Διὸ δὴ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν ὀρθοτομοῦσα ἡ Ἐκκλησία τοῦ Θεοῦ, τὰς μὲν ἄλλας παρεκτροπὰς ἀπεδοκίμασε, τοῖς δ' αὐτῆς θρέμμασι τῆς ἐνθέου χάριτος παραδίδωσι τὴν γνῶσιν, κατ' αὐτὸ τῆς παλιγγενεσίας μυστήριον ὁμολογεῖν διδάσκουσα (καὶ) πιστεύειν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τελείαν καὶ ἀκριβῆ καὶ ὁλόκληρον ταύτην εἰδέναι παρέχουσαν τὴν θεολογίαν, ἣ Θεὸν μὲν ἕνα παραδίδωσιν, ἀφορίζουσα τῆς Ἑλληνικῆς καὶ πολυθέου πλάνης· Πατέρα δὲ αὐτὸν οἶδε τῆς Ἰουδαϊκῆς χωρίζουσα διδασκαλίας, παντοκράτορα δὲ αὐτὸν ὁμολογεῖ, τῆς τῶν ἀθέων ἑτεροδόξων ἀποστρεφομένη τὴν δυσσέβειαν. Οὐδεὶς γοῦν τῶν ἑτεροδόξων εἴποι ἂν τὸν Πατέρα τοῦ Χριστοῦ, αὐτὸν εἶναι τὸν Θεὸν τὸν παντοκράτορα, ὡς οὐδὲ Ἰουδαίων ὁμολογήσειεν ἄν τις τὸν Θεὸν Πατέρα εἶναι, τὸν μονογενῆ Υἱὸν μὴ εἰδώς· οὐδέ γε Ἕλλην ἕνα μόνον φήσειεν εἰδέναι Θεόν. Διά τοι τούτων ἁπάντων ἀποκαθαίρουσα τὴν πλάνην ἡ Ἐκκλησία, τὸν ἕνα Θεὸν κηρύττει, αὐτὸν εἶναι καὶ Πατέρα καὶ παντοκράτορα διδάσκουσα, Πατέρα μὲν ἑνὸς τοῦ Χριστοῦ μόνου, τῶν δὲ λοιπῶν ἁπάντων Θεὸν καὶ κτίστην καὶ Κύριον. Οὕτω καὶ Υἱὸν Θεοῦ μονογενῆ Ἰησοῦν Χριστὸν παραδίδωσι, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον· οὐ τὸν αὐτὸν ὄντα τῷ Πατρὶ, καθ' ἑαυτὸν δὲ ὄντα καὶ ζῶντα, καὶ ἀληθῶς Υἱὸν συνόντα, Θεὸν ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν ἐκ ζωῆς· ἀλέκτοις καὶ ἀῤῥήτοις, καὶ παντάπασιν ἀγνώστοις ἡμῖν, καὶ ἀκαταλήπτοις λόγοις ἐκ τοῦ Πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ὅλων γεγεννημένον, καὶ οὐχ ὁμοίως μὲν τοῖς λοιποῖς γεννητοῖς ὑποστάντα, οὐδὲ ζωὴν ἐμφερῆ τοῖς δι' αὐτοῦ γεγεννημένοις ζῶντα, μόνον δὲ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἀποτεχθέντα, καὶ αὐτοζωὴν ὄντα. Καὶ ἔπρεπε γὰρ τῷ ἐπὶ πάντων Θεῷ, πρὸ παντὸς γεννητοῦ, καὶ πρὸ πάντων αἰώνων, τὸ μονογενὲς τοῦτο προβάλλεσθαι γέννημα, ὥσπερ τινὰ κρηπίδα καὶ θεμέλιον ἀῤῥαγῆ, τῶν μελλόντων δι' αὐτοῦ γεννήσεσθαι. Διὸ δὴ πρὸ πάντων τῶν μελλόντων ἔσεσθαι τὸν Υἱὸν ἐγέννα, ὥσπερ τινὸς φωτὸς ἀκτῖνα, καὶ ζωῆς πηγὴν, καὶ θησαυρὸν ἀγαθῶν, «ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι,» κατὰ τὸν θεῖον Ἀπόστολον. Τοσούτων ἀγαθῶν, ὁ μόνος ἀγαθὸς Πατὴρ τὸν Υἱὸν ὑφίστη αὐτοζωὴν ὄντα, ζωοποιὸν τῶν ὅλων, καὶ αὐτοφῶς τὸ ἀληθινὸν, καὶ πάσης νοερᾶς καὶ λογικῆς οὐσίας φωτιστικόν· καὶ αὐτόλογον, καὶ σοφίαν, σοφῶς τὰ πάντα καὶ λογικῶς ὑφιστάμενόν τε καὶ διοικοῦντα. Ὡν δὴ χάριν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ μόνος αὐτὸς καὶ οὐδὲ ἄλλος ἀνηγόρευταί τε καὶ ἔστιν.
Wherefore indeed, cutting straight along the straight and royal road, the Church of God rejected the other deviations, and hands down to her nurslings the knowledge of divine grace, teaching [them] at the very mystery of regeneration to confess (and) believe in one God, the Father Almighty, supplying for their knowledge this perfect and exact and complete theology, which hands down one God, separating [them] from the Greek and polytheistic error; and knows Him as Father, parting [them] from the Jewish teaching; and confesses Him as Almighty, turning away from the impiety of the godless heterodox. No one at all events among the heterodox would say that the Father of Christ is Himself the God Almighty, just as neither would anyone among the Jews confess God to be Father, not knowing the only-begotten Son; nor indeed would a Greek assert that he knows one God alone. Purging away, therefore, the error of all these, the Church proclaims the one God, teaching that He Himself is both Father and Almighty: Father indeed of the one Christ alone, and of all the rest God and Creator and Lord. Thus too she hands down Jesus Christ as the only-begotten Son of God, begotten from the Father before all ages: not being identical with the Father, but existing and living in Himself, and truly coexisting as Son, God from God, and light from light, and life from life; begotten from the Father for the salvation of the universe by principles unutterable and ineffable, and altogether unknown to us and incomprehensible; and neither having come to subsist like the rest of begotten things, nor living a life resembling the things begotten through Him, but born alone from the Father Himself, and being life-in-itself. For indeed it was fitting for the God over all, before every begotten thing and before all ages, to put forth this only-begotten Offspring as a kind of base and unbreakable foundation of the things about to come into being through Him. Wherefore indeed before all the things about to exist He begot the Son as a ray of a certain light, and a fountain of life, and a treasury of good things, "in Whom are all the hidden treasures of wisdom and of knowledge," according to the divine Apostle. Of so great good things did the alone good Father establish the Son, being life-in-itself, life-giving to the universe, and the true light-in-itself, illuminative of every intellectual and rational essence, and Word-in-itself, and wisdom, wisely and rationally both establishing and governing all things. On account of which things indeed He Himself alone, and no other, both is proclaimed and is the only-begotten Son of God.