the page
« σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς, τὸν Θεὸν εἰκότως ἔφη, » Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ. Εἶθ' ἑξῆς προϊὼν ὁμοῦ καὶ ἐνδιάθετον τὸν τοῦ Θεοῦ Λόγον παρίστη, γράφων οὕτω· « Τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων, ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ Θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμωρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ Λόγος, ὁ συμπαρὼν τε καὶ συμπλάττων, πρὸς ὃν ὁ Πατὴρ, Ποιήσωμεν ἄνθρωπον, ἔφη; » Τούτοις ἑξῆς διασαφεῖ ὁ ποῖον εἰσάγει λόγον φάσκων· « ἀλλ' εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ' ἡμᾶς παραδείγματι χρώμενος, ὡς διὰ εἰκόνος τὴν θείαν ἐξετάζοι πρᾶξιν, ὥσπερ ἂν εἴ τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνὴρ, ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρακτῆρας ἐν ἑαυτῷ σκοπεῖ· ἔπειτα πλάτος τε καὶ μῆκος, ὅσον εὐπρεπὲς, ἐννοεῖ· ἀναλογίαν τε τοῦ παντὸς ἐν τῷ καθ' ἕκαστον ἐξετάζει μέρει, χαλκοῦ τε τὴν πρόσφορον ἑτοιμάσας ὕλην, καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ, καὶ νοητῶς ὁρᾷν νομίσας, συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον ᾧ λογίζεται, καὶ ᾧ πάντα πράττειν εἴωθεν (οὐδὲν γὰρ 'μὴ λόγῳ γινόμενον καλὸν), ἀρχόμενος τῆς αισθητῆς ταύτης ἐργασίας, πρὸς ἑαυτὸν, ὡς πρὸς ἕτερον, παρακελεύεται λέγων, Ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης Θεὸς, τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν, οὐκ ἄλλῳ τινὶ ἀλλὰ τῷ ἑαυτοῦ παρεκελεύετο Λόγῳ, Ποιήσωμεν ἄνθρωπον, λέγων. » Διὰ τούτων ἐναργῶς καὶ ἐνδιάθετον Λόγον, ᾧ διαλογίζεταί τις, καὶ προφορικὸν, ᾧ διαλέγεται, προσῆψε τῷ Θεῷ, τοιοῦτόν τινα, οἷον τὸν καθ' ἡμᾶς, καὶ τὸν ἐν τῷ Θεῷ εἶναι Λόγον ὑποθέμενος.
for God to conceive concerning the framing of the heaven, He fittingly said," When He prepared the heaven, I was present with Him. Then proceeding next he likewise presented the Word of God as immanent, writing thus: "For who either of the holy angels or of righteous men was so trustworthy to loose the punishment decreed for him from the presence of God, save the Word Himself, Who was both present with Him and fashioning together with Him, to Whom the Father said, Let Us make man?" Next after these words he makes plain what sort of word he introduces, saying: "But if someone, using a certain small and human example from among ourselves, were to examine the divine activity as through an image, just as if some skilled sculptor, wishing to fashion a statue, first surveys within himself its outlines and features; next considers both breadth and length, how much is seemly; and examines the proportion of the whole in each several part, and having prepared the suitable material of bronze, and having modelled beforehand in his own mind the statue that is to be, and deemed that he beholds it intellectually, being conscious within himself that the reason whereby he reckons, and whereby he is accustomed to do all things, works together with him (for nothing that does not come into being by reason is fair), when beginning this perceptible work, exhorts himself as though addressing another, saying, Come, let us make, come, let us fashion a statue; so too God, the Sovereign Master of all things, when making out of earth the animate statue, exhorted none other than His own Word, saying, Let Us make man." Through these words he manifestly attributed to God both an immanent Word, whereby one reasons inwardly, and an uttered one, whereby one converses, supposing the Word that is in God also to be some such thing as that which is among ourselves.
ΚΕΦ. ΙϚʹ.
Chapter XVI.
Ἔλεγχος τῆς τἀνδρὸς κακοδοξίας
Refutation of the man's perverse opinion
Ταῦτα μὲν οὖν πάντα ὡς ἀρνητικὰ τυγχάνει τοῦ Υἱοῦ τοῦ Θεοῦ οὐδὲν προσεπεξεργάζεσθαι δεῖ· τοσοῦτον δὲ οἶμαι προσήκειν ἐπερωτῆσαι. Εἰ δὴ εἷς Θεὸς ἦν, καὶ οὐδὲν ἕτερον, οὐ Πατὴρ, οὐχ Υἱὸς, τί κατεψεύδετο τῶν τοιούτων ὀνομάτων ἡ Γραφή; τί δὲ καὶ αὐτὸς Μάρκελλος ὑποκρίνεται, τὸν μὴ Υἱόν, ἀλλὰ Λόγον, Υἱὸν ἀποκαλῶν; Καὶ ἐπειδὴ κέχρηται παραδείγματι τῷ ἐν ἀνθρώποις λόγῳ, λεκτέον, ὡς οὐ πᾶς ἄνθρωπος υἱὸν ἔχει, λογικὸς ὢν, καὶ τὸν συμφυῆ λόγον ἐν αὐτῷ κεκτημένος. Οὐκοῦν ἕτερόν τί ἐστιν Υἱὸς παρὰ τὸν λόγον. Τὸν οὖν Θεὸν ει λόγον ἔχειν ἐν ἑαυτῷ φάσκοι καὶ οὐδὲν ἕτερον, ᾧ καὶ
That all these things, then, are denials of the Son of God, there is no need to elaborate further; yet so much, I suppose, it is fitting to ask in addition. If indeed there was one God, and nothing else, neither Father nor Son, why did Scripture falsely invent such names? And why does Marcellus himself also play the hypocrite, calling Him Son Who is not Son, but Word? And since he has used as an example the word that is in men, it must be said that not every man has a son, even though he is rational and possesses the innate word within himself. A Son, therefore, is something other alongside the word. If, then, he should assert that God has a word within Himself and nothing else, whereby He both
Notes, col. 936

