αὐτοῦ μονογενῆ Παῖδα ἐπὶ πᾶσι καθίστη, καὶ διὰ πάντων χωροῦντα, καὶ τοῖς πᾶσιν ἐπιστατοῦντα, καὶ τὰς ἐξ αὐτοῦ χορηγίας ἐπάρδοντα. Πάντων γὰρ ἀθρόως, τῶν τε κατ' οὐρανὸν, καὶ τῶν ἐπὶ γῆς ποιμένα καὶ Σωτῆρα, κηδεμόνα τε καὶ φύλακα, καὶ ἰατρὸν, καὶ κυβερνήτην μόνον αὐτὸν ὁ γεννήσας ἀνέδειξε Πατὴρ, τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως μόνῳ τοὺς οἴακας ἐγχειρίσας· ὃ διδάσκει λέγων αὐτός· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Καὶ αὖθις, Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ δ', οἷα σοφὸς κυβερνήτης, τὸν κλῆρον παρὰ τοῦ Πατρὸς ὑποδεδεγμένος, ἐπιβὰς τοῦ σύμπαντος κόσμου, ἄνω τε πρὸς τὸν αὐτοῦ Πατέρα βλέπων, ἄγει καὶ φέρει πηδαλιουχῶν τὸ πᾶν, οὐδὲ τὸ σμικρότατον τῶν δεομένων τῆς ἐξ αὐτοῦ χορηγίας παρορῶν, οὐδ' ὑπερφρονῶν τῶν βραχυτάτων. Διὸ δὴ, τοῖς πᾶσιν, ἐπεὶ πάρεστιν ἑκάστῳ, νέμων τὰ πρόσφορα, τῇ τε τῶν ὅλων θεραπείᾳ δίκην ἰατροῦ τὰ ἁρμόδια πρὸς σωτηρίαν ἐπαρκῶν. Ὅθεν εἰκότως οὐδὲ τοῦ κατ' ἄνθρωπον ὑπερεφρόνησε βίου, ἀλλὰ καὶ πάλαι πρότερον τοῖς ἐξ αἰῶνος φιλοθέοις ἀνδράσι τὴν ἐξ αὐτοῦ παρεῖχεν ἐπικουρίαν, ὧδε μὲν ἀνθρωπείῳ σχήματι τοῖς Ἑβραίων προπάτορσιν ἐπιφαινόμενος, ὧδε δὲ τοῖς τούτων ἀπογόνοις ἁρμοδίους διαταττόμενος νόμους, ἤδη δὲ καὶ τοῖς μετέπειτα, διὰ προφητῶν, μελλούσης αὐτοῦ θεοφανείας ἅπασιν ἐκλάμψειν ἀνθρώποις, ἐξεδίδου θεσπίσματα. Ὡς δὲ ὁ τούτων προσήλαυνε χρόνος, ἔργοις ἐπλήρου παλαιῶν χρησμῶν ἀποτελέσματα, καὶ δὴ παρῆν λοιπὸν ἀναμὶξ τῷ θνητῷ βίῳ συναγελαζόμενος. Αὐτός τε ἦν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς, ὡς ἐν ἀγάλματι θείῳ, τῷ τοῦ σώματος ὀργάνῳ, τῷ τῶν ἀνθρώπων καθομιλῶν γένει διδασκαλίαις, θεραπείαις ἐνθέου σοφίας, ἀποῤῥήτοις παιδεύμασιν. Ἤδη δὲ αὐτῶν μέχρι θανάτου πυλῶν ἤλαυνε πατρικοῦ νεύματος ὑπερβαλλούσῃ φιλανθρωπίᾳ, ὡς ἂν καὶ τοὺς τῇδε τῆς ἑαυτού καταξιώσειε χάριτος, ἐπὶ τὴν παρ' αὐτῷ ζωήν παρελκύσας. Οὕτω Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ· καὶ τὴν ἔνσαρκον ὑπέμεινεν οἰκονομίαν, προὼν μὲν αὐτῆς, καὶ προϋπάρχων, θεότητι πατρικῆς δόξης τετιμημένος· οὐ μὴν «ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ, ἑαυτὸν δ' οὖν κενώσας, καὶ μορφὴν δούλου λαβὼν, ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος τῷ Πατρὶ γενόμενος μέχρι θανάτου,» ἵν', ὥσπερ ὁ θάνατος δι' ἑνὸς ἁμαρτήσαντος ἀνθρώπου παντὸς κατεκυρίευσε γένους, οὕτω καὶ ἡ αἰώνιος ζωὴ διὰ τῆς αὐτοῦ χάριτος τῶν εἰς αὐτὸν [πιστευόντων] καὶ δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ γνωριζομένων, βασιλεύσειεν.
appointed His only-begotten Child over all things, both pervading all things, and presiding over all, and watering them with the supplies that come from Himself. For of all things together, both those in heaven and those upon earth, the Father Who begot Him declared Him alone Shepherd and Saviour, guardian and keeper, and physician, and pilot, having entrusted to Him alone the helms of the constitution and governance of the universe; which He Himself teaches, saying: All things were delivered to Me by My Father. And again, For the Father loves the Son, and has given all things into His hand. And He, like a wise pilot, having received the allotment from the Father, mounting upon the whole universe, and looking upward towards His Father, guides and bears all things, steering the whole, neither overlooking the smallest of the things that need the supply from Him, nor disdaining the slightest. Wherefore indeed, apportioning to all what is fitting, since He is present to each, and in the healing of the universe after the manner of a physician supplying what is suited to salvation. Hence fittingly neither did He disdain the human way of life, but even long ago beforehand to God-loving men from of old He afforded the succour coming from Himself, now appearing in human guise to the forefathers of the Hebrews, now ordaining suitable laws for their descendants, and already too for those who came afterwards, through prophets, issuing oracles of His future divine manifestation destined to shine forth upon all men. And as the time of these things drew near, by deeds He fulfilled the outcomes of ancient oracles, and indeed was thenceforth present mingling and consorting with mortal life. And He Himself was the only-begotten Son of God, as in a divine image, through the instrument of the body conversing with the race of men by teachings, by healings of inspired wisdom, by ineffable instructions. And already by the surpassing loving-kindness of the paternal nod He pressed on even unto the very gates of death, so that He might count those there also worthy of His grace, drawing them away unto the life that is with Himself. Thus God was in Christ reconciling the world to Himself; and He endured the incarnate dispensation, existing indeed before it, and pre-existing, honoured with the Godhead of paternal glory; yet "counting it not a prize to be equal to God, nevertheless emptying Himself, and taking the form of a servant, He humbled Himself, becoming obedient to the Father unto death," so that, just as death through one man who sinned gained dominion over the whole race, so also eternal life through His grace might reign over those [who believe] in Him and through Him are made known to His God and Father.