Migne Reading Room

PG 24 · cols. 888–897 · Read from the page

On Ecclesiastical theology

On Ecclesiastical theology

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:888Read from the page
λέγειν, ὅς ἐστιν εἰκών; δέον εἰ ἄρα φῆσαι, ἥ ἐστιν εικών.
to say, Who is the image; whereas one ought, if at all, to have said, which is the image?
ιεʹ. Καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς εἰκόνα τοῦ Θεοῦ αὐτὸν ὠνόμαζε λέγων, « Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, πρὸς τὸ μὴ καταυγάσαι ἐν ταῖς καρδίαις αὐτῶν τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. » Ἔνθα καὶ προσήκει τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ θεῖος Ἀπόστολος ὁρικὸν ἐξηνέγκατο λόγον περὶ τοῦ Χριστοῦ, εἰπὼν αὐτὸν εικόνα τοῦ Θεοῦ, ἵνα μή τις δύο θεοὺς ὑπολάβοι εἶναι, ἀλλ' ἕνα τὸν ἐπὶ πάντων. Εἰ γὰρ εἷς Θεὸς, καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοῦ, αὐτὸς ἂν εἴη ὁ καὶ διὰ τοῦ Υἱοῦ ὡς δι' εἰκόνος γνωριζόμενος. Διὸ καὶ ὁ Υἱὸς Θεὸς, διὰ τὴν ἐν αὐτῷ τοῦ Πατρὸς ὡς ἐν εἰκόνι μόρφωσιν. Ὅ δὴ παρίστησιν ὁ θεῖος Ἀπόστολος, τοτὲ μὲν λέγων, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, τοτὲ δὲ αὐτὸν εἰκόνα τοῦ Θεοῦ ὁριζόμενος. Οὐκοῦν μετὰ τῶν ἄλλων ἐπηγοριῶν καὶ εἰκὼν τοῦ Θεοῦ πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ Υἱὸς ἦν τε καὶ ὠνόμασται. Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς Καινῆς Διαθήκης, ὀλίγα ἀπὸ μυρίων ἡμῖν λόγου συμμετρίας χάριν συνῆκται.
15. And again in another place the same man named Him image of God, saying, « And even if our Gospel is veiled, it is veiled among those who are perishing, among whom the God of this age blinded the minds of the unbelievers, so that the illumination of the Gospel of Christ, Who is the image of God, might not shine in their hearts ». Where indeed it is fitting to fix the mind on how the divine Apostle set forth a defining statement concerning Christ, calling Him image of God, lest anyone should suppose there to be two gods, rather than One, the God over all. For if there is one God, and there is no other beside Him, He Himself would be the One Who is also made known through the Son as through an image. Wherefore the Son also is God, on account of the shaping of the Father in Him as in an image. Which very thing the divine Apostle presents, at one time saying, Who subsisting in the form of God, and at another defining Him as image of God. Therefore along with the other appellations, the Son both was and has been named image of God before His presence in the flesh. Let these things, then, from the New Testament, a few out of ten thousand, have been gathered by us for the sake of due proportion in our discourse.