On the reading

Printed συμπαρὼν, for συμπαρών.

Printed ὁ ποῖον, for ὁποῖον.

Printed 'μὴ, for μὴ.

Printed αισθητῆς, for αἰσθητῆς.

Printed ει, for εἰ.

PG 24:937Read from the page
διενοεῖτο, ᾧ καὶ πρὸς ἑαυτὸν διελέγετο, Ποιήσωμεν ἄνθρωπον, λέγων· τί καὶ μάτην υἱὸν ὀνομάζοι; Τί δὲ τὴν Ἐκκλησίαν ὑποκρίνεται; Τί δὲ, μὴ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ· προσποιεῖται πιστεύειν, σχηματιζόμενος διὰ τοῦ τὸν Λόγον τὸν ἐν τῷ Θεῷ Υἱὸν ἀποκαλεῖν; Σαφῶς τοῦ παραδείγματος μακρῷ διεστάναι διδάσκοντος τὸν ἔμφυτον ἐν ψυχῇ λόγον παρὰ τὸν ἔκ τινος γεννηθέντα, καὶ καθ' ἑαυτὸν ὑφεστῶτα, καὶ ζῶντα, καὶ ἐνεργοῦντα Υἱόν. Ἀλλ' οὐκ ἐγὼ, φησὶ, ὡς εἰκὸς, ἀλλ' ὁ θεῖος εὐαγγελιστὴς Λόγον αὐτὸν προσεῖπεν. Ἀκόλουθον τοίνυν εἴη ἂν καὶ ἡμᾶς τούτῳ συνομολογεῖν. Ναὶ, φημὶ καὶ αὐτός.
pondered inwardly and conversed with Himself, saying, Let Us make man, why too should he in vain name Him a son? And why does he play the hypocrite towards the Church? And why, when he does not believe in the Son of God, does he pretend to believe, putting on a guise by calling the Word that is in God a Son, when the example clearly teaches that the innate word in a soul differs widely from a Son begotten from someone, and subsisting by Himself, and living, and acting? But it was not I, he says, naturally, rather the divine evangelist addressed Him as Word; it would follow, therefore, that we too should agree with him. Yes, say I myself also.
ΚΕΦ. ΙΖʹ.
Chapter XVII.
Ἑρμηνεία τῆς ἀληθοῦς διανοίας τοῦ Λόγου.
Interpretation of the true meaning of the Word.
Πλὴν οὐδ' ἑτέρως προσήκειν οἶμαι ἐξακούειν τῆς φωνῆς ἢ αὐτῷ πάλιν μαθητευομένους τῷ εὐαγγελιστῇ διδάσκοντι ὁποῖον διωρίζετο Λόγον. Σαφῶς δὲ τοῦτον παρίστη οἷός τις ἦν, ἐπισυνάπτων ἑξῆς καὶ λέγων, Καὶ Θεὸς ἦν ὁ Λόγος. Δυνάμενος γοῦν εἰπεῖν, Καὶ Θεὸς ἦν ὁ Λόγος, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, εἴ γε ἓν καὶ ταὐτὸν ἡγεῖτο τὸν Πατέρα εἶναι καὶ τὸν Υἱὸν, αὐτόν τε εἶναι τὸν Λόγον τὸν ἐπὶ πάντων Θεὸν, οὐχ οὕτως ἐξέδωκε τὴν γραφήν. Ἢ γὰρ, « Καὶ Θεοῦ ἦν ὁ Λόγος » ἐχρῆν εἰπεῖν, ἢ « ὁ Θεὸς ἦν ὁ Λόγος, » μετὰ προσθήκης τοῦ ἄρθρου, ει τῇ Μαρκέλλου διανοίᾳ σύμφωνον τὴν γραφὴν ἐποιεῖτο. Νυνὶ δὲ καὶ αὐτὸν τὸν Λόγον Θεὸν εἶναι παρίστη, ὁμοίως τῷ, πρὸς ὃν ἦν Θεῷ· προειπὼν γὰρ, Καὶ ὁ Λόγος ἦ πρὸς τὸν Θεὸν, ἐπάγει λέγων, Καὶ Θεὸς ἦν ὁ Λόγος, μονονουχὶ σαφέστερον ἡμᾶς διδάσκων πρῶτον μὲν ἡγεῖσθαι Θεὸν τὸν ἐπέκεινα τῶν ὅλων, αὐτὸν τὸν τοῦ Λόγου Πατέρα, πρὸς ὃν ἦν ὁ Λόγος, ἔπειτα μετ' αὐτὸν μὴ ἀγνοεῖν, ὡς καὶ ὁ Λόγος αὐτοῦ ὁ μονογενὴς Υἱὸς, οὐχὶ αὐτὸς ἦν ὁ ἐπὶ πάντων Θεὸς, ἀλλ' ὅτι καὶ αὐτὸς Θεὸς ἦν. Ὁ γὰρ « καὶ » σύνδεσμος τῷ Πατρὶ συνάπτει τὴν θεότητα τοῦ Υἱοῦ. Διό φησι, Καὶ ὁ Θεὸς ἦν ὁ Λόγος, ἵν' ἴδωμεν Θεὸν τὸν ἐπὶ πάντων, πρὸς ὃν ἦν ὁ Λόγος, καὶ Θεὸν αὐτὸν τὸν Λόγον. Ἄκουε ὡς εἰκόνα τοῦ Θεοῦ, καὶ εἰκόνα οὐχ ὡς ἐν ἀψύχῳ ὕλῃ, ἀλλ' ὡς ἐν Υἱῷ ζῶντι, καὶ ἀκριβέστατα πρὸς τὴν ἀρχέτυπον θεότητα τοῦ Πατρὸς ἀφωμοιωμένον.