ιςʹ. Καὶ οἱ πάλαι μὲν γενόμενοι τοῦ Θεοῦ προφῆται τὸν αὐτὸν διαφόροις ἐτίμων θεολογίαις. Ὁ μὲν γὰρ ἀπεκάλει αὐτὸν πνεῦμα τοῦ Θεοῦ, λέγων, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί· καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας, καὶ συνέσεως, καὶ τὰ ἑξῆς. Σαφῶς γὰρ τὸν ἐκ σπέρματος Δαβὶδ, κατὰ σάρκα καὶ τὸν ἐνοικήσαντα αὐτῷ Θεὸν Λόγον, διὰ τούτων ἐδήλου. Ἔνθεν ὁ θεῖος Ἀπόστολος ποτὲ μὲν ἔλεγεν· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν· ποτὲ δὲ, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Καὶ ἕτερος δὲ ὁμοίως πνεῦμα αὐτὸν ἀποκαλεῖ, λέγων, Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος. Καὶ ἐν τῷ Εὐαγγελίῳ δὲ περὶ αὐτοῦ σαφῶς εἴρηται· Ἰδοὺ ὁ παῖς μου, ὃν ἠρέτισα· ὁ ἀγαπητός μου εις ὃν ηὐδόκησεν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτὸν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.
16. And the prophets of God who lived of old honoured the same One with diverse theological titles. For one called Him Spirit of God, saying, There shall come forth a rod out of the root of Jesse, and a blossom shall come up out of the root, and there shall rest upon Him the Spirit of God, the spirit of wisdom and of understanding, and what follows. For through these words he clearly signified both the One from the seed of David according to the flesh and God the Word Who dwelt in Him. Hence the divine Apostle at one time said: Now the Lord is the Spirit; and at another, Christ the power of God and the wisdom of God. And another likewise calls Him spirit, saying, The Spirit of our countenance, Christ the Lord. And in the Gospel too it has been clearly spoken concerning Him: Behold My servant, Whom I have chosen; My beloved, in Whom My soul has been well pleased. I have put My Spirit upon Him; He shall bring forth judgement to the nations.
ιζʹ. Προφητῶν δὲ ἄλλος ζωὴν αὐτὸν, καὶ φῶς ὠνόμαζε, ἐν τῷ προσφωνεῖν τῷ Θεῷ, καὶ λέγειν, ὅτι· Παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Τίς γὰρ ἦν ἡ παρὰ τῷ Θεῷ πηγὴ τῆς ζωῆς, καὶ τὸ φῶς, ἢ αὐτὸς ὁ ἐν Εὐαγγελίοις εἰπὼν, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· καὶ· Ἐγώ εἰμι ἡ ὁδὸς
17. And another of the prophets named Him life and light, in addressing God and saying: With Thee is the fountain of life, in Thy light we shall see light. For Who was the fountain of life with God, and the light, other than He Himself Who said in the Gospels, I am the light of the world; and: I am the way
Notes, col. 888

On the reading

Printed εικών, for εἰκών.

Printed εικόνα, for εἰκόνα.

Printed εις, for εἰς.

PG 24:889Read from the page
καὶ ἡ ἀλήθεια, καὶ ἡ' ζωή. Διὸ, πάλιν ἱκετεύων ὁ Προφήτης ἐν εὐχῇ πρὸς τὸν Θεὸν λέγει, Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσει.
and the truth, and the life? Wherefore, again supplicating in prayer towards God, the Prophet says, Send forth Thy light, and Thy truth; they will lead me.
ιηʹ. Ἀλήθειαν δὲ αὐτὸν καὶ Ζοροβάβελ ἀνειπὼν, νικητηρίων ἠξιώθη, ὅτε ἐπὶ τοῦ Περσῶν βασιλέως ἀναγέγραπται εἰρηκώς· Καὶ ἡ ἀλήθεια μένει, καὶ ισχύει εις τὸν αἰῶνα. Καὶ ζῇ, καὶ κρατεῖ εις τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ οὐκ ἔστι παρ' αὐτῇ λαβεῖν πρόσωπα· ἀλλὰ τὰ δίκαια ποιεῖ, ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν ἀπέχεται. Οἷς ἐπιλέγει· Καὶ αὐτῆς ἡ ισχὺς, καὶ τὸ βασίλειον, καὶ ἡ ἐξουσία, καὶ ἡ μεγαλοσύνη πάντων τῶν αἰώνων. Ζῆν γὰρ εἰπὼν τὴν ἀλήθειαν, καὶ νικᾷν καὶ κρατεῖν, ἐμφαντικώτατα παρέστησεν αὐτῆς τὴν ὑπόστασιν. Οἷς ἀκολούθως καὶ αὐτὸς ὁ Σωτὴρ ἀλήθειαν ἑαυτὸν ὀνομάζων τὴν τοῦ Ζοροβάβελ μαρτυρίαν ἐπεσφραγίζετο.
18. And Zerubbabel also, having proclaimed Him Truth, was deemed worthy of prizes of victory, when before the king of the Persians he is recorded to have said: And Truth abides, and is strong unto the age. And she lives, and prevails unto the age of the age. Nor is there with her any respect of persons; rather she does what is righteous, and abstains from all things unjust and evil. To which he adds: And hers is the strength, and the kingdom, and the authority, and the majesty of all the ages. For by saying that Truth lives, and conquers, and prevails, he most emphatically presented her subsistence. Consistently with which, the Saviour Himself also, naming Himself Truth, set His seal upon the testimony of Zerubbabel.
ιθʹ. Καὶ ποταμὸν δὲ αὐτὸν ὠνόμασεν ὁ εἰπών· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ἤδη δὲ καὶ ὄρος προσεῖπεν ὁ φήσας· Τὸ ὄρος ὃ ηὐδόκησεν ὁ Θεὸς, κατοικεῖν ἐν αὐτῷ.
19. And he also named Him river who said: The streams of the river gladden the city of God. And already too he addressed Him as mountain who declared: The mountain in which God was well pleased to dwell therein.
κʹ. Διὸ καὶ παρὰ τῷ Δανιήλ· Ἐξ ὄρους λίθος τμηθεὶς ἄνευ χειρῶν. Καὶ πάλιν, ὁ αὐτὸς ἀποκαθιστάμενος εἰς ὄρος ὑψηλὸν, ἑωρᾶτο· τοῦ μὲν ὄρους τὴν προΰπαρξιν τῆς θεότητος αὐτοῦ σημαίνοντος, τοῦ δὲ λίθου, τὴν ἀνθρωπότητα.
20. Wherefore in Daniel also: Out of a mountain a stone was cut without hands. And again, the same was seen being restored into a lofty mountain: the mountain signifying the pre-existence of His divinity, and the stone, His humanity.
καʹ. Καὶ δικαιοσύνην δὲ αὐτὸν ἐκάλουν· ὡς ὁ λέγων· Τίς ἐξήγειρε ἀπὸ ἀνατολῶν δικαιοσύνην. Καὶ, ἥλιον δικαιοσύνης, ὡς ὁ εἰπών· Τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Καὶ ἄλλος, Δύσεται, φησὶν, ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου· οὐ γὰρ δὴ ταῦτα τῷ αἰσθητῷ ἐφαρμόζοι ἂν ἡλίῳ, ἀλλὰ δὴ τῷ ἐνσάρκῳ Λόγῳ.
21. And they also called Him righteousness, as he who says: Who raised up righteousness from the east? And Sun of righteousness, as he who said: Unto those who fear Me shall the Sun of righteousness arise, and healing in His wings. And another says, The sun shall go down upon the prophets who lead astray My people; for surely these things would not fit the perceptible sun, but rather the incarnate Word.
κβʹ. Καὶ σοφίαν δὲ αὐτὸν ὀνομάζει Σολομὼν ἐπὶ Παροιμίαις λέγων· Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ, καὶ τὰ ἑξῆς. Καὶ ὅτι προκόσμιος ἦν ἡ σοφία ζῶσα καὶ ὑφεστῶσα, αὐτὸς ἐδίδασκεν ἐκ προσώπου αὐτῆς ταύτας προέμενος τὰς φωνάς· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν, καὶ ἔννοιαν. Ἐγὼ ἐπεκαλεσάμην. Εἶθ' ἑξῆς ἐπιλέγων, Δι' ἐμοῦ βασιλεύουσι βασιλεῖς, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην, δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσιν.
22. And Solomon in Proverbs also names Him Wisdom, saying: Wisdom built herself a house, and set up seven pillars, and what follows. And that Wisdom existed before the world, living and subsisting, he himself taught, uttering these words in her person: I, Wisdom, dwelt with counsel, and knowledge, and understanding. I called aloud. Then next adding, Through me kings reign, and rulers decree righteousness; through me nobles are magnified, and sovereigns through me hold sway.
Notes, col. 889