Yet I suppose it is fitting to understand the expression in no other way than by becoming disciples once more of the evangelist himself as he teaches what sort of Word he was defining. And he clearly set forth what sort He was by subjoining next and saying, And the Word was God. Although he was able, then, to say, And the Word was God, with the addition of the article, if indeed he deemed the Father and the Son to be one and the same, and the Word Himself to be the God over all, he did not set forth the text in that way. For he ought either to have said, "And the Word was of God," or, "The Word was the God," with the addition of the article, if he were making the text accordant with the thought of Marcellus. As it is, however, he set forth that the Word Himself also was God, in like manner to the God with Whom He was; for having first said, And the Word was with God, he goes on to say, And the Word was God, all but teaching us more plainly, first to deem God to be Him Who is beyond all things, the very Father of the Word, with Whom the Word was, and next after Him not to be ignorant that His Word also, the only-begotten Son, was not Himself the God over all, but that He Himself also was God. For the conjunction "and" joins the deity of the Son to the Father. Wherefore he says, And the Word was God, that we may behold God Who is over all, with Whom the Word was, and the Word Himself as God. Hear of Him as an image of God, and an image not as in lifeless matter, but as in a living Son, and most exactingly assimilated to the archetypal deity of the Father.
Ἐπεὶ δὲ τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ Θεοῦ παραβάλλειν ἐδόκει Μαρκέλλῳ, καὶ πόσῳ βελτίω εἶναι φήσομεν, εἰκόνι χρώμενον τῷ ἀνθρωπίνῳ λόγῳ, τούτῳ μᾶλλον χρήσασθαι τῷ παραδείγματι, καὶ φάναι τοῦ παρ' ἡμῖν λόγου πατέρα εἶναι τὸν νοῦν, ἕτερον ὄντα παρὰ τὸν λόγον. Τὸν μὲν γὰρ νοῦν, ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ' οἷα ἐν ἀποῤῥήτοις εἴσω τοῖς αὐτοῦ ταμιείοις ἱδρυμένος τὰ πρακτέα βουλεύεται· ὁ δ' ἐξ αὐτοῦ λὸγος, οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος τοῖς ἐκτὸς πᾶσι καθίσταται
And since it seemed good to Marcellus to compare the Word of God to the human word, how much better too shall we say it is, when using the human word as an image, to employ this example rather, and to say that the father of the word within us is the mind, which is other alongside the word! For the mind itself, whatever it may be and of whatever sort it is in essence, no man has ever known, but like a king established within in its own secret chambers it counsels what is to be done; whereas the word that comes from it, as though begotten from a father out of innermost recesses, becomes to all those outside
Notes, col. 937

On the reading

Printed ει, for εἰ.

Printed ἦ, for ἦν.

Printed λὸγος, for λόγος.