On the reading

Printed ἡ', for ἡ.

Printed ισχύει, for ἰσχύει.

Printed εις, for εἰς.

Printed ισχὺς, for ἰσχὺς.

PG 24:892Read from the page
κγʹ, κδʹ. Ἀλλὰ καὶ ξύλον ζωῆς, καὶ Κύριον αὐτὸν Σολομὼν ἀπεκάλει λέγων· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν, ὡς ἐπὶ Κύριον, ἀσφαλής.
23, 24. Moreover, Solomon called Him both tree of life and Lord, saying: She is a tree of life to all who cleave to her, and to those who lean upon her, as upon the Lord, she is steadfast.
κεʹ. Καὶ ὁ τοῦ Σολομῶντος δὲ πατὴρ Δαβὶδ ἐν Ψαλμοῖς ὁμοῦ καὶ Κύριον ὁμοῦ καὶ ιερέα αὐτὸν ὠνόμαζε· τοτὲ μὲν λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου· τοτὲ δὲ φάσκων· Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ιερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
25. And Solomon's father David too in the Psalms named Him at once both Lord and Priest: at one time saying: The Lord said to my Lord: Sit at My right hand; and at another declaring: The Lord swore, and will not repent: You are a priest unto the age, according to the order of Melchizedek.
κςʹ. Καὶ Θεὸν δὲ αὐτὸν οἶδεν ὁμολογεῖν ὁ αὐτὸς, φάσκων· Ὁ θρόνος σου, ὁ Θεὸς, εις τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ηγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ τοῦ Θεοῦ τίς ἂν ἕτερος εἴη ἢ αὐτὸς, ὁ διὰ τὸ χρίσμα τὸ πατρικὸν Χριστὸς ἀνηγορευμένος.
26. And the same man knows how to confess Him as God also, declaring: Thy throne, O God, is unto the age of the age; a rod of uprightness is the rod of Thy kingdom. Thou loved righteousness, and hated lawlessness; therefore God, Thy God, anointed Thee with the oil of gladness beyond Thy fellows. For God anointed by God in these words—Who else could He be than He Himself, Who on account of the paternal anointing has been proclaimed Christ?
κζʹ. Ὁ δ' αὐτὸς οὗτος καὶ Ἀγαπητὸς ἦν τοῦ Θεοῦ· ὃ δὴ παρίστησιν ἡ τοῦ Ψαλμοῦ προγραφὴ περιέχουσα, Ὠδὴ ὑπὲρ τοῦ Ἀγαπητοῦ.
27. And this very same One was also the Beloved of God; which indeed the superscription of the Psalm presents, containing the words, Ode for the Beloved.
κηʹ. Ἠσαΐας δὲ βραχίονα αὐτὸν ἀπεκάλει λέγων· Ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων ἐθνῶν. Καὶ Δαβὶδ ὁμοῦ δικαιοσύνην καὶ σωτηρίαν αὐτὸν ἠπίστατο· διὸ ἔλεγεν· Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐνώπιον τῶν ἐθνῶν· ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.
28. And Isaiah called Him arm, saying: The Lord will uncover His holy arm before all nations. And David knew Him at once as righteousness and salvation; wherefore he said: The Lord made known His salvation before the nations; He uncovered His righteousness.
κθʹ. Καὶ πάλιν· Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· Καὶ αὖθις· Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; καὶ· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Καὶ τί με δεῖ καθ' ἕκαστον ἀναλέγεσθαι; παρὸν τῷ φιλομαθεῖ τὰ τοιαῦτα συνάγειν ἐξ ἁπάσης τῆς θεοπνεύστου Γραφῆς· δι' ἧς φαίνονται οἱ τοῦ Θεοῦ ἄνθρωποι τῷ θείῳ Πνεύματι φωτισθέντες, τὴν τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ γνῶσιν ἀπόῤῥητον οὖσαν τότε, καὶ τὰ πλήθη διαλαμβάνουσαν τοῦ Ἰουδαίων λαοῦ. Διὸ καὶ διαφόρως αὐτὸν ἐξεφώνουν κεκαλυμμέναις ταῖς ἐπηγορίαις. Ἐφυλάττετο γὰρ τῇ αὐτοῦ παρουσίᾳ ἡ χάρις τοῦ κηρύγματος τῆς περὶ αὐτοῦ θεολογίας, ἣν καθ' ὅλης τῆς οἰκουμένης ἡ αὐτοῦ Ἐκκλησία, ὥσπερ τι πάλαι κρύφιον καὶ σεσιγημένον μυστήριον παραλαβοῦσα, σεμνύνεται.
29. And again: Proclaim from day to day the good news of His salvation. And once more: Who will give out of Sion the salvation of Israel? And: Show us, O Lord, Thy mercy, and grant us Thy salvation. Yet why need I recount each instance one by one, when it is open to the lover of learning to gather such things out of the whole divinely inspired Scripture? Through which the men of God appear illumined by the divine Spirit with respect to the knowledge of the Only-begotten Son of God, which was ineffable at that time and eluded the multitudes of the people of the Jews. Wherefore they also proclaimed Him in diverse ways under veiled appellations. For there was reserved for His coming the grace of the preaching of the theology concerning Him, having received which throughout the whole inhabited earth—like some mystery hidden and kept silent of old—His Church glories.
λʹ. Τοῦτο γοῦν καὶ ὁ θεῖος Ἀπόστολος διδάσκει λέγων· Κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐ-
30. This, accordingly, the divine Apostle also teaches, saying: According to the stewardship of God which was given to me towards you, to fulfil the word of God, the mystery hidden away from the ages and from the generations; but now it has been manifested to His saints,
Notes, col. 892

On the reading

Printed ιερέα, for ἱερέα.

Printed ιερεὺς, for ἱερεὺς.

Printed εις, for εἰς.

Printed Ηγάπησας, for Ἠγάπησας.