PG 24:940Read from the page
γνώριμος. Εἶθ' οἱ μὲν ἐκ τῆς τοῦ λόγου μεταλαμβάνουσι ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν, τὸν δὴ τοῦ λόγου πατέρα οὐδεὶς πώποτε εἶδε. Κατὰ τὰ αὐτὰ δὴ μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως Θεοῦ τέλειος Λόγος, οὐ κατὰ τὸν προφορικὸν ἀνθρώπων λόγον ἐκ συλλαβῶν καὶ ῥημάτων καὶ ὀνομάτων συγκείμενος, οἷα δὲ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, ζῶν καὶ ὑφεστὼς, πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἐπάρδει δὲ τῷ σύμπαντι κόσμῳ τὰς ἐξ αὐτοῦ χορηγίας ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ παντὸς ἀγαθοῦ μετουσίας τοῖς γεννητοῖς ἅπασι ἐπιλιμνάζων, τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων ἐπέκεινα ὄντος ἀλήπτου τε καὶ ἀχωρήτου τοῖς πᾶσι, κατὰ τὸν ἀφανῆ καὶ ἀόρατον νοῦν, παρ' ὃ καὶ « φῶς οἰκῶν ἀπρόσιτον » λέλεκται. Ἀλλ' ὁ μὲν ἀπρόσιτος καὶ ἀχώρητος εἴη ἂν τοῖς πᾶσιν ὁ Πατὴρ, ὁ δὲ τοῖς πᾶσιν ἐγγίων, ἅτε δὴ τὰ πάντα πατρικῷ νεύματι διακυβερνῶν· διὸ οὐ περὶ τοῦ Πατρὸς, περὶ δὲ τοῦ Υἱοῦ λέλεκται τὸ, Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. Καὶ ὁ μὲν ἐπέκεινα ἦν τῶν ὅλων, καὶ ὑπὲρ πάντα. φῶς οἰκῶν ἀπρόσιτον· ὁ δὲ διὰ πάντων καὶ ἐν πᾶσι κηδημονικῇ διήκων προνοίᾳ· ὡς κατὰ τοῦτο μόνον αὐτὸν συμβάλλεσθαι τὴν τοῦ ἀνθρωπείου λόγου εἰκόνα.
known. Then they indeed partake of the benefit coming from the word, while the hidden and invisible mind, the very father of the word, no one has ever seen. In the very same ways, or rather beyond every image and example, the perfect Word of God the All-Sovereign King, not composed out of syllables and verbs and nouns after the manner of the uttered word of men, but as the only-begotten Son of God, living and subsisting, proceeds indeed from the paternal deity and kingdom, and waters the entire world, overflowing upon all begotten things with the bounties coming from Himself of participation in life and reason and wisdom and light and every good, while the Father and God is beyond all things, incomprehensible and uncontainable to all, after the manner of the hidden and invisible mind, on account of which He is also said to be "dwelling in unapproachable light." Now the One Who is unapproachable and uncontainable to all would be the Father, whereas the other draws near to all, inasmuch as He governs all things at the paternal nod; wherefore not concerning the Father, but concerning the Son has it been said, He was in the world, and the world came into being through Him. And the One was beyond all things, and above all things, dwelling in unapproachable light; whereas the other pervades through all things and in all things by a provident care; so that in this respect alone may the image of the human word be compared to Him.
Ἀλλὰ γὰρ τούτων ἡμῖν ἀποδεδειγμένων, εἰκός τινα τῶν φιλομαθῶν ἐρωτᾷν.
Now that these things have been demonstrated by us, however, it is likely that some lover of learning will ask.
ΚΕΦ. ΙΗʹ.
Chapter XVIII.
Διὰ τί Λόγον ὠνόμασε τὸν Υἱὸν ὁ εὐαγγελιστης, ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς;
Why did the evangelist name the Son Word when beginning his own writing?
Διὰ τί δὲ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς, ὁ εὐαγγελιστὴς Λόγον ἀνεφώνησε; Πρὸς ὃν ἐροῦμεν· Ὅτι διὰ τὰς ἀνακρύπτους πάλαι περὶ αὐτοῦ προφητείας· ἐπειδὴ γὰρ, ἐφ' ἑκάστῳ προφήτῃ, Λόγος Κυρίου, « ὃς ἐγενήθη, » φέρε, πρὸς Ἠσαΐαν, εἴρηται, καὶ ἀρχὴ Λόγου Κυρίου ἐν Ὡσηέ, καὶ Λόγος Κυριου ὃς ἐγενήθη πρὸς Ἰωὴλ, καὶ ἐγένετο Λόγος Κυρίου πρὸς Ἰωνᾶν, καὶ πρὸς Μιχαίαν, ὁμοίως καὶ πρὸς τοὺς λοιποὺς προφήτας παραπλησίως ἐφ' ἑκάστῳ προφήτῃ τὸ, ἐγένετο προσέκειτο, τῆς θείας Γραφῆς ἀκριβῶς
And why did the evangelist, when beginning his own writing, proclaim the only-begotten Son of God as Word? To whom we shall say: Because of the ancient hidden prophecies concerning Him; for since in the case of each prophet it has been said, The Word of the Lord, "which came," say, to Isaiah, and, The beginning of the Word of the Lord in Hosea, and, The Word of the Lord which came to Joel, and, The Word of the Lord came to Jonah, and to Micah, and likewise in similar fashion for the rest of the prophets in the case of each prophet the phrase "came" was attached, divine Scripture accurately
Notes, col. 940

On the reading

Printed κηδημονικῇ, for κηδεμονικῇ.

Printed εὐαγγελιστης, for εὐαγγελιστὴς.

Printed Κυριου, for Κυρίου.