PG 24:893Read from the page
τοῦ, οἷς ἐθέλησεν ὁ Θεὸς γνωρίσαι, τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης. Ὁρᾷς ὅπως μυστήριον ἦν ἀποκεκρυμμένον πρότερον, νυνὶ δὲ φανερωθὲν, ὁ Υἱὸς τοῦ Θεοῦ. Διόπερ οἱ μὲν τοῦ Θεοῦ προφῆται τῷ προφητικῷ πνεύματι μυστικῶς αὐτὸν ἐθεολόγουν. Τὸ δὲ πλῆθος τοῦ Ἰουδαίων ἔθνους ἐν ἀγνοίᾳ ἐτύγχανε τοῦ κεκρυμμένου μυστηρίου· ὅθεν Θεὸν μὲν ἐδιδάσκετο ἕνα εἰδέναι, διὰ τὸ τῇ πολυθέῳ πλάνῃ συνεχῶς ὑποσύρεσθαι· Πατέρα δὲ ὄντα τὸν Θεὸν Υἱοῦ τοῦ Μονογενοῦς ἠγνόει· τοῦτο γὰρ ἐφυλάττετο τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ τὸ μυστήριον, κατ' ἐξαίρετον χάριν αὐτῇ δεδωρημένον. Ἐν αὐτῷ γάρ εισι, κατὰ τὸν Ἀπόστολον, πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. Ἀλλὰ γὰρ διὰ τοσούτων ὁ τοῦ Θεοῦ Λόγος, ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, οὐ μόνον Λόγος κεκλημένος, ὡς Μάρκελλος οἴεται, ἀπεδείχθη, ἀλλὰ καὶ Υἱὸς, καὶ Μονογενὴς, καὶ φῶς, καὶ ἄρτος, καὶ Ἰησοῦς, καὶ Χριστὸς, καὶ Κύριος, καὶ ἀρχιερεὺς, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ, καὶ εικὼν, καὶ Πρωτότοκος πάσης κτίσεως, καὶ πηγὴ ζωῆς, καὶ ἀλήθεια, καὶ ποταμὸς, καὶ δικαιοσύνη, καὶ ἥλιος δικαιοσύνης, καὶ σοφία, καὶ ξύλον ζωῆς, καὶ Κύριος, καὶ Θεὸς, καὶ Ἀγαπητὸς, καὶ ἱερεὺς, καὶ βραχίων, καὶ σωτήριον, καὶ πάντα ταῦτα, ὧν καὶ προϋπάρχων τῆς σαρκὸς, ὠνομάζετο· ὡς αἱ παρατεθεῖσαι Γραφαὶ δεδηλώκασι. Τίνι τοίνυν λόγῳ, ταῦτα πάντα παρεὶς Μάρκελλος, ἐπὶ μόνου τοῦ Λόγου ἵσταται; οὐ διαβαίνων μὲν καὶ ἐπὶ τὰς λοιπὰς ἐπωνυμίας, μόνον δὲ Λόγον αὐτὸν εἶναι φάσκων τοῦ Θεοῦ· καὶ λόγον σημαντικὸν, ποτὲ μὲν ἡσυχάζοντα ἐν τῷ Θεῷ, ποτὲ δὲ ἐνεργείᾳ μόνῃ λαλοῦντα ἢ πράττοντα; Ἢ διὰ τὸ Σαβελλιάζειν ἄντικρυς, καὶ μὴ πιστεύειν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, μηδὲ γνωρίζειν τὸ μυστήριον τὸ προϋπάρχον μὲν πάλαι, μόνῃ δὲ τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ⟨δ⟩ιὰ τῆς αὐτοῦ φανερωθὲν χάριτος. Εἰ δὲ λέγοι μυστήριον εἶναι ἀγνοούμενον, τὸ Λόγον ἔχειν ἐν ἑαυτῷ τὸν Θεὸν, κεχρῆσθαι λόγῳ, τοῦτο γὰρ αὐτῷ Μαρκέλλῳ δοκεῖ, τοῦτον γράφοντι τὸν τρόπον· « Τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον, κατὰ τὸν Λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον ἐν τῷ Θεῷ τοῦτο πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν Λόγον ειδέναι· » ει δὴ οὖν τοῦτο λέγοι, μανθανέτω, ὅτι καὶ πᾶς Ἰουδαίων τῶν τὸν Χριστὸν τοῦ Θεοῦ μὴ ἐπεγνωκότων ὁμολογήσειεν ἂν τὸν Λόγον ἔχειν τὸν Θεὸν, καὶ μὴ εἶναι ἄλογον. Τοῦτο δὲ καὶ Σαβέλλιος αὐτὸς, καὶ πᾶς Ἕλλην τε καὶ βάρβαρος, ὁ Θεὸν εἶναι ὑφιστάμενος, ἀναμφιλέκτως φήσειεν· Ἅμα γὰρ τῷ Θεὸν εἰπεῖν, καὶ σοφὸν αὐτὸν νοεῖ, καὶ λογικὸν, καὶ δυνατὸν, καὶ δίκαιον, καὶ ἀγαθόν. Ποῖον οὖν μυστήριον ἦν ἀποκεκρυμμένον τὸ τοῖς πᾶσιν ὁμολογούμενον; Τίς γὰρ οὐκ ὰν εἴποι ἐν τῷ Θεῷ σοφίαν εἶναι, καὶ δύ-
to whom God willed to make known what is the riches of the glory of this mystery among the nations, which is Christ in you, the hope of glory. You see how the mystery previously hidden away, and now manifested, was the Son of God. Wherefore the prophets of God in the prophetic Spirit spoke mystically of Him as God; whereas the multitude of the nation of the Jews happened to be in ignorance of the hidden mystery; whence it was taught to know one God, because of its being continually swept away by polytheistic error, while it was ignorant that God is the Father of the Only-begotten Son; for this mystery was reserved for the Church out of the nations, bestowed upon her by a special grace. For in Him, according to the Apostle, are all the treasures of wisdom and knowledge hidden away. Indeed through so many testimonies God the Word, Who was in the beginning with God, has been demonstrated to have been called not only Word, as Marcellus supposes, but also Son, and Only-begotten, and light, and bread, and Jesus, and Christ, and Lord, and High Priest, and radiance, and express image, and image, and Firstborn of all creation, and fountain of life, and truth, and river, and righteousness, and Sun of righteousness, and wisdom, and tree of life, and Lord, and God, and Beloved, and priest, and arm, and salvation—and by all these names He was called even while pre-existing the flesh, as the Scriptures set forth have shown. By what reasoning, then, passing over all these things, does Marcellus take his stand upon the Word alone, not passing on to the remaining appellations as well, but declaring Him to be only the Word of God—and a significative word, at one time resting quiet in God, and at another speaking or acting by activity alone? Assuredly it is because he openly Sabellianizes, and does not believe in the Son of God, nor recognize the mystery that pre-existed of old, and was manifested solely to the Church of Christ through His grace. Now if he should say that the unknown mystery is that God has a Word in Himself, that He has used a word—for so it seems to Marcellus himself, writing in this manner: « For what other hidden mystery was there, regarding the Word? So hidden away in God previously was this mystery, that none of the former people clearly knew the things regarding the Word »—if then he should say this, let him learn that every one even of the Jews who have not recognized the Christ of God would confess that God has the Word, and is not without reason. And this even Sabellius himself, and every Greek and barbarian who posits that God exists, would indisputably affirm; for as soon as one says God, one conceives of Him as wise also, and rational, and powerful, and righteous, and good. What sort of hidden mystery, then, was that which is confessed by all? For who would not say that in God there is wisdom, and pow-
Notes, col. 893

On the reading

Printed εισι, for εἰσι.

Printed εικὼν, for εἰκὼν.

Printed ειδέναι, for εἰδέναι.

Printed ει, for εἰ.

Printed ὰν, for ἂν.

PG 24:896Read from the page
ναμιν, καὶ ζωὴν, καὶ φῶς, καὶ ἀλήθειαν, καὶ δικαιοσύνην, καὶ λόγον, καὶ πᾶν ὅ τι καλὸν καὶ ἀγαθόν; μᾶλλον δὲ αὐτὸν εἶναι πάντα ταῦτα, καὶ εἴ τι τούτων ἀνώτερόν τε καὶ κρεῖττον, καὶ ἡμῖν ἄγνωστον· ταῦτα γὰρ αὐτοδίδακτος φύσις ὁμολογεῖν περὶ τοῦ Θεοῦ πάντα ἄνθρωπον ἐξαναγκάζει. Ἔνθεν καὶ τὸν Υἱὸν διδασκόμεθα πάντα ταῦτα εἶναι, ἅτε Μονογενῆ Υἱὸν, καὶ κληρονόμον ὄντα τοῦ Πατρὸς, καὶ πάντ' ἔχοντα, ὅσα καὶ ὁ Πατήρ. Διὸ ἐν μορφῇ Θεοῦ λέλεκται· καὶ εἰκὼν τοῦ Θεοῦ, κατὰ τὸν θεῖον Ἀπόστολον, φήσαντα. Ὁς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἶσα Θεῷ. Καὶ πάλιν· Ὅς ἐστιν εικὼν τοῦ Θεοῦ. Οὐκ ἄρα τὸ λογικὸν εἶναι τὸν Θεὸν τοῦτο ἦν τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· οὐδὲ τοῦτο νῦν ἐφανερώθη, τὸ φυσικαῖς ἐννοίαις πᾶσιν ἀνθρώποις ἐγνωσμένον. Ἀλλὰ γὰρ ποῖον, εἰ ἔροιτό τις, ἀποκρίνεται ὁ Ἀπόστολος· Νυνὶ δὲ ἐφανερώθη, λέγων, τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι, τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, οἷς ἐστι Χριστὸς ἐν ὑμῖν. Χριστὸς οὖν ἦν τὸ μυστήριον· δῆλον δ' ὅτι Υἱὸς τοῦ Θεοῦ. Διὸ μυστικῶς πρότερον διαφόροις οἱ τοῦ Θεοῦ προφῆται αὐτὸν ἐδόξαζον ἐπηγορίαις, τὸ ἀπόῤῥητον ἀποκρύπτοντες, καὶ τῇ αὐτοῦ χάριτι τὴν εἰς πάντας ἀποκάλυψιν αὐτοῦ ταμιευόμενοι. Ὅτε τοίνυν μετὰ τοσαύτας τῶν Γραφῶν μαρτυρίας διϊσχυρίζεται Μάρκελλος, τὸν ἐν ἀρχῇ Λόγον, πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν, μηδὲν ἕτερον εἶναι ἢ Λόγον· καὶ μηδ' ἑτέρῳ χρηματίσαι ὀνόματι· τότε δὲ διαφόρων ἐπηγοριῶν τετυχηκέναι, ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, πρὸ τούτου μηδὲν ἕτερον ὄντα ἢ Λόγον· πῶς οὐκ ἀμαθὴς καὶ ἀσύνετος τῶν θείων ἐλέγχοιτ' ἂν ἀναγνωσμάτων;
er, and life, and light, and truth, and righteousness, and reason, and whatsoever is noble and good; nay rather, that He Himself is all these things, and whatever is higher and better than these, and unknown to us? For self-taught nature compels every human being to confess all these things concerning God. Hence we are taught that the Son also is all these things, inasmuch as He is Only-begotten Son, and heir of the Father, and possesses all things whatsoever the Father also has. Wherefore He has been said to be in the form of God; and image of God, according to the divine Apostle, who declared: Who, subsisting in the form of God, did not count equality with God a thing to be grasped. And again: Who is the image of God. That God is rational, therefore, was not this mystery that had been hidden away from the ages and from the generations; nor has this now been manifested, which by natural conceptions is known to all mankind. Rather, what sort of mystery it was, should someone ask, the Apostle answers: But now it has been manifested, says he, to His saints, to whom God willed to make known what is the riches of the glory of this mystery among the nations, among whom is Christ in you. Christ, therefore, was the mystery—plainly the Son of God. Wherefore previously the prophets of God mystically glorified Him with diverse appellations, concealing what was ineffable, and reserving for His grace the revelation of Him unto all. When therefore after so many testimonies of the Scriptures Marcellus stoutly maintains that the Word Who was in the beginning, before He took up the flesh, was nothing other than Word, and was styled by no other name, and only then obtained diverse appellations when the Word became flesh, having before this been nothing other than Word—how would he not be convicted as unlearned and without understanding in the divine readings?
Ἀλλὰ γὰρ, τούτου συστάντος, φέρε λοιπὸν, ὥσπερ ἀναβεβιωκότα, τὸν νέον Σαβέλλιον ἐποπτεύσωμεν.
Now then, since this has been established, come, let us next inspect the new Sabellius, as though come back to life.
Notes, col. 896

On the reading

Printed Ὁς, for Ὃς.

Printed εικὼν, for εἰκὼν.

PG 24:897Read from the page
ΤΩΝ ΠΡΟΣ ΜΑΡΚΕΛΛΟΝ ΕΛΕΓΧΩΝ ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΠΕΡΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ ΒΙΒΛΟΣ ΔΕΥΤΕΡΟΣ.
Book the Second of the Refutations against Marcellus of Eusebius Pamphili, On Ecclesiastical Theology.
ΤΑΔΕ ΠΕΡΙΕΧΕΙ ΤΟ ΔΕΥΤΕΡΟΝ ΣΥΓΓΡΑΜΜΑ.
The second treatise contains the following.
αʹ. Ὅπως τὴν τοῦ Σαβελλίου δόξαν ἀνενεοῦτο Μάρκελλος.
1. How Marcellus was renewing the opinion of Sabellius.
βʹ. Ὅπως καὶ Ἰουδαΐζων τῇ δόξῃ διελέγχεται.
2. How he is also convicted of Judaizing in his opinion.
γʹ. Ὅπως τὸν Λόγον τοῦ Θεοῦ ἐν τῷ Θεῷ ὄντα, ἄναρχον εἶναι καὶ ἀγέννητον ὡρίζετο.
3. How he defined the Word of God, existing in God, to be without beginning and unbegotten.
δʹ. Ὅπως ἓν καὶ ταὐτὸν εἶναι τὸν Λόγον καὶ τὸν Θεὸν ἔλεγε.
4. How he said that the Word and God are one and the same.
εʹ. Ὅπως ταῦτα λέγων ἠρνεῖτο τὸν Υἱόν.
5. How in saying these things he denied the Son.
ϛʹ. Ὅπως ἡ Ἐκκλησία τὸν Θεὸν θεολογεῖ.
6. How the Church speaks theologically of God.
ζʹ. Ὅπως ἡ Ἐκκλησία τὴν τοῦ Πατρὸς μοναρχίαν κηρύττει.
7. How the Church proclaims the monarchy of the Father.
ηʹ. Ὁποίοις ῥήμασι Μάρκελλος κηρύττει τὸν Υἱὸν τοῦ Θεοῦ.
8. With what words Marcellus proclaims the Son of God.
θ. Ἔλεγχος τῆς τοῦ ἀνδρὸς κακοδοξίας.
9. Refutation of the man's perverse opinion.
ιʹ. Ὅτι μὴ ὀρθῶς ἐξεδέξατο τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
10. That he did not rightly receive the saying, In the beginning was the Word.
ιαʹ. Ὅτι ποτὲ μὲν αὐτὸν προφορικὸν τοῦ Θεοῦ Λόγον, ποτὲ δὲ ἐνδιάθετον ὁμοίως τῷ ἐν ἀνθρώποις ἔφασκεν.
11. That he asserted Him to be at one time the uttered Word of God, and at another time internal, in like manner as that in men.
ιβʹ· Ὅτι μὴ ὡς ἐδόκει Μαρκέλλῳ ὁ εὐαγγελιστὴς τὴν περὶ τοῦ Λόγου θεολογίαν ἐξέθετο.
12. That the evangelist did not set forth the theology concerning the Word as seemed good to Marcellus.
ιγʹ. Ποσαχῶς τὸ σημαινόμενον ἐκ τῆς τοῦ Λόγου φωνῆς νοεῖται.
13. In how many ways that which is signified by the expression Word is understood.
ιδʹ. Ὅπως χρὴ διερμηνεύειν τὴν εὐαγγελικὴν περὶ τοῦ Λόγου διδασκαλίαν.
14. How one must expound the evangelical teaching concerning the Word.
ιεʹ. Τῶν αὐτοῦ Μαρκέλλου φωνῶν παραθέσεις, δι' ὧν ἠρνεῖτο τὸν Υἱὸν τοῦ Θεοῦ σαφῶς, προφορικὸν Λόγον καὶ ἐνδιάθετον φάσκων εἶναι αὐτόν.
15. Citations of the expressions of Marcellus himself, through which he clearly denied the Son of God, asserting Him to be an uttered Word and internal.
ιϛʹ. Ἔλεγχος τῆς τἀνδρὸς κακοδοξίας.
16. Refutation of the man's perverse opinion.
ιζʹ. Ἑρμηνεία τῆς ἀληθοῦς διανοίας τοῦ Λόγου.
17. Interpretation of the true meaning of the Word.
ιηʹ. Διὰ τί Λόγον ὠνόμασε τὸν Υἱὸν ὁ εὐαγγελιστὴς ἀρχόμενος τῆς ἑαυτοῦ Γραφῆς.
18. Why the evangelist named the Son Word when beginning his Scripture.
ιθ. Ὅπως Μάρκελλος, τὰς περὶ ἑνὸς Θεοῦ τῆς Παλαιᾶς Διαθήκης γραφὰς μαρτυρόμενος, ὁμοίως Ἰουδαίοις τὸν Υἱὸν τοῦ Θεοῦ ἠρνεῖτο.
19. How Marcellus, calling to witness the scriptures of the Old Testament concerning one God, in like manner as the Jews denied the Son of God.
κʹ. Διὰ τί Μωϋσῆς καὶ οἱ προφῆται οὐ γυμνῶς παρέδωκαν Ἰουδαίοις τὴν περὶ τοῦ Υἱοῦ θεολογίαν.
20. Why Moses and the prophets did not nakedly hand down to the Jews the theology concerning the Son.
καʹ. Ὅτι ὁ Υἱὸς ἦν τοῦ Θεοῦ ὁ Μωϋσεῖ καὶ τῷ Ἀβραὰμ χρηματίσας.
21. That it was the Son of God Who spoke divinely to Moses and to Abraham.
Notes, col. 897

On the reading

Printed ΔΕΥΤΕΡΟΣ, for ΔΕΥΤΕΡΑ.