PG 24:941Read from the page
καὶ ἀναγκαίως ἐπισημαινομένης, ὡς ἐν οὐδενὶ τῶν προφητῶν ἦν, ἀλλὰ καθ' ἕκαστον ἐγίγνετο πρὸς ὃν ἡ ἑκάστου δύναμις, οἵα τε ἦν χωρεῖν, προσιὼν αὐτῇ καὶ τῇ ἑκάστου ψυχῇ τὸ κατάλληλον παρέχων ἐξ αὐτοῦ πνεῦμα καὶ νοερὰν εἰκότως ἐπὶ τοῦ παρόντος ὁ εὐαγγελιστὴς, τοῦ Λόγου μέλλων εὐαγγελίζεσθαι οἰκονομίαν, οὐκ ἔθ' ὁμοίως τοῖς παλαιοῖς γεγονέναι αὐτὸν ἕτερόν τινα διδάσκει, ἀλλ' αὐτὸν σάρκα ἀνειληφέναι καὶ ἄνθρωπον γεγονέναι· εἶτ' ἐπειδὴ τὴν εἰς ἀνθρώπους αὐτοῦ σωτήριον τοῖς πᾶσιν πάροδον κηρύττειν ἔμελλεν, ἑξῆς λέγων, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἀναγκαίως ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει, τὸν χθὲς καὶ πρώην σαρκωθέντα Λόγον τίς ποτε ἦν καὶ ὁποῖος δεικνύς· θεολογεῖ τε αὐτὸν, ὁμοῦ τὴν γνῶσιν αὐτοῦ καὶ τὴν εἰς ἀνθρώπους θεοφάνειαν εὐαγγελιζόμενος, εἶθ', ὡς τῶν παλαιῶν, ἐκ τῶν θείων ἀναγνωσμάτων προμεμαθηκότων τὸν ἐφ' ἑκάστῳ προφήτῃ γενόμενον Λόγον, αὐτὸς τὴν θειοτέραν καὶ ἐξαίρετον ἀρχὴν αὐτοῦ κηρύττει, ἣν οὐδεὶς προφητῶν ἀνθρώποις γυμνῶς οὕτω καὶ ἀπαρακαλύπτως ἐξέφηνε. Διὸ μεγάλῃ φωνῇ τοῖς πᾶσι τὸ λεληθὸς καὶ κρύφιον περὶ τοῦ Λόγου μυστήριον παραδιδοὺς ἐβόα λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Εἰ γὰρ παρὰ τῶν προτέρων θείων Γραφῶν παιδαγωγούμενοι πάλαι, πρότερον μεμαθήκατε, φησὶν, ὅτι Λόγος Κυρίου ἐγένετο πρὸς τόνδε τὸν προφήτην καὶ πρὸς ἕτερον πάλιν ὁμοίως ἐγένετο, καὶ αὖθις πρὸς ἄλλον, ἀλλὰ νῦν οὐχ ὅπως ἐγένετο, ἀλλ' ὅπως ἦν ἐν ἀρχῇ, τοῖς πᾶσιν ἀναγκαῖον εὐαγγελίσασθαι· καὶ ὡς Θεὸς ἦν, καὶ ὡς πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ὡς αὐτὸς ἐκεῖνος ὁ Θεὸς Λόγος, δι' οὗ τὰ πάντα φιλανθρωπίᾳ τοῦ Πατρὸς σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ταῦτ' εὐηγγελίζετο Ἰωάννης ὁ μέγας τοῦ Χριστοῦ μαθητὴς καὶ ἀπόστολος, τὰ νέα καὶ καινὰ τοῦ Σωτῆρος παιδεύων ἅπαντας ἀνθρώπους μυστήρια, οὐχ ὅτι λογικὸς ἦν ὁ Θεὸς, οὐδ' ὅτι αὐτὸς πρὸς ἑαυτὸν διενοεῖτο, καὶ ἑαυτῷ προδιελέγετο, Ποιήσωμεν ἄνθρωπον, λέγων· οὐδ' ὅτι λόγοις κέχρηται τοῖς τῶν πρακτέων παραγγελτικοῖς. Ταῦτα γὰρ πᾶς ἀρνούμενος τὸν Υἱὸν τοῦ Θεοῦ εἴποι ἂν, ὃ δὴ καὶ Μάρκελλος ποιῶν, ὡς ἐπὶ χρησφύγητον ἐπὶ τὴν παλαιὰν καταφεύγει Γραφήν, καὶ τὰ νηπιάζοντι τῷ Ἰουδαίων λαῷ περὶ τοῦ μὴ εἰδωλολατρεῖν, ἕνα δὲ μόνον εἰδέναι τε καὶ σέβειν Θεὸν παρηγγελμένα συνάγειν πειρᾶται. Ἔνθα καὶ ηὐρόησεν αὐτῷ ἡ περὶ τοῦ ἑνὸς Θεοῦ διδασκαλία, χρησίμως τότε καὶ κατὰ καιρὸν εἰδωλολατροῦσιν Ἰουδαίοις παραδεδομένη. Καὶ δὴ ἐνταῦθα καταφυγὼν, καὶ ὥσπερ ἐν ὀχυρώματι ἑαυτὸν τῇ Ἰουδαϊκῇ περιφράξας σκληροκαρδίᾳ, τὴν ἄρνησιν προὐβάλλετο τοῦ Υἱοῦ τοῦ Θεοῦ.
and necessarily indicating that He was not in any one of the prophets, but came to each according to what the capacity of each was able to receive, approaching it and supplying to the soul of each from Himself the fitting spirit and intellectual [power]; fittingly in the present instance the evangelist, being about to proclaim the dispensation of the Word, teaches that He no longer came to some other man in like manner as to the ancients, but that He Himself assumed flesh and became man; then, since he was about to proclaim to all His saving arrival among men, saying next, And the Word became flesh, and dwelt among us, he necessarily runs back to the beginning, showing Who indeed and of what sort was the Word Who of late was made flesh; and he theologizes Him, proclaiming together the knowledge of Him and His theophany unto men; then, inasmuch as the ancients had learned beforehand from the divine readings concerning the Word that came to each prophet, he himself proclaims His more divine and transcendent beginning, which none of the prophets manifested to men so nakedly and unveiledly. Wherefore with a loud voice handing down to all the hidden and secret mystery concerning the Word, he cried aloud saying: In the beginning was the Word, and the Word was with God, and the Word was God. All things came into being through Him, and apart from Him there came into being not even one thing. For if, having been tutored of old by the former divine Scriptures, you have previously learned, says he, that the Word of the Lord came to such a prophet, and again in like manner came to another, and once again to another, yet now it is necessary to proclaim the good news to all not of how He came to be, but of how He was in the beginning; and how He was God, and how all things came into being through Him, and how that very God the Word Himself, through Whom all things came to be, by the loving-kindness towards mankind of the Father became flesh, and dwelt among us. These good tidings did John, the great disciple and apostle of Christ, proclaim, instructing all men in the new and fresh mysteries of the Saviour: not that God was rational, nor that He Himself pondered inwardly with Himself and conversed beforehand with Himself, saying, Let Us make man; nor that He has used words injunctive of things to be done. For anyone who denies the Son of God might say these things; doing which very thing Marcellus also flees as though to a refuge unto the ancient Scripture, and attempts to collect the precepts given to the infantlike people of the Jews concerning not practising idolatry, and knowing and worshipping one God alone. There indeed the teaching concerning the one God flowed prosperously for him, having been usefully and seasonably handed down at that time to idolatrous Jews. Having fled thither accordingly, and having fenced himself round as though in a stronghold with Jewish hardness of heart, he put forward his denial of the Son of God.
Notes, col. 941

On the reading

Printed χρησφύγητον, for κρησφύγητον.

PG 24:944Read from the page
ΚΕΦ. ΙΘʹ.
Chapter XIX.
Ὅπως Μάρκελλος τὰς περὶ ἑνὸς Θεοῦ τῆς Παλαιᾶς Διαθήκης Γραφὰς μαρτυρόμενος, ὁμοίως Ἰουδαίοις τὸν Υἱὸν τοῦ Θεοῦ ἠρνεῖτο.
How Marcellus, calling to witness the Scriptures of the Old Testament concerning one God, in like manner to the Jews denied the Son of God.
Ἐπάκουσον γοῦν, οἵαις κέχρηται φωναῖς, ὧδε γράφων κατὰ λέξιν· « Τίνα τοίνυν τὸν, Ἐγώ εἰμι ὁ ὢν, λέγοντα Ἀστέριος εἶναι οἴεται, τὸν Υἱὸν, ἢ τὸν Πατέρα; δύο γὰρ ὑποστάσεις εἰς τὴν ἀνθρωπίνην ἣν ὁ τοῦ Θεοῦ Λόγος ἀνείληφε σάρκα ἀφορῶν, καὶ δι' αὐτὴν οὕτω φανταζόμενος, Πατρός τε καὶ Υἱοῦ ἔφησεν εἶναι. Οὕτω τὸν Υἱὸν τοῦ Θεοῦ χωρίζων τοῦ Πατρὸς, ὡς καὶ υἱὸν ἀνθρώπου χωρίσειεν ἄν τις τοῦ κατὰ φύσιν πατρός. » Καὶ ἐπιλέγει ἑξῆς· « Εἰ τοίνυν τὸν Πατέρα χωρίζοντα ἑαυτὸν τοῦ Υἱοῦ πρὸς τὸν Μωϋσέα ταῦτ' εἰρηκέναι φήσει, οὐκ εἶναι τὸν Υἱὸν Θεὸν ὁμολογήσει. Πῶς γὰρ ἐγχωρεῖ τὸν λέγοντα, Ἐγώ εἰμι ὁ ὢν, μὴ συνομολογεῖν, ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν; » Εἰ δὲ τὸν Υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκει λέγειν τὸ Ἐγώ εἰμι ὁ ὢν, ταὐτὸν αὖθις περὶ τοῦ Πατρὸς λέγειν νομισθήσεται· ἑκάτερον δὲ τούτων ἀσεβές. Καὶ πάλιν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐπιδεῖξαι πειρώμενος, οὕτω γράφει· « Αὐτὸς γὰρ ὁμολογεῖ λέγων, Ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί. Ὅτι δὲ τοῦτο οὐχ ἁπλῶς οὐδὲ ἀσκόπως εἴρηκε, δῆλον καὶ ἀφ' ἑτέρας ἀποστολικῆς ῥήσεως, Εἷς γὰρ, ὁ εἰπὼν, Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς, ἔφη, καὶ Πατὴρ, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ὁρᾷς, ὅτι οὐδ' ἐνταῦθα ἀφίσταται τῆς συμφωνίας, ἀλλὰ καὶ ἐνταῦθα τὸ αὐτὸ ⟨π⟩έπονθεν. Εἷς γὰρ, εἰπὼν, Κύριος, αὖθις εἷς Θεὸς, ἔφη, ἵνα, ἡνίκα ἂν τοῦ ἑνὸς Κυρίου μνημονεύῃ, περιλαμβάνῃ καὶ τὸν Πατέρα· ἡνίκα δ' ἂν περὶ τοῦ Πατρὸς λέγῃ, μὴ ἐκτὸς εἶναι τὸν Λόγον τοῦ Θεοῦ μαρτυρῇ. » Ταῦτα Μάρκελλος εἰπὼν, ἑξῆς πλείους συνάγει γραφὰς ἀπὸ τῆς Παλαιᾶς Διαθήκης εἰς ἀπόδειξιν τοῦ μὴ ὑπάρχειν Υἱὸν τῷ Θεῷ. Μονάδα γοῦν εἶναι ἀδιαίρετον τὸν Θεὸν φάσκων, αὐτὸν εἶναι Πατέρα καὶ τὸν αὐτὸν εἶναι Υἱὸν παρίστη γράφων τοῦτον τὸν τρόπον· « Τί οὖν, εἰ μὴ τῷ Πνεύματι προσέχοντες δυνάμει ἀδιαίρετον τὴν μονάδα εἶναι νομίζοιμεν, ἆρα οὐχ ἁμαρτησόμεθα, σαφῶς τοῦ Λόγου διδάσκοντος ἡμᾶς, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Τὸ αὐτὸ δὲ καὶ διὰ τοῦ κατὰ Μάρκον εὐαγγελίου κηρύττει· Ἑνὸς γάρ τινος γραμματέως προσελθόντος αὐτῷ, καὶ πυνθανομένου, τίς εἴη πρώτη τῶν ἐντολῶν, ἀπεκρίνατο πρὸς αὐτὸν οὕτως εἰπών· Πάντων πρῶτον, Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι. Καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν
Listen, then, to what sort of statements he has used, writing word for word thus: "Whom, therefore, does Asterius suppose Him Who says, I am He Who is, to be, the Son or the Father? For looking unto the human flesh which the Word of God has assumed, and imagining thus on account of it, he affirmed that there are two hypostases of Father and of Son, thus separating the Son of God from the Father just as one might also separate a son of man from his father according to nature." And he adds next: "If, therefore, he shall say that the Father, separating Himself from the Son, has spoken these things to Moses, he will confess that the Son is not God. For how is it possible not to agree that He Who says, I am He Who is, says that He Who is exists by way of contrast with that which is not?" Whereas if he asserts that the Son, divided in hypostasis, says this, namely, I am He Who is, he will in turn be supposed to say the same thing concerning the Father; and either of these two is impious. And again, attempting to show that the Father and the Son are the same, he writes thus: "For He Himself confesses, saying, In Me is the Father, and I in the Father. And that He has spoken this neither simply nor aimlessly is plain also from another apostolic utterance; for he who said, One Lord, one faith, one baptism, said, One God and Father, Who is over all, and through all, and in all. You see that not even here does he depart from this harmony, but here too he has undergone the same thing. For having said, One Lord, he again said, One God, in order that whenever he makes mention of the one Lord, he may include the Father also; and whenever he speaks concerning the Father, he may bear witness that the Word is not outside of God." Having said these things, Marcellus next collects numerous scriptures from the Old Testament for a proof that God has no Son. Asserting accordingly that God is an indivisible Monad, he presented Him as being Father and the selfsame as being Son, writing in this manner: "What then, if without giving heed to the Spirit we should suppose the Monad to be indivisible in power, shall we not err, when the Word clearly teaches us, You shall worship the Lord your God, and Him alone shall you serve? And He proclaims the selfsame thing also through the Gospel according to Mark; for when a certain single scribe approached Him, and inquired which was the first of the commandments, He answered him speaking thus: First of all, Hear, O Israel, the Lord our God is one Lord. And you shall love the Lord
PG 24:945Read from the page
« σου, ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη· καὶ δευτέρα ὁμοία ταύτῃ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ' ἀληθείας εἶπας, ὅτι εἷς ἐστιν ὁ Θεὸς καὶ οὐκ ἔστι πλὴν αὐτοῦ. Ἀλλ' ὁ μὲν γραμματεὺς, διὰ τοῦ νόμου τὴν θεοσέβειαν μεμαθηκέναι δοκῶν, ἐπαινῶν τὸ τοῦ Σωτῆρος ῥητὸν φαίνεται, Ἄκουε, Ἰσραὴλ, λέγων, Κύριος ὁ Θεός σου εἷς ἐστι· καὶ ὅρκῳ καλῶς εἰρῆσθαι πιστευόμενος· Ἐπ' ἀληθείας γὰρ, φησὶν, εἶπας, ὅτι εἷς. ἐστιν ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. Οἱ δὲ τὰ τῆς Νέας Διαθήκης αὐχοῦντες εἰδέναι μυστήρια, οὗτοι καὶ δεύτερον ἀναπλάττειν Θεὸν βούλονται ὑποστάσει καὶ δυνάμει χωριζόμενον τοῦ Πατρός. » Τούτοις προστίθησι κατασκευάζων ὅτι εἷς ἐστιν ὁ Θεὸς, καὶ ὅτι μή ἐστιν Υἱὸς διὰ τούτων. « Ὅτι δὲ τὴν μονάδα Κύριον καὶ Θεὸν οἶδε καλεῖν ἡ θεία Γραφὴ, ἤδη καὶ ἐκ τῶν προειρημένων δῆλον γέγονε δι' ὧν πρὸς τὸν ἑαυτοῦ θεράποντα Μωσέα ὁ Θεὸς ἔφη· Εἶπε δὲ ὁ Θεὸς πάλιν πρὸς Μωσέα· Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακὼβ, ἀπέσταλκέ με πρὸς ὑμᾶς. » Ὁρᾷς ὅπως, ἓν ἐπιδεικνὺς ἡμῖν ἐνταῦθα πρόσωπον, τὸ αὐτὸ Κύριον καὶ Θεὸν προσαγορεύει. Αὖθίς τε ὁμοίως ἡ Γραφὴ λέγει· Καὶ ἐλάλησε Κύριος πάντας τοὺς λόγους τούτους λέγων· Ἐγὼ Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Ἀκούεις ὅπως διὰ τῆς ἀντωνυμίας ἕνα εἶναι Θεὸν μόνον ἀποφαίνεται. Καὶ αὖθις μικρὸν ὕστερον, Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, φησίν· ἑαυτὸν Κύριον καὶ Θεὸν εἶναι λέγων. Τί δὲ καὶ δι' ἑτέρας γραφῆς μανθάνομεν; Καὶ γνώσῃ σήμερον, φησὶ, καὶ οὐ διαστραφήσῃ τῇ διανοίᾳ, ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ. Καὶ αὖθις ἐν τῷ αὐτῷ Δευτερονομίῳ, Ἄκουε, Ἰσραὴλ, φησὶ, Κύριος ὁ Θεὸς ὑμῶν, Κύριος εἷς ἐστι· καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης ψυχῆς σου, καὶ ἐξ ὅλης διανοίας. Καὶ πάλιν ἐν τῷ αὐτῷ· Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ, ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω, πατάξω καὶ ἰάσομαι. Πῶς οὖν Ἀστέριος, ταῖς ἁγίαις Γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος, οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον· Κύριος ὁ Θεός σου, οὗτος Θεὸς ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ. Καὶ ὅτι εἷς ἐστιν ἔτι καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἕτερος. Καὶ μεθ' ἕτερα τούτοις αὖθις προστίθησι λέγων· « Πῶς
your [God], with all your soul, and with all your strength. This is the first; and the second is like it: You shall love your neighbour as yourself. Other commandment greater than these there is none. And the scribe said to Him: Well, Master, in truth have you spoken, that God is one and there is none besides Him. Now the scribe, seeming to have learned godliness through the law, evidently praises the saying of the Saviour, Hear, O Israel, saying, the Lord your God is one; and confirming as by an oath that it has been well spoken; for, In truth, says he, have you spoken, that God is one, and there is none other besides Him. Yet those who boast of knowing the mysteries of the New Testament, these men wish to fashion even a second God separated in hypostasis and power from the Father." To these things he adds, seeking to establish through these passages that God is one, and that there is no Son: "And that divine Scripture knows how to call the Monad Lord and God has already become plain from what was said above, whereby God spoke to His servant Moses: And God said again to Moses: Thus shall you say to the sons of Israel: The Lord, the God of your fathers, the God of Abraham and the God of Isaac and the God of Jacob, has sent Me to you." You see how, displaying to us here one person, it addresses the selfsame as Lord and God. And again in like manner Scripture says: And the Lord spoke all these words, saying: I am the Lord your God, Who brought you out of the land of Egypt, out of the house of bondage; there shall not be to you other gods besides Me. You hear how through the pronoun He declares that there is one God alone. And again a little later, I am the Lord your God, says He, saying that He Himself is Lord and God. And what too do we learn through another scripture? And you shall know today, says he, and shall not be turned aside in mind, that the Lord your God, this One is God in heaven and upon the earth beneath, and there is none besides Him. And again in the same Deuteronomy, Hear, O Israel, says he, the Lord your God is one Lord; and you shall love the Lord your God with all your heart, and with all your soul, and with all your mind. And again in the same: See, see that I am He, and there is no God besides Me; I shall kill and I shall make to live, I shall smite and I shall heal. How then did Asterius, pretending to follow the holy Scriptures simply and reverently, not recognize this passage which says: The Lord your God, this One is God in heaven, and upon the earth beneath, and there is none besides Him; and further that He is one and besides Him there is no other? And after other remarks he again adds to these, saying: "How
Notes, col. 945

On the reading

Printed εἷς., for εἷς